1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

17

τολμῆσαι τὸν τοῦ ψεύδους πατέρα· διὰ πολλῶν γὰρ ἐδίδαξεν ἡ θεία γραφὴ καὶ ἀνθρώπους ἡμαρτηκέναι καὶ κατ' ἀνθρώ πων ἐξενηνέχθαι τὴν θείαν ψῆφον· ποιεῖ δὲ τοῖς πολλοῖς τὴν ἄγνοιαν τὸ παρέργως ἀναγινώσκειν τὴν θείαν γραφήν· εἰρηκὼς γὰρ ὁ συγγραφεύς, ὅπως ἐκ μὲν τοῦ Ἀδὰμ ὁ Σὴθ ἐγεννήθη, ἐκ δὲ τοῦ Σὴθ ὁ Ἐνώς, προσέθηκεν, " οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ". ὁ δὲ Ἀκύλας οὕτως τοῦτο ἡρμήνευσεν· " τότε ἤρχθη τοῦ καλεῖν ἐν ὀνόματι Κυρίου "· αἰνίττεται δὲ ὁ λόγος, ὡς διὰ τὴν εὐσέβειαν οὗτος πρῶτος τῆς θείας προσηγορίας τετύχηκε καὶ ὑπὸ τῶν συγγενῶν ὠνομάσθη Θεός· ὅθεν οἱ ἐκ τούτου φύντες υἱοὶ Θεοῦ ἐχρημάτιζον· ὥσπερ δὴ καὶ ἡμεῖς ἐκ τῆς τοῦ δεσπότου Χριστοῦ προσηγο ρίας χριστιανοὶ καλούμεθα. εἰ δέ τις ταύτην οὐ δέχεται τὴν διάνοιαν, διὰ τὸ τὸν Ἀκύλαν οὕτως ἡρμηνευκέναι, ἀκουσάτω τοῦ Θεοῦ διὰ ∆αβὶδ τοῦ προφήτου λέγοντος· " ἐγὼ εἶπα, θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες ". καὶ " ὁ Θεὸς ἔστη ἐν συνα 46 γωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ ". οὕτω δὲ ὀνομάζει τοὺς ἄρχοντας, ὡς δηλοῖ τὰ ἑξῆς, " ἕως πότε κρί νετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμ βάνετε; κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε " καὶ τὰ ἑξῆς· καὶ αὖθις " Θεὸς θεῶν Κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν ". τούτων αὐτῶν δηλονότι τῶν χάριτι τῆς προσηγορίας ταύτης ἠξιωμένων· οὕτω καὶ ὁ νομο θέτης ἔφη, " θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς "· κἀκεῖνοι τοίνυν ὡς εὐσε βεῖς ὠνομάσθησαν υἱοὶ τοῦ Θεοῦ. κεχώριστο γὰρ τοῦ Σὴθ τὸ γένος καὶ οὐκ ἐπεμίγνυτο τοῖς ἐκ τοῦ Κάϊν, διὰ τὴν ἐπενεχθεῖσαν αὐτῷ παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀράν. ἀλλὰ χρόνου συχνοῦ διελθόντος-μετὰ πλείονα γὰρ ἢ δισχίλια ἔτη τὸν κατακλυσμὸν ἐπήγαγεν ὁ Θεός-, εὐειδεῖς θεασάμενοι τῆς τοῦ Κάϊν συγγενείας τὰς θυγατέρας καὶ καταθελχθέντες, ὡς εἰκός, τοῖς παρ' αὐτῶν ἐπινοηθεῖσι μουσικοῖς ὀργάνοις-ὁ γὰρ Ἰουβὰλ ἐξ αὐτῶν ἀνθήσας ψαλτήριον