1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

16

ἅπαντα συστῆ σαι τῶν ἀνθρώπων τὰ ἔθνη· πρῶτον ἵνα τὸ ταὐτὸν τῆς φύσεως γινώσ κωσιν, ὡς ἐξ ἑνὸς ζεύγους βεβλαστηκότες· ἔπειτα καὶ εἰς ὁμόνοιαν συνάπ τωνται, ὡς ἐκ μιᾶς ῥίζης ἠνθηκότες. εἰ γὰρ καὶ τούτων παρὰ τοῦ Θεοῦ τῶν ὅλων πρυτανευθέντων μυρίαι τολμῶνται σφαγαί, τί οὐκ ἂν ἔδρασαν εἰ ἐκ διαφόρων βεβλαστηκέναι πατέρων ᾠήθησαν; τούτου χάριν ἕνα μὲν ἐκ τῆς γῆς διέπλασεν ἄνδρα, ἐκ δὲ τούτου μίαν ἐδημιούργησε γυναῖκα· 43 ἐκ δὲ τούτων πᾶσαν τὴν οἰκουμένην τοῦ γένους ἐπλήρωσε. διὰ τήνδε τοίνυν τὴν αἰτίαν, συνεχώρησεν ἐν ἀρχῇ τῶν ἀδελφῶν τὴν ἐπιμιξίαν, ἐπειδὴ δὲ ηὐξήθη τὸ γένος, ὡς παράνομον τοῦτον ἀπαγορεύει τὸν γάμον. διά τοι τοῦτο σὺν τῷ Νῶε καὶ τοῖς υἱέσι, καὶ τὰς ἐκείνων γυναῖκας διέσω σεν ἐν τῇ κιβωτῷ, ἵνα ταῖς ἀνεψιαῖς οἱ ἐκείνων συναφθῶσι παῖδες. XLIV Τίνας ἀνεῖλεν ὁ Λάμεχ; Οὐ δύο καθά τινες ὑπειλήφασιν, οὐδὲ τὸν Κάϊν ὡς ἕτεροι μεμυθολογήκασιν, ἀλλ' ἕνα καὶ τοῦτον νέον· " ἄνδρα, γάρ φησιν, ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί "· του τέστιν ἄνδρα νέαν ἄγοντα τὴν ἡλικίαν. διέφυγε μέντοι τὴν τιμωρίαν διὰ τὴν τῆς ἁμαρτίας ὁμολογίαν· καὶ καθ' ἑαυτοῦ τὴν ψῆφον ἐξενεγκών, τὴν θείαν διεκώλυσε ψῆφον. XLV Ποῦ μετατέθεικε τὸν Ἐνὼχ ὁ τῶν ὅλων Θεός; Οὐ δεῖ ζητεῖν τὰ σεσιγημένα· στέργειν δὲ προσήκει τὰ γεγραμμένα. ἐγὼ δὲ οἶμαι τοῦτο πεποιηκέναι τὸν τῶν ὅλων Θεὸν εἰς ψυχαγωγίαν τῶν τῆς ἀρετῆς ἀθλητῶν· ἐπειδὴ γὰρ ὁ Ἄβελ πρῶτος γεγονὼς τῆς δικαιοσύνης καρπὸς πρόωρός τε καὶ πρόρριζος ἐξεκόπη, ἐλπὶς δὲ τῆς ἀναστάσεως οὐδέπω τοὺς ἀνθρώπους ἐψυχαγώγει· μετέθηκεν " εὐαρεστήσαντα τὸν Ἐνὼχ " ὁ τῶν ὅλων Θεός, καὶ τῆς τῶν θνητῶν ἐχώρισε βιοτῆς, ἵνα ἕκαστος τῶν εὐσεβεῖν προαιρουμένων λογίζηται, οἷα δὴ λόγῳ τετιμημένος, ὡς ὁ τοῦτον τετιμηκώς, ἀγέραστον οὐκ ἐάσει τὸν Ἄβελ, ἅτε δὴ δίκαιος ὢν καὶ δικαίως ἰθύνων τὰ σύμπαντα. τούτου δὴ χάριν, τὸν μὲν παρεῖδεν ἀναιρούμενον, τὸν δὲ μετατέθεικεν ἵνα τῇ ἀναρρήσει τῇ τούτου μηνύσῃ 44 τὴν ἐσομένην ἀνάστασιν· ὁ γὰρ κατὰ τόνδε τὸν βίον τῶν τῆς ἀρετῆς μὴ τετυχηκὼς ἀντιδόσεων, δῆλον ὡς ἐν ἑτέρῳ τούτων ἀπολαύσεται βίῳ. XLVI Τί δή ποτε τοῦ Ἀδὰμ ἡμαρτηκότος Ἄβελ ὁ δίκαιος ἐτελεύτησε πρῶτος; Σαθρὸν ἠβουλήθη γενέσθαι τὸν τοῦ θανάτου θεμέλιον· εἰ γὰρ Ἀδὰμ πρότερος ἐτελεύτησεν ἔσχεν ἂν ἐκεῖνος ἰσχυρὰν τὴν κρηπῖδα, πρῶτον νεκρὸν τὸν ἡμαρτηκότα δεξάμενος· ἐπειδὴ δὲ τὸν ἀδίκως ἀνῃρημένον ἐδέξατο πρῶτον, σφαλερὸν τὸ θεμέλιον ἔχει. XLVII Τίνας υἱοὺς τοῦ Θεοῦ κέκληκεν ὁ Μωϋσῆς; Ἐμβρόντητοί τινες καὶ ἄγαν ἠλίθιοι ἀγγέλους τούτους ὑπέλαβον, τῆς οἰκείας ἴσως ἀκολασίας ἀπολογίαν σχήσειν ἡγούμενοι, εἰ τῶν ἀγγέλων τοιαῦτα κατηγοροῖεν. ἔδει δὲ αὐτοὺς ἀκοῦσαι τοῦ Θεοῦ τῶν ὅλων λέγον τος· " οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀν θρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἕκατον εἴκοσι ἔτη "· καὶ συνιδεῖν ἐντεῦθεν, ὡς οὔτε σάρκας ἔχει τῶν ἀσωμάτων ἡ φύσις, οὔτε χρόνῳ ῥητῷ περιωρισμένην ἔχουσι τὴν ζωήν· ἀθάνατοι γὰρ ἐκτίσθησαν. καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει διά νοιαν· " ἰδών, γάρ φησι, Κύριος ὁ Θεὸς ὅτι ἐπληθύν θησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τᾶς ἡμέρας καὶ ἐνεθυμήθη ὁ Θεὸς ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ εἶπεν ὁ Θεός· ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίη 45 σα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐ ρανοῦ, ὅτι ἐνεθυμήθην ὅτι ἐποίησα αὐτούς ". καὶ τῷ Νῶε πάλιν ἔφη· " καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ' αὐ τῶν· καὶ ἰδοὺ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν ". ταῦτα δὲ πάντα ἀνθρώπους εἶναι δηλοῖ, τοὺς τὸν παράνομον βίον ἠγα πηκότας. εἰ δὲ ἄγγελοι ταῖς τῶν ἀνθρώπων ἐπεμίγησαν θυγατράσιν, ἠδίκηνται μὲν οἱ ἄνθρωποι παρὰ τῶν ἀγγέλων· βίᾳ γὰρ δηλονότι τὰς τούτων θυγατέρας διέφθειραν· ἠδίκηνται δὲ καὶ παρὰ τοῦ πεποιