1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

40

Μωϋσῇ ". τὸ δὲ " καθάπερ ἐλάλησε ", τὴν πρόγνωσιν τοῦ Θεοῦ δηλοῖ, ἀντὶ τοῦ, οὐδὲν τούτων ἠγνόησεν ὁ τῶν ὅλων Θεός, ἀλλ' ἐξ ἀρχῆς προείρηκε, ταῦτα δὲ πάντα διεξῆλθον δεῖξαι βουλόμενος, ὡς οὔτε φύσεως ἦν ὁ Φαραὼ πονηρᾶς, οὔτε ὁ δεσπότης Θεὸς σκληρὰν αὐτοῦ καὶ ἀντίτυπον τὴν γνώμην εἰργάσατο· ὁ γὰρ νῦν μὲν εἰς τοῦτο ῥέπων, νῦν δὲ εἰς ἐκεῖνο, δείκνυσι τὸ τῆς γνώμης αὐθαίρετον, ἵνα δὲ καὶ ἔκ τινος εἰκόνος τὸ ἀμφιβαλλόμενον διαλύσω· ὁ ἥλιος τῇ τῆς θέρμης ἐνερ γείᾳ τὸν μὲν κηρὸν ὑγραίνει, τὸν δὲ πηλὸν ξηραίνει, καὶ τὸν μὲν μαλάτ τει, τὸν δὲ σκληρύνει. ὥσπερ τοίνυν οὗτος τῇ ἐνεργείᾳ τῇ μιᾷ τὰ ἐναντία ποιεῖ, οὕτω τῇ τοῦ Θεοῦ τῶν ὅλων μακροθυμίᾳ, οἱ μὲν ὠφέλειαν, οἱ δὲ βλάβην καρποῦνται· καὶ οἱ μὲν μαλάττονται, οἱ δὲ σκληρύνονται. τοῦτο καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις δεδήλωκεν· " εἰς κρῖμα, γάρ φησιν, ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται ". τοῦτο δὲ οὐ τοῦ δεσπότου δηλοῖ τὸν σκοπόν. οὐδὲ γὰρ τούτου χάριν ἐλήλυθεν, ἵνα τυφλοὺς ἀποφήνῃ τοὺς βλέποντας, ἀλλὰ τὸ γεγενημένον δεδήλωκεν· " αὐτὸς μὲν γὰρ βούλεται 109 πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν ". ἐπειδὴ δὲ τὸ αὐθαίρετον ἔχει τῶν ἀνθρώ πων ἡ φύσις, οἱ μὲν πεπιστευκότες τῆς σωτηρίας ἀπήλαυσαν, οἱ δὲ ἀπισ τήσαντες πρόξενοι ἑαυτοῖς τῆς γεέννης γεγένηνται. οὕτως ὁ Ἰούδας βλέπων- ἀπόστολος γὰρ ἦν-ὕστερον ἐτυφλώθη· ὁ δὲ θεσπέσιος Παῦλος τυφλὸς ὢν πρότερον, ἀνέβλεψεν ὕστερον. οὕτω διὰ τῆς τοῦ σωτῆρος ἐπιφανείας ἐτυφλώθησαν μὲν τῶν ἰουδαίων οἱ πλεῖστοι, ἀνέβλεψαν δὲ τὰ ἔθνη. οὐ μήν, ἐπειδή τινες ἔμελλον ἀπιστήσειν, ἐχρῆν μὴ γενέσθαι τὴν κατὰ σάρκα τοῦ σωτῆρος ἡμῶν οἰκονομίαν· τοῦτο γὰρ ἀπεστέρει τὴν οἰκουμένην τῆς σωτηρίας. οὕτω καὶ ὁ θειότατος ἔφη Συμεών· " ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολ λῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγό μενον ". κἀκεῖνο μέντοι εἰδέναι χρή, ὡς τὸν παρόντα βίον ὁ τῶν ὅλων Θεὸς στάδιον τοῖς ἀνθρώποις