καὶ κιθάραν κατέδειξεν-, ἐπεμίγησαν αὐταῖς καὶ διέφ θειραν τὴν οἰκείαν εὐγένειαν· καὶ τὰ αὐτὰ τοῖς ἰσραηλίταις ὑπέμειναν, οἳ ταῖς τῶν μαδιανιτῶν θυγατράσι μιγέντες καὶ τῆς ἐκείνων δυσσεβείας μετέσχον, καὶ θεήλατον τιμωρίαν ἐδέξαντο. περὶ τούτων καὶ ὁ θεῖος ἔφη ∆αβίδ, " καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι καὶ ἔμαθον τὰ ἔργα αὐτῶν, καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν ". οὕτως οἱ ἐκ τοῦ Σὴθ τὸ γένος κατάγοντες, πάλαι μὲν ὡς ἀρετῆς ἐπιμελούμενοι υἱοὶ Θεοῦ ἐχρημάτιζον· ὑπὸ δὲ τῆς ὥρας τῶν ἀνο σίων γυναικῶν δελεασθέντες, συνέχεαν μὲν διακεκριμένα τὰ γένη, καρπὸν δὲ κληρονομίας τὴν πανωλεθρίαν ἐδέξαντο. ἐκεῖνο μέντοι ἐπισημήνασθαι χρή, ὡς οὐχ ἁπλῶς αὐτῶν ἁμαρτίαν ὁ θεῖος λόγος κατηγορεῖ, ἀλλὰ τὴν 47 μετ' ἐπιμελείας καὶ σπουδῆς παρανομίαν. τοῦτο γὰρ δηλοῖ τὸ " πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας "· οἱ μὲν γὰρ δυσχεραίνον τες τῆς ἁμαρτίας τὴν προσβολήν, ἡττώμενοι δὲ διὰ τὴν τοῦ νοῦ ῥαθυ μίαν τῇ πονηρίᾳ, εἶθ' ὕστερον ἀλγοῦντες καὶ στένοντες, ἔχουσί τινα μετρίαν ἁμῆ γέ πῃ παραίτησιν· οἱ δὲ εἰς ἀκολασίαν καὶ πονηρίαν παντά πασιν ἀποκλίνοντες, καὶ δοῦλον τῶν παθῶν τὸν λογισμὸν ἀποφαίνοντες, ὥστε καὶ προσεπινοεῖν ἑτέρας κακίας ἰδέας, καὶ τοῦτο οὐχ ἅπαξ ἢ δίς, ἀλλὰ παρὰ πάντα τὸν βίον, ποίας ἄξιοι συγγνώμης; ποία δὲ κόλασις οὐ σμικρὰ τοῖς οὕτω σφᾶς αὐτοὺς ἐκδεδωκόσιν εἰς ὄλεθρον; XLVIII Τίνας καλεῖ γίγαντας ἡ θεία γραφή; Τινές φασι τοὺς ἔτη πολλὰ βεβιωκότας· τινὲς δὲ τοὺς θεομισεῖς καὶ ἀντι θέους ἀνθρώπους. οἱ δὲ ταῦτα οὕτω νενοηκότες οὔ φασι τούτους μείζονα τῶν ἄλλων ἀνθρώπων σώματα ἐσχηκέναι. ἐγὼ δὲ ὅταν ἀκούσω τῆς θείας γραφῆς λεγούσης περὶ τοῦ Ἐνὰκ ὅτι " ἀπόγονος ἦν τῶν γιγάντων ", καὶ περὶ τοῦ Ὢγ ὅτι " ἡ κλίνη αὐτοῦ ἦν σιδηρᾶ, ἐννέα πήχεων τὸ μῆκος καὶ τεσσάρων πήχεων τὸ εὖρος ", καὶ ὅτι οὗτος " ἐκ τῶν ῥαφαῒν ὑπε λείφθη "· καὶ τῶν κατασκόπων διηγουμένων ὅτι " ἦμεν ἐνώ πιον αὐτῶν ὡσεὶ ἀκρίδες ", καὶ τοῦ Θεοῦ βεβαιοῦντος τοὺς λόγους καὶ λέγοντος ὅτι " παραδέδωκά σοι τὸν ἀμορ ραῖον, οὗ τὸ ὕψος ἦν ὡς