1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

109

ἐπορεύθη, γάρ φησιν, Ἐγλώμ, καὶ ἐπάταξε τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἐκληρονόμησε τὴν πόλιν τῶν φοινί κων ". καὶ μετ' ὀλίγα· " καὶ Ἐγλὼμ ἀνέστρεψεν ἀπὸ τῶν εἰδώλων τῶν ἐν Γαλγάλοις. καὶ εἶπεν Ἀὼδ τῷ Ἐγλώμ· λόγος μοι κρύφιος πρὸς σέ, βασι λεῦ ". ἡ δὲ Γάλγαλα τῇ Ἰεριχὼ πελάζει. φλόγα δὲ τὸ σιδήριον τῆς μαχαίρας ὠνόμασε, παραξιφίδα δὲ τὴν λαβήν. τοῦτο γὰρ λέγει· " καὶ ἔλαβε τὴν μάχαιραν αὐτοῦ ἀπὸ τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ καὶ ἐνέπηξεν αὐτὴν εἰς τὴν κοιλίαν Ἐγλὼμ καὶ ἐπεισήνεγκεν καὶ τὴν λαβὴν ὀπίσω τῆς φλογὸς καὶ ἀπέκλεισε τὸ στέαρ τὴν παρα ξιφίδα ". X Τὰ κατὰ τὸν Ἰαβὶν τὸν βασιλέα Ἀσὼρ ἱστορεῖ καὶ ἡ ἱστορία τοῦ Ἰησοῦεἰ τοίνυν ἐπ' ἐκείνου ἀνῃρέθη, πῶς μετὰ πολὺν χρόνον ἐπανέστη τῷ Ἰσ ραήλ; Ἄλλος ἦν ἐκεῖνος καὶ ἄλλος οὗτος· ὁμώνυμοι δὲ ἦσαν, τὴν αὐτὴν ἐσχηκότες βασιλείαν. εἰκὸς δὲ τοῦτον καὶ υἱὸν ἐκείνου γενέσθαι. ἔστι γὰρ πολλοὺς 297 εὑρεῖν τὰς τῶν πατέρων ἐσχηκότας προσηγορίας· αὐτίκα γοῦν Κωνσταν τίνου τοῦ βασιλέως ὁ πρῶτος υἱὸς Κωνσταντῖνος ὠνόμασται. XI Ἀλλ' ἡ τοῦ Ἰησοῦ ἱστορία οὐ μόνον τὸν Ἰαβὶν εἶπεν ἀνῃρῆσθαι ἀλλὰκαὶ τὴν Ἀσὼρ ἐμπρησθῆναι. Οὐδὲν ἀπεικὸς καὶ τότε κατασκαφῆναι καὶ αὖθις οἰκοδομηθῆναι. πλὴν ἐνταῦθα μέμνηται μὲν τῆς Ἀσώρ, οὐ μὴν ἐν αὐτῇ κατοικεῖν αὐτὸν ἔφησεν, ἀλλὰ τὴν Ἀσηρώθ. ἐπισημαντέον δὲ καὶ τοῦτο, ὅτι κιναίους τοὺς ἀπογό νους τοῦ Ἰοθὼρ καλεῖ. XII Τί δήποτε γυνὴ προφητεύει; Ἐπειδὴ ἀνδρῶν καὶ γυναικῶν μία ἡ φύσις. ἐκ γὰρ τοῦ Ἀδὰμ ἡ γύνη διεπλάσθη καὶ λόγου μετείληχεν ὡς ἐκεῖνος. διὸ καὶ ὁ ἀπόστολός φησιν, " ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔνι ἄρσεν καὶ θῆλυ ". οὕτω καὶ Μωϋσῆς προφήτης καὶ Μαριὰμ προφῆτις. οἶμαι δὲ τὴν ∆εββώραν εἰς ἔλεγχον τῶν τότε ἀνδρῶν τῆς προφητείας ἀξιωθῆναι. οὐδενὸς γὰρ ἐξ ἐκείνων εὑρεθέντος ἀξίου τῆς χάριτος, αὕτη τῆς τοῦ παναγίου πνεύ ματος τετύχηκε δωρεᾶς· καὶ οὕτω δήλη ἦν, ὅτι τῆς ἄνωθεν ἠξίωτο χάρι τος, ὡς τὸν Βαρὰκ μὴ τολμῆσαι δίχα ταύτης εἰς τὴν παράταξιν ἐξελθεῖν· τοῦτο δὲ καὶ ἐν τῇ ᾠδῇ αὐτῆς ἔφη· " ἐξέλιπον