1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

5

διάφορον γνῶναι· ὁ μὲν γὰρ πρὸ τοῦ φωτός, ὁ δὲ μετὰ τὸ φῶς· καὶ ὁ μὲν οὐκ ἔκ τινος· ὁ δὲ ἐξ ὑδάτων· 14 " γενηθήτω , γάρ φησι, στερέωμα ἐν μέσῳ τοῦ ὕδα τος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος ". εἶτα εἰπὼν ὡς ὁ λόγος ἔργον ἐγένετο· τοῦτο γὰρ δήλοι τὸ " καὶ ἐγένετο οὕτως ". διδάσκει καὶ πῶς ἐγένετο· " ἐποί ησε, γάρ φησιν, ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώ ρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν ". ὁ δὲ πρότερος οὐρανὸς οὐκ ἐκλήθη στε ρέωμα, ἀλλ' οὐρανὸς ἐξ ἀρχῆς ὠνομάσθη· οὗτος γὰρ ἐξ αὐτοῦ τοῦ πράγματος τὴν προσηγορίαν ἐδέξατο, ἐπειδὴ γὰρ ἐκ τῆς ῥοώδους τῶν ὑδάτων οὐσίας συνέστη, καὶ ἡ ῥυτὴ φύσις στεγανωτάτη γέγονε καὶ στερέμνιος προσηγορεύθη στερέωμα. εἶτα ὡς ἄνωθεν ἐπικείμενος, καὶ τοῦ προτέρου οὐρανοῦ τὴν χρείαν ἡμῖν πληρῶν, οὐρανὸς προ σωνομάσθη. διχῆ δὲ διεῖλε τῶν ὑδάτων τὴν φύσιν ὁ τῶν ὅλων Θεός· καὶ τὰ μὲν ἄνωθεν ἐπιτέθεικε τῷ στερεώματι, τὰ δὲ κάτω καταλέλοιπεν ἵνα τὰ μὲν ἄνωθεν ἐπικείμενα τῇ τε ὑγρότητι καὶ ψυχρό τητι μὴ συγχωρῇ τῷ πυρὶ τῶν φωστήρων λωβᾶσθαι τὸ στερέωμα, τὰ δὲ κάτω μεμενηκότα διατρέφῃ τοῖς ἀτμοῖς τὸν ἀέρα διαυαινόμενον καὶ ξηραινόμενον ὑπὸ τοῦ ἄνωθεν ἐπικειμένου πυρός. τοιγαροῦν καὶ ὁ τῷ δευτέρῳ διαπιστῶν οὐρανῷ ἔξω βαίνει τῆς εὐθείας ὁδοῦ· καὶ ὁ πλείους πειρώμενος ἀριθμεῖν μύθοις ἕπεται, τῆς τοῦ θείου πνεύματος διδασκαλίας καταφρονῶν. πληθυντικῶς δὲ θεία γραφὴ τοὺς οὐρανοὺς ὀνομάζει λέ γουσα "οἱ οὐρανοὶ τῶν οὐρανῶν", ἐπειδὴ τῶν ἑβραίων ἡ γλῶττα οὔτε 15 τὸν οὐρανόν, οὔτε τὸ ὕδωρ οἶδεν ἑνικῶς ὀνομάσαι. εὕροι δ' ἄν τις τοιαῦτα πολλὰ καὶ παρὰ τῇ Ἑλλάδι φωνῇ· Ἀθήναν γὰρ τὴν πόλιν οὐδεὶς ἑνικῶς ὀνομάζει, ἀλλ' Ἀθήνας πληθυντικῶς· καὶ ∆ελφῶν πάλιν τὴν πόλιν οὐδεὶς ∆ελφόν, ἀλλὰ ∆ελφοὺς πληθυντικῶς. οὐ τοίνυν ὡς πολλῶν ὄντων οὐρα νῶν οὐρανοὺς οὐρανῶν ἡ θεία εἶπε γραφή, ἀλλὰ τὸ ἰδίωμα φυλάξασα τῆς ἑβραΐδος φωνῆς· ἐπεὶ ἐν ἑτέρῳ ψαλμῷ σαφέστερον