1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

91

εἰσελεύ σεται, γάρ φησιν, ἐκ πόρνης εἰς ἐκκλησίαν Κυρίου ". XXVI Τί δήποτε τὴν πρὸς μωαβίτας καὶ ἀμμανίτας ἐπιμιξίαν κωλύει, οὐ κατὰ ῥητόν τινα χρόνον, ἀλλ' ἕως εἰς τὸν αἰῶνα; Πρῶτον διὰ τὴν παράνομον αὐτῶν ῥίζαν· ἐκ παρανόμου γὰρ γεγέννηνται συνουσίας. ἔπειτα διὰ τὴν ἀσέβειαν, ἧς καὶ τοὺς ἰσραηλίτας μεταλαχεῖν παρεσκεύασαν, ὡραΐσαντες τὰς γυναῖκας, καὶ διὰ τούτων αὐτοὺς εἰς τὴν τῶν εἰδώλων λατρείαν ἀγρεύσαντες. τὸν μέντοι ἰδουμαῖον καὶ τὸν αἰγύπ 248 τιον, μετὰ τρίτην κελεύει προσίεσθαι γενεάν· τὸν μὲν ὡς ἀδελφόν, τὸν δὲ ὡς εὐεργέτην ἐν καιρῷ γεγενημένον. λιμοῦ γὰρ προσπεσόντος, εἰς Αἴγυπ τον εἰσελθόντες οἱ πατέρες αὐτῶν διετράφησαν, διδάσκει τοίνυν ἡμᾶς ὁ νόμος μηδὲ παλαιᾶς εὐεργεσίας ἀμνημονεῖν. XXVII Τί ἐστιν, " ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου "; Οἶδε πολλάκις δυσοσμίας ὁ ἀὴρ ἐμπιπλάμενος λοιμὸν ἐμποιεῖν. ἐκέλευσε τοίνυν αὐτοῖς στρατοπεδευομένοις τὴν ἐκκρινομένην καταχωννύναι κό προν. ἵνα δὲ μὴ ἀπειθήσαντες βλάβην εἰσδέξωνται, ἀναγκαίως ἐπήγαγεν· " ὅτι Κύριος, ὁ Θεὸς ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου ", καὶ τὴν αἰτίαν διδάσκει· " ἐξελέσθαι σε καὶ παρα δοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου ". διὰ δὲ τούτου παιδεύει μηδὲν πράττειν παράνομον. τοῦτο γὰρ ἐπάγει· " καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐχ εὑ ρεθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος ". XXVIII Τί ἐστι τελεσφόρος καὶ τελισκόμενος καὶ τελισκομένη; Ὥσπερ ἡμεῖς πιστοὺς ὀνομάζομεν τοὺς τῶν θείων μυστηρίων μετέχοντας, οὕτως τετελεσμένους ἐκάλει τὰ ἔθνη τοὺς δαιμόνων τινῶν διδασκομένους μυστήρια. τελεσφόρον τοίνυν καλεῖ τὸν μυσταγωγοῦντα, τελισκόμενον δὲ τὸν μυσταγωγούμενον. XXIV Τίνα ἐστί, " τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ "; 249 Ἐπαγγελλόμενος τῷ Θεῷ, χρέος νόμιζε τὴν ὑπόσχεσιν, σπούδασον τοίνυν ταύτην ἀποδοῦναι συντόμως. τοῦτο γὰρ ἔφη· " οὐ χρονιεῖς ἀπο δοῦναι τὴν εὐχήν σου, ὅτι ἐκζητῶν ἐκζητήσει Κύριος ὁ Θεός σου παρὰ σοῦ, καὶ ἔσται σοι ἁμαρ τία ". εἶτα διδάσκων, ὅτι τῆς ἐξουσίας ἐστὶ τῆς γνώμης τὸ ὑποσχέσθαι ἢ μή, ἐπήγαγεν· " ἐὰν δὲ μὴ θελήσῃς εὔξασθαι, οὐκ ἔσ ται σοι ἁμαρτία ". ὅθεν καὶ ὁ μακάριος ∆αβίδ· " ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου ". πά λιν μέντοι τὸν περὶ τῆς λέπρας τεθεικὼς νόμον, τῆς Μαρίας ἀνέμνησε, λέγων· " μνήσθητι ὅσα ἐποίησε Κύριος ὁ Θεός σου τῇ Μαριὰμ ἐν τῇ ὁδῷ ", διδάσκων ὡς θεήλατος ἡ πληγὴ καὶ ταύτην αὐτοῖς ἁμαρτάνουσιν ἐπέφερεν ὁ Θεός· καὶ αὖ πάλιν μεταμελου μένων ἔπαυσε. καὶ μέντοι καὶ περὶ τῆς τῶν παίδων ἀπειλῆς τὸ ἀμφίβολον ἔλυσεν. ἔφη γάρ· " οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, οὐδὲ τέκνα ὑπὲρ πατέρων. ἕκαστος τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται ". εἰκὸς γὰρ καὶ πατέρας συμ βουλεῦσαι μὲν παισὶ τὰ συμφέροντα· μηδὲν δὲ διὰ τὴν ἐκείνων ἀπείθειαν ὀνῆσαι· καὶ παῖδας κρείττους τῶν πατέρων γενέσθαι. XXX Τί δήποτε τοῦ Θεοῦ κελεύσαντος τεσσαράκοντα λαμβάνειν τὸν πλημμελή σαντα μάστιγας, παρὰ μίαν πληγὴν ἐπιφέρουσιν ἰουδαῖοι; Ἐπειδὴ ὁ πλείων ἀριθμὸς τὸν αἰκιζόμενον ἀτιμοῖ· " ἐὰν γὰρ προσ θῶσι μαστιγῶσαι αὐτόν, ἀσχημονήσει ὁ ἀδελ φός σου ἐναντίον σου ". παρὰ μίαν διδόασιν, ἵνα μὴ τὸν ἀκρι βῆ φυλάττοντες ἀριθμὸν καὶ ἄκοντες τὸν τυπτόμενον ἀτιμάσωσι, τὸν περιττὸν ἐπιφέροντες. 250 XXXI Τί ἐστιν, " οὐ φιμώσεις βοῦν ἀλοῶντα "; Τὸ μὲν τῆς ἀναγωγῆς νόημα σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ θεῖος ἀπόστολος. καὶ αὐτὸ δὲ τὸ πρόχειρον εὐσεβές· ἄδικον γὰρ τὸν ἀρόσαντα τὴν γῆν καὶ τὰ δράγματα σὺν πόνῳ τέμνοντα, μὴ μεταλαγχάνειν τοῦ καρποῦ. XXXII Τί δήποτε ἐμπτύεσθαι κελεύει τὸν τοῦ ἄπαιδος ἀδελφοῦ τὴν γυναῖκα μὴ βουλόμενον γῆμαι; Ἀνάγκην αὐτοῖς διὰ τῆς ἀτιμίας φιλαδελφίας ἐπιθείς, ἄμεινον μὲν γὰρ ἦν διὰ τὴν φύσιν προμηθεῖσθαι τοῦ τεθνηκότος. ἐπειδὴ δὲ οὐχ ἅπαντες αἰδοῦνται τὸν τῆς φύσεως νόμον, τὴν τῆς ἀτιμίας αὐτοῖς ἀνάγκην ἐπέ θηκεν. XXXIII ∆ιὰ τί πανωλεθρίᾳ κελεύει παραδοῦναι τὸν Ἀμαλήκ; Καὶ δυσσεβεῖς ἦσαν καὶ μισάδελφοι. καὶ γὰρ ἐκ τοῦ Ἡσαῦ τὸ γένος