ἀπέφηνεν, ἵν' ἐν τούτῳ ἀγωνιζόμενοι, δη λώσωσι τὸν οἰκεῖον σκοπόν· ἐν δέ γε τῷ μέλλοντι τὴν δικαίαν ποιούμενος κρίσιν, τοὺς μὲν ὡς νικηφόρους ἀγωνιστὰς στεφανώσει, τοὺς δὲ κολάσει ὡς τῆς κακίας ἐργάτας γεγενημένους. ἐπειδὴ δὲ οὐχ ἅπαντες τῷ μέλλοντι πιστεύουσι βίῳ, μάλα σοφῶς ὁ τῶν ὅλων Θεὸς καὶ κολάζει τινὰς ἐν τῷδε τῷ βίῳ πονηρίᾳ συνεζηκότας, καὶ αὖ πάλιν ἄλλους ἀνακηρύττει εὐσε βείας πεφροντικότας ὡς μάλιστα. τούτου χάριν ὁ θεῖος ἀπόστολος, τι νὰς μὲν " σκεύη ὀργῆς ", τινὰς δὲ " σκεύη ἐλέους " ὠνόμα σεν, ἐπειδὴ δι' ἐκείνων μὲν δῆλος γίνεται κολάζων ἐνδίκως ὁ δεσπότης Θεός, διὰ δὲ τούτων ἐπιμελείας παντοδαπῆς ἀξιῶν καὶ προμηθείας τοὺς τῆς ἀρετῆς ἀθλητάς. ἴδοι δ' ἄν τις καὶ τῶν σωμάτων τοὺς ἰατροὺς τομαῖς καὶ καυτῆρσι χρωμένους, καὶ τοὺς κεκρυμμένους χυμοὺς καὶ χαλεπὴν τὴν νόσον ἐργαζομένους, ἀναμοχλεύοντας καὶ ἐξάγοντας, καὶ τὰ λαν θάνοντα πάθη δῆλα ποιοῦντας. οὕτως καὶ ὁ τῶν ὅλων Θεὸς τῶν λογισ μῶν τὴν πονηρίαν ταῖς παιδείαις γυμνοῖ. τοῦτο γὰρ καὶ ἐν τῷ ∆ευτε 110 ρονομίῳ πρὸς τὸν Ἰσραὴλ ἔφη " καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἣν ἤγαγέ σε Κύριος ὁ Θεός σου τεσ σαρακοστὸν ἔτος ἐν τῇ ἐρήμῳ, ὅπως κακώσῃ σε καὶ πειράσῃ σε καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρ δίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ, ἢ οὔ. καὶ ἐκάκωσέ σε καὶ ἐλιμαγχόνησέ σε ", καὶ τὰ ἑξῆς. καθάπερ δὲ πάλιν οἱ ἰατροὶ τοὺς ἀνηκέστως διακειμένους πολλῶν παρόν των τέμνουσιν, οὐκ ἐκείνοις τοσοῦτον ἐπικουροῦντες- ἴσασι γὰρ αὐτῶν τὴν νόσον ἀνίατον-, ἀλλὰ τοὺς φοιτητὰς τὸν τῆς ἰατρείας διδάσκοντες τρόπον, οὕτω καὶ τὸν Φαραὼ ὠμοτάτῃ καὶ θηριώδει χρησάμενον γνώ μῃ ταῖς παντοδαπαῖς τιμωρίαις ὑπέβαλεν ὁ Θεός, πάντας ὡς ἐπίπαν διδάσκων ἀνθρώπους, ὡς αὐτὸς ἰθύνει τὴν κτίσιν, καὶ τοῖς μὲν ἀδικου μένοις ἐπαμύνει δικαίως, κολάζει δὲ τοὺς ἀδικοῦντας ἐν δίκῃ. τοῦτο γὰρ καὶ πρὸς αὐτὸν ἔφη τὸν Φαραώ, " ἕνεκεν τούτου διετηρή θης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ ". ὅτι δὲ πάντοσε διέδραμε τῶν πεπραγμένων