οἱ κρατοῦντες ἐν τῷ Ἰσραήλ, ἕως οὗ ἐξανέστη ∆εββώρα μήτηρ ἐν Ἰσραήλ ". λέγει δὲ καὶ τὴν τῶν ὁμοφύλων ἀσέβειαν· " ᾑρέ τισαν θεοὺς κενοὺς ὡς ἄρτον κρίθινον ". τὴν πολλὴν 298 αὐτῶν ἀφροσύνην διὰ τῆς εἰκόνος ἤλεγξεν. ὥσπερ γὰρ ἀνόητος ὁ τῶν πυρίνων ἄρτων προτιμῶν τοὺς κριθίνους, οὕτως ἄγαν ἐμβρόντητος, ὁ τοὺς ψευδωνύμους θεοὺς τοῦ ἀληθινοῦ προτιθείς. δηλοῖ δὲ αὐτῆς καὶ τὸ πιστὸν τῆς γνώμης· " ἐὰν γὰρ ἴδω, φησί, σειρομαστῶν τεσσαράκοντα χιλιάδας, ἡ καρδία μου ἐπὶ τὰ διατεταγμένα τῷ Ἰσραήλ ". ταῦτα δὲ ὁ θεῖος διηγόρευσε νόμος. " ἐὰν γὰρ ἴδῃς, φησίν, πλῆθος πολεμίων καὶ ἅρματα καὶ ἵππον μὴ φοβηθῇς, ὅτι Κύριος ὁ Θεός σου πολεμήσει ὑπὲρ σοῦ ". κελεύει δὲ οὐ μόνον τοῖς πένησιν ἀλλὰ καὶ τοῖς ἐπὶ πλούτῳ μέγα φρονοῦσιν, ὑμνεῖν τὸν Θεόν. " οἱ δυ νάσται, γάρ φησι, τοῦ λαοῦ εὐλογεῖτε τὸν Κύριον, ἐπιβεβηκότες ἐπὶ ὑποζυγίων φθέγξασθε φωνὴν ἀνακρουομένων ἀνὰ μέσον εὐφραινομένων. ἐκεῖ δώσουσι δικαιοσύνην τῷ Θεῷ". "μοσφαθὲ " δὲ " ἀγρ οὶ " ἑρμηνεύονται, " ἀμαδαρὼθ " δὲ " ἀβλεψία "· τὸ δὲ καὶ " ἀρᾶσθαι ἐν τῷ κραταιῷ ". διδασκόμεθα δὲ διὰ τῆς ἱστορίας, ὡς πατρικῇ φιλοστοργίᾳ κεχρημένος ὁ δεσπότης Θεὸς καὶ παρανομοῦντα τὸν λαὸν παρεδίδου τοῖς ἀλλοφύλοις· οἷόν τινι ῥάβδῳ κεχρημένος καὶ μάστιγι καὶ πάλιν μεταμελόμενος ἐλέει, καὶ παντοδαπῆς ἠξίου κηδεμονίας αὐτίκα γοῦν μετὰ τὴν διὰ τῆς ∆εββώρας εὐεργεσίαν, εἰς ἀσέβειαν ἐξοκεί λαντα μαδιηναίοις παρέδωκεν. εἶτα μετὰ τὴν παιδείαν, τῆς ἐπικουρίας ἠξίωσε. διά τινος δὲ τοῦ προφήτου πρῶτον ἐξήλεγξεν αὐτῶν τὴν ἀσέβειαν. ἀνέμνησε δὲ καὶ τῶν εὐεργεσιῶν ὧν ἀπήλαυσαν· εἶτα διά τινος ἀγγέλου 299 τὸν Γεδεὼν παραθαρρύνας παρατάξασθαι τοῖς πολεμίοις ἐκέλευσεν. XIII Τί ἐστι· " πορεύου ἐν τῇ ἰσχύϊ σου ταύτῃ καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ "; Προτραπεὶς ὑπὸ τοῦ ἀγγέλου στρατηγῆσαι, καὶ τοῦ πολέμου καταθαρ ρῆσαι, ἔφη πρὸς αὐτόν· " καὶ εἰ ἔστι Κύριος ἐν ἡμῖν, ἵνα τί εὗρεν ἡμᾶς πάντα τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστι τὰ θαυμάσια αὐτοῦ, ὅσα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν, λέγοντες ὅτι ἐξ Αἰγύπτου ἀνήγα γεν ἡμᾶς