ἡμᾶς τοῦτο διδάσ κουσα καὶ παραλιποῦσα τὸ τῆς γλώττης ἐκείνης ἰδίωμα οὕτως ἔφη· " ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ ", ὡς εἶναι δῆλον, ὅτι καθάπερ οὗτος ὁ οὐρανὸς ἡμῖν ἐστιν ὄροφος, ἡ δὲ γῆ ἔδαφος, οὕτως ὁ ὁρώμενος οὐρανὸς ὄροφον ἔχει τὸν ὑπερκείμενον οὐρανόν. XII Τί δή ποτε μίαν εἰπὼν τὴν τῶν ὑδάτων συναγωγήν, πολλὰς μετὰ ταῦτα δηλοῖ; " συνάχθη , γάρ φησι, τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν ". Μία μέν ἐστι τῶν ὑδάτων συναγωγή· τὰ πελάγη γὰρ ἀλλήλοις συνήρμοσ ται· τὰ μὲν κάτωθεν διά τινων ὑπογείων πόρων· τὰ δὲ καὶ κατ' αὐτὴν τὴν ἐπιφάνειαν. πληθυντικῶς δὲ πάλιν τὰς " συναγωγὰς " ὠνόμασεν, ἐπειδὴ ἄλλο μὲν τὸ Ἰνδικὸν πέλαγος, ἄλλο δὲ τὸ Ποντικὸν καὶ τὸ Τυρρηνι κὸν ἕτερον· καὶ ἄλλη μὲν ἡ Προποντίς, ἄλλος δὲ ὁ Ἑλλήσποντος, καὶ ὁ Αἰγαῖος ἕτερος καὶ ἄλλος πάλιν ὁ Ἰώνιος κόλπος. ἔξωθεν δὲ πάλιν ἐπίκειται τὸ μέγιστον πέλαγος, ὅ τινες μὲν Ἀτλαντικόν, τινὲς δὲ Ὠκεανὸν ὀνομάζουσι. τούτου χάριν, ὡς μὲν συνημμένην συναγωγὴν μίαν ὠνόμασεν· ὡς δὲ διῃ ρημένας, συναγωγάς. 16 XIII Τί δή ποτε τὰς οὐκ ἐδωδίμους βοτάνας βλαστῆσαι προσέταξεν ὁ Θεός; Πολλὰ τῶν ἀλόγων ζῴων τὰ γένη· τὰ μὲν θηρία, τὰ δὲ κτήνη προσαγο ρευόμενα· καὶ τὰ μὲν ἑρπετά, τὰ δὲ πετεινά· τούτοις ἅπασι τροφὴν προ ηυτρέπισεν ὁ Θεός, καὶ ταῦτα δὲ τῆς τῶν ἀνθρώπων ἕνεκα πεποίηκε χρείας. αὐτίκα γοῦν καὶ δι' ἡμᾶς αὐτά φησι διατρέφεσθαι· " τῷ ἐξανατέλ λοντι , γάρ φησι, χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων ". τὸ τοίνυν τούτῳ ἄχρηστον, ἐκείνῳ χρήσιμον καὶ τὰ τοῖς ἀνθρώποις οὐκ ἀναγκαῖα, τοῖς δι' αὐτοῦ γεγενημέ νοις ἁρμόδια. πρὸς δὲ τούτοις προορῶν ὁ Θεός, ὅτι καὶ πάθη προσγενήσεται τοῖς ἀνθρώποις, ἅ τε δὴ διὰ τὴν ἁμαρτίαν δεξαμένοις τοῦ θανάτου τὸν ὅρον, οὐ μόνον ἐδωδίμους, ἀλλὰ καὶ ἀλεξικάκους τῶν παθημάτων βοτάνας βλαστῆσαι τῇ γῇ προσέταξε. καὶ τοῦτο μάθοι τις ἂν ἀκριβέστερον παρὰ τῶν τὴν ἰατρικὴν ἠσκημένων τέχνην· ὅτι καὶ τὰ δοκοῦντα εἶναι δηλητήρια, παθῶν ἐστιν