1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

51

ταύτην εἶχε τὴν δυναστείαν· ἀπο κλίνας δὲ εἰς ἀσέβειαν, τῆς ἐξουσίας ἐξέπεσε. καὶ τούτοις δὲ δώσειν ἐπηγ γείλατο, τὰς ἐντολὰς καὶ τὸν νόμον φυλάττουσιν. LX Τὴν σκηνὴν τί δήποτε προσέταξεν ὁ Θεὸς γενέσθαι; Αὐτὸς ὁ δεσπότης Θεὸς τὴν αἰτίαν δεδήλωκεν· ἔφη δὲ οὕτω· " καὶ ποιήσεις μοι ἁγίασμα, καὶ ὀθφήσομαι ἐν ὑμῖν. καὶ ποιήσεις κατὰ πάντα ὅσα ἐγὼ δείκνυμί σοι ἐν τῷ ὄρει, τὸ παράδειγμα τῆς σκηνῆς, καὶ τὸ παράδειγμα τῶν σκευῶν αὐτῆς ". ἐπειδὴ γὰρ ἐν τῷ Σινᾶ ὄρει τὸν νόμον ἐδεδώκει- εἰκὸς δὲ ἦν τινας ὑποτοπῆσαι περιγεγράφ θαι τὸ θεῖον-ἐκέλευσε γενέσθαι σκηνήν· ἵν' ἐκεῖθεν τὴν οἰκείαν ποιούμενος ἐπιφάνειαν, ἐκπαιδεύῃ τὸν λαὸν τὴν εὐσέβειαν, ὥσπερ γὰρ τὴν ἐπηγ γελμένην αὐτῶν ἀπειληφότων γῆν νεὼν γενέσθαι προσέταξε καὶ τὰς θείας ἐκεῖ γίνεσθαι λειτουργίας ἐνομοθέτησεν, ἵνα μὴ ἀδεῶς τοῦτο δρῶν τες, τῇ τῶν ἀλιτηρίων δαιμόνων περιπέσωσι πλάνῃ, οὕτως ὁδοιποροῦσι 140 καὶ τὴν ἔρημον διαβαίνουσι, σκηνὴν ποιῆσαι προσέταξε, μεταβῆναι καὶ αὐτὴν δυναμένην· ἵνα καὶ τὰς προσευχὰς καὶ τὰς ἱερουργίας ἐν ταύτῃ προσφέρωσι. καὶ ταῦτα δὲ τῆς αὐτῶν ἕνεκα γεγένηται χρείας. ἐπειδὴ γὰρ ἐν τῷ ὄρει τοῦ μεγάλου Μωϋσέως πλείους διατρίψαντος ἡμέρας, πρὸς τὸν Ἀαρὼν ἔφασαν· " ποίησον ἡμῖν θεοὺς οἳ προ πορεύσονται ἡμῶν "· καὶ τὴν εἰκόνα τοῦ μόσχου κατασκευά σαντες, ἐβόων χορεύοντες· " οὗτοι οἱ θεοί σου Ἰσραήλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου ". τὴν σκηνὴν ταύτην γενέσθαι προσέταξεν ὁ Θεὸς καὶ ἀπαιρόντων ἡγεῖσθαι νενομο θέτηκε, καὶ αὐλιζομένων ἵστασθαι· ὥστε καὶ τοὺς ἱερέας ἐν αὐτῇ τὰς θυσίας ἐπιτελεῖν· εἶχε δὲ αὐτὴ τῆς κτίσεως τὴν εἰκόνα. ὥσπερ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν δημιουργήσας ὁ δεσπότης Θεός, μέσον πάλιν ἐξέτεινε τὸ στερέωμα, καὶ διώρισε τὰ ὑπερῷα τῶν κάτω· οὕτω μίαν μὲν γενέσθαι προσέταξε τὴν σκηνήν, τριάκοντα μὲν πήχεων τὸ μῆκος, δέκα δὲ τὸ εὖρος ἔχουσαν· ἐν μέσῳ δὲ τὸ παραπέτασμα διατείνας, ἐν τύπῳ τοῦ στερεώμα τος διχῇ διεῖλεν αὐτὴν καὶ τὸ μὲν παρὰ τὴν θύραν μέρος ἐκάλεσεν ἅγια, τὸ δὲ τοῦ παραπετάσματος ἔνδον, ἅγια ἁγίων ὠνόμασε καὶ ὥσπερ λέγει ∆αβὶδ " ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων ". οὕτως ἔξω μὲν τοῦ καταπετάσματος εἰσιτητὸς ἦν τοῖς ἱερεῦσι· τὰ δὲ ἔνδον ἄψαυστα ἦν καὶ ἄδυτα καὶ ἀνάκτορα. τὸν ἀρχιερέα γὰρ μόνον ἅπαξ τοῦ ἔτους νό μος ἦν εἰσιέναι. ἦν δὲ ἐκεῖ τὰ τῶν χερουβὶμ εἰκάσματα, τύπον τῶν ἀσω μάτων δυνάμεων ἔχοντα· ἐν μέσῳ δὲ τούτων ἡ κιβωτὸς ἔκειτο, τὰς πλά κας ἔχουσα τοῦ νόμου, καὶ τὴν στάμνον τοῦ μάννα, καὶ τὴν ῥάβδον Ἀα ρὼν τὴν βλαστήσασαν. ἐπέκειτο δὲ ταύτῃ τὸ ἱλαστήριον, ταῖς πτέρυξι 141 τῶν χερουβὶμ σκιαζόμενον· ἐν τούτῳ δὲ ὁ τῶν ὅλων Θεὸς τὴν οἰκείαν ἐπι φάνειαν ἐποιεῖτο. ἐπειδὴ γὰρ ἡ θεία φύσις ἀνείδεός τε καὶ ἀσχημάτιστος, ἀόρατός τε καὶ ἀπερίληπτος, καὶ τῆς τοιαύτης οὐσίας εἰκόνα τεκτήνασθαι παντάπασι τῶν ἀδυνάτων, τὰ σύμβολα τῶν μεγίστων αὐτοῦ δωρεῶν ἔνδον κεῖσθαι προσέταξεν. αἱ μὲν γὰρ πλάκες τὴν νομοθεσίαν ἐδήλουν, τὴν δὲ ἱερωσύνην ἡ ῥάβδος, τὸ δὲ μάννα τὴν ἐν ἐρήμῳ τροφὴν καὶ τὸν ἀχειροποίητον ἄρτον· τὸ δέ γε ἱλαστήριον τῆς προφητείας σύμβολον ἦν· ἐκεῖθεν γὰρ αἱ προρρήσεις ἐγίνοντο. ὥσπερ γὰρ " ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται ", οὕτω διὰ τούτων ὁ μεγαλόδωρος ἐγνω ρίζετο. τὰ μὲν οὖν ἔνδον τῆς σκηνῆς τῶν ἐπουρανίων εἶχε τὸν τύ πον, διὸ καὶ ἅγια τῶν ἁγίων ὠνόμαστο. καὶ ὅτι τοῦτο ἀληθές, μάρτυς ὁ θεῖος ἀπόστολος οὑτωσὶ λέγων· " οὐ γὰρ εἰς χει ροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς ἀντίτυ πα τῶν ἀληθινῶν· ἀλλ' εἰς αὐτὸν τὸν οὐρα νόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν ". καὶ πάλιν περὶ τῆς θείας ἐλπίδος διαλεγόμενος καὶ ταῦτα προστέθεικεν· " ἣν ὡς ἄγκυραν ἔχομεν ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτε ρον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς γενόμενος ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ ". οὐκοῦν τὰ μὲν ἔνδον τοῦ καταπε τάσματος τὴν τῶν ἐπουρανίων εἶχεν εἰκόνα· τὰ δὲ ἐκτὸς τῶν ἐπιγείων· διὸ καὶ τοῖς ἱερεῦσι διηνεκῶς