1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

62

ἐξετάζειν. πολλάκις γὰρ ἕτερα δι' ἑτέρων διδάσκει, καὶ τοῦτο ῥᾴδιον ἐντεῦθεν καταμαθεῖν. εἰ γὰρ ἡ τεκοῦσα ἀκάθαρτος καὶ ἡ ἐγκύμων ἀκάθαρτος, οἶμαι τοίνυν τὸν νόμον διαναπαύεσ θαι κελεύειν αὐτὴν ὡς σφόδρα πεπονηκυῖαν, καὶ τῶν πικρῶν ὠδίνων ἀνασχομένην. ἀλλ' εἰ τοῦτο ἁπλῶς οὕτως διηγόρευσεν, οὐκ ἂν ἐκράτησαν τῆς ἐπιθυμίας οἱ ἄνδρες· ἀκάθαρτον δὲ αὐτὴν διδασκόμενοι, φεύγουσι τὴν κοινωνίαν, ἵνα μὴ τῆς ἀκαθαρσίας μετάσχωσιν. οὐκοῦν ὁ νόμος τῷ τῆς ἀκαθαρσίας λόγῳ τὴν ὄρεξιν σβέννυσι. τὴν δὲ διαφορὰν τῶν ἡμε ρῶν τινὲς οὕτως ἡρμήνευσαν, ὅτι πλείονα πόνον ὑπομένουσιν αἱ γυ ναῖκες γεννῶσαι τὰ θήλεα· διὸ διπλάσιον αὐταῖς εἰς ἀνάπαυλαν ἀπένειμε χρόνον. XV Τί βούλεται ὁ περὶ τῆς λέπρας νόμος; ∆ιὰ τῶν σωματικῶν παθημάτων τῆς ψυχῆς ἐπιδείκνυσι τὰ νοσήματα· καὶ διὰ τῶν ἀκουσίων τῶν ἑκουσίων κατηγορεῖ. εἰ γὰρ τὰ φυσικὰ δοκεῖ πως εἶναι ἀκάθαρτα, πολλῷ μᾶλλον τὰ γνωμικά. λέγει δὲ καὶ λέπρας διαφοράν· ἐπειδὴ καὶ ἁμαρτημάτων ἐστὶ διαφορά· καὶ ἀρχὴ λέπρας, 168 ἐπειδὴ καὶ ἀρχὴ ἁμαρτίας. ἀλλ' ὥσπερ τὴν λέπραν ὁ ἱερεὺς διακρίνει, οὕτως χρὴ καὶ τῶν τῆς ψυχῆς ἁμαρτημάτων αὐτὸν εἶναι κριτήν. λεπρὸν δὲ καλεῖται τὸ ποικίλον τοῦ χρώματος· οὕτω κακία προσγενομένη ψυ χῇ, λέπραν αὐτὴν ἀπεργάζεται. XVI ∆ιὰ τί τὸν ὅλον λεπρὸν γενόμενον καθαρὸν ὀνομάζει; Φιλανθρωπίας καὶ οὗτος ὁ νόμος μεστός. ὥσπερ γὰρ ἐπὶ τοῦ θνησιμαίου διηγόρευσεν, εἰ μὲν εἰς ἀγγεῖον ἐμπέσοι, ἀκάθαρτον εἶναι· εἰ δὲ εἰς πηγὴν ἢ λάκκον, οὐκέτι· οὕτω τὸν ποικίλον δεξάμενον χρῶμα τῶν ἄλλων ἀπο κρίνει, ὡς ἐλπίδα καθάρσεως ἔχοντα· τὸν δὲ ὁλόλευκον γενόμενον, ἀνα μίγνυσθαι κελεύει τοῖς ἄλλοις, ἵνα μὴ παρὰ πάντα τὸν βίον τῶν ἄλλων ἀνθρώπων κεχωρισμένος διάγῃ. καὶ τοῦτο δὲ τῶν πνευματικῶν ἐστι τύπος. τοῖς μὲν γὰρ πιστοῖς ἁμαρτάνουσιν οὐδὲ συνεσθίειν ὁ θεῖος κε λεύει νόμος. τοῖς δέ γε ἀπίστοις εἰς ἑστίασιν καλοῦσιν οὐ κωλύει συνεσ τιᾶσθαι. λέγει δὲ οὕτως ὁ θεῖος ἀπόστολος· " ἐάν τις κάλῃ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνον τες ", καὶ τὰ ἑξῆς. περὶ δὲ τῶν ἁμαρτανόντων πιστῶν οὕτως ἔφη· " ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ μέθυσος ἢ λοί δορος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν ". καὶ πάλιν· " στέλλεσθε ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος ". οὗτος τοίνυν ἔοικε τῷ ἐκ μέρους λεπρῷ, ὁ δὲ ἄπιστος τῷ πᾶσαν τὴν φυσικὴν ἀπολέσαντι χροιάν. ἀλλὰ τούτοις καὶ προσδιαλεγόμεθα καὶ συναναστρεφόμεθα· ἐκείνοις δὲ οὐκέτι. καὶ τούτου μάρτυς ὁ θεῖος ἀπόστολος· " ἔγραψα γὰρ ὑμῖν, 169 φησί, μὴ συναναμίγνυσθαι πόρνοις "· καὶ " οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις ἀλλ' ἐάν τις ἀδελφὸς ὀνο μαζόμενος " καὶ τὰ ἑξῆς. καθαρὸν μέντοι κέκληκε τὸν ὅλον γεγενη μένον λευκόν, οὐχ ὡς ὑγιὲς ἔχοντα τὸ σῶμα ἀλλ' ὡς μηκέτι τοὺς πελά ζοντας κατὰ τὸν νόμον μολύνοντα. XVII ∆ιὰ τί τοῦ λεπροῦ ἀκάλυπτον εἶναι κελεύει τὴν κεφαλὴν καὶ τὰ ἱμάτια παραλελυμένα; Ἵνα γνώριμος ᾖ καὶ μὴ μεταλαγχάνωσι τῆς ἀκαθαρσίας οἱ πελάζοντες. οὕτως ὁ ἀπόστολος περὶ τῶν ἁμαρτανόντων ἔφη· " στέλλεσθε ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπα τοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρε λάβετε παρ' ἡμῶν ". καὶ " ἐάν τις ἀδελφὸς ὀνο μαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολά τρης ἢ μέθυσος ἢ λοίδορος ἢ ἅρπαξ τῷ τοιού τῳ μηδὲ συνεσθίειν ". XVIII Πῶς ἐν τοῖς ἱματίοις λέπρα ἐγίνετο; Πολλὰς ὁ Θεὸς αὐτοῖς παιδείας τοιαύτας ἐπήγαγεν· αὐτίκα γοῦν καὶ περὶ λεπρῶν οἴκων οὕτως ἔφη· " ὡς ἂν εἰσέλθητε εἰς τὴν γῆν τῶν χαναναίων ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ δώσω ἁφὴν λέπρας ἐν ταῖς οἰκίαις τῆς γῆς τῆς ἐγκτήτου ὑμῶν ", καὶ τὰ ἑξῆς. διδάσκει δὲ διὰ τούτων, ὅτι θεή 170 λατοι ἦσαν πληγαί, πότε μὲν κατὰ ἱματίων, πότε δὲ κατὰ οἰκιῶν φερό μεναι. ταῦτα δὲ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν δηλοῖ. τῶν γὰρ ἀνθρώπων ἁμαρτανόντων ἱματίοις καὶ οἰκίαις ἐπέφερε τὰς πληγάς, διὰ τούτων τοῖς ταῦτα κεκτημένοις τὴν θεραπείαν προσφέρων.