1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

13

κἀκεῖνος ὠνόμασται· οὐ ταύτην παρὰ τοῦ Θεοῦ τῶν ὅλων τὴν φύσιν δεξάμενος· ἀγαθὸς γὰρ ἐκτίσθη καὶ ταῖς ἀσωμάτοις συνεδημιουργήθη δυνά μεσιν· ἐπειδὴ δὲ ἑκὼν εἰς πονηρίαν ἀπέκλινε καὶ τῆς τιμῆς ἧς ἐξ ἀρχῆς ἔλαχεν ἐστερήθη καὶ εἰς τὴν γῆν ἀπερρίφη. καὶ αὐτὸ δὲ τὸ ζῷον εἰς ὄνησιν τῶν ἀνθρώπων ἐδέξατο τὴν ἀράν· ὁρῶντες γὰρ τὸν ὄφιν ἐπὶ τῆς γῆς συρόμενον τε καὶ ἰλυσσώμενον, τῆς ἀρχαίας ἀρᾶς ἀναμιμνησκόμεθα· καὶ μανθάνομεν ὡς ἡλίκων πρόξενος ἡ ἁμαρτία κακῶν, οὐ μόνον τοῖς ταύτην ἐνεργοῦσιν, ἀλλὰ καὶ τοῖς ὑπουργοῦσι. καὶ αὐτὸς μὲν ὁ ὄφις οὐδεμίαν ἐντεῦθεν δέχεται βλάβην, οὕτω βαδίζειν πεφυκώς· ἐν τῇ φύσει γὰρ ἔχει τὸ τοιόνδε τῆς κινήσεως εἶδος· οὐδὲν δὲ τῶν φυσικῶν φορτικὸν εἶναι δοκεῖ. ὁ δὲ ἄνθρωπος πολλὴν ἐντεῦθεν ὠφέλειαν καρποῦται. XXXV ∆ιὰ τί δὲ τὸν ὄφιν ἐδημιούργησεν ὁ Θεός, ὄργανον αὐτὸν προειδὼς τῆς πονηρίας ἐσόμενον; Τοῦτο ἄν τις εἴποι καὶ περὶ τοῦ ἀνθρώπου· προῄδει γὰρ ὡς καὶ αὐτὸς τὴν ἐντολὴν παραβήσεται. ἄλλως τε ῥᾴδιον ἦν τῷ διαβόλῳ, καὶ δι' ἑτέ ρου θηρίου τὴν ἀπάτην προσενεγκεῖν. XXXVI ∆ιὰ τί δὲ τὸν διάβολον ἐποίησεν εἰδὼς τοιοῦτον ἐσόμενον; Ὁ Θεὸς πᾶσαν τῶν ἀσωμάτων τὴν φύσιν ἐδημιούργησε, λογικὴν αὐτὴν καὶ ἀθάνατον ἀποφήνας· τοῦ λογικοῦ δὲ τὸ αὐτεξούσιον ἴδιον. τούτων δὲ οἱ μὲν τὴν περὶ τὸν ποιητὴν ἐφύλαξαν εὔνοιαν, οἱ δὲ εἰς πονηρίαν ἀπέκ λιναν· τοῦτο δὲ καὶ ἐπὶ τῶν ἀνθρώπων ἔστιν εὑρεῖν· οἱ μὲν γάρ εἰσι τῆς ἀρετῆς ἐρασταί, οἱ δὲ τῆς κακίας ἐργάται. εἰ τοίνυν μέμφεταί τις τῇ τῶν πονηρῶν δημιουργίᾳ, ἀποστερεῖ ἄρα τῶν τῆς νίκης βραβείων τοὺς τῆς 36 ἀρετῆς ἀθλητάς· εἰ γὰρ μὴ ἐν τῇ αἱρέσει τῆς γνώμης εἶχον τὸν πόθον τῆς ἀρετῆς, ἀλλὰ ἐμπεφυκὸς τὸ ἄτρεπτον, ἔλαθον ἂν οἱ ἀξιόνικοι τῆς εὐσεβείας ἀγωνισταί· ἐπειδὴ δὲ τὴν αἵρεσιν τῶν ἀγαθῶν καὶ τῶν ἐναν τίων ἔχει ἡ γνώμη, δικαίως καὶ οὗτοι τυγχάνουσι τῶν νικηφόρων στε φάνων κἀκεῖνοι δίκας τιννύουσιν ὑπὲρ ὧν κατὰ γνώμην ἐξήμαρτον. XXXVII Ἀγαθὸν τὸν Θεὸν ὀνομάζοντες, πῶς αὐτῷ περιάπτετε τοσαύτην ἀποτο μίαν; ὠμότητος γὰρ καὶ ἀπηνίας, τὸ διὰ βρῶσιν ὀλίγην τοσαύτην ἐπε νεγκεῖν τιμωρίαν, οὐ τοῖς ἡμαρτηκόσι μόνον, ἀλλὰ καὶ τοῖς ἐξ ἐκείνων βεβλαστηκόσι. Πρῶτον πεπεῖσθαι προσήκει τοὺς εὐσεβεῖν προαιρουμένους, ὡς πᾶν ὁτιοῦν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γινόμενον ἢ κελευόμενον, καὶ ὅσιον καὶ δίκαιον καὶ ἀγαθὸν καὶ φιλάνθρωπον. εἰ γὰρ ταῦτα πάντα ἔχειν αὐτὸν ὁμολογοῦμεν, καὶ τᾶ ὑπ' αὐτοῦ οἰκονομούμενά τε καὶ προσταττόμενα χρὴ τοιαῦτα εἶναι νομίζειν. ἔπειτα εἰδέναι δεῖ, ὡς πᾶς νόμος, κἂν περὶ σμικρῶν τινων διαγορεύῃ τὴν ἴσην ἔχει δύναμιν τῷ τὰ μέγιστα κελεύοντι ποιεῖν ἢ ἀπαγορεύοντι δρᾶν· καὶ διαφερόντως πᾶς θεῖος νόμος. αὐτίκα γοῦν ὁ περιτέμνεσθαι κελεύων, οὐδεμίαν παραβαινόμενος τῷ πέλας ἐρ γάζεται βλάβην. ἀλλ' ὅμως ὁ νομοθέτης φησίν, ὅτι " πᾶς ἀπερίτ μητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξολοθρευθήσεται ". καὶ ἣν ὥρισε τοῖς ἀνδρο φόνοις καὶ τοῖς μοιχοῖς τιμωρίαν, ταύτην καὶ τούτῳ ἐκλήρωσεν. Ἐπειδὴ δὲ εἰκὸς τοὺς δυσωνύμους αἱρετικοὺς ἄντικρυς τῇ παλαίᾳ πολεμοῦντας γραφῇ καὶ τοῦδε κατηγορῆσαι τοῦ νόμου, ἐκ τῆς εὐαγγελικῆς νομοθε σίας τὰς ἀποδείξεις ποιήσομαι· εὑρίσκομεν γὰρ ἐν ἐκείνοις τοῖς νόμοις τὸν λάγνως ὁρῶντα γύναιον μοιχείας κρινόμενον· καὶ τὸν εἰκῇ ὀργιζό μενον, ἔνοχον ὄντα τῇ κρίσει· τὸν δὲ ῥακὰ τὸν ἀδελφὸν ὀνομάζοντα, γρα 37 φῆς πάλιν ὑπεύθυνον· τὸν δὲ μωρὸν ἀποκαλοῦντα, τῆς γεέννης ἄξιον· καὶ τὸν ὀμνύντα, κἂν ἀληθεύων ὀμνύῃ, τῆς διαβολικῆς ὄντα συμμορίας. τί δή ποτε τοίνυν τοῦτον μὲν ἀγαθὸν ὀνομάζουσιν, ἀπηνῆ δὲ τὸν τῆς παλαιᾶς νομοθέτην; ταῦτα γὰρ ἐκείνων κατὰ τὸν τούτων ὅρον ὠμότερα. ἀλλὰ τῆς ἐκείνων ταῦτα βλασφημίας τολμᾶν· ἡμεῖς δὲ κἀκείνους καὶ τού τους τοὺς νόμους ἑνὸς ἴσμεν Θεοῦ· τὸ δὲ διάφορον ἡ τῶν νομοθετουμένων ποιότης εἰργάσατο. οἷα γὰρ σοφὸς διδάσκαλος τοῖς μὲν ἀτελέσι τὰ ἀτελῆ, τοῖς δὲ τελείοις τὰ τέλεια προσενήνοχε. πρὸς δὲ τούτοις σκοπητέον καὶ τοῦτο, ὡς τοῖς πρώτοις παραβαίνουσι τοὺς νόμους ἐπιφέρονται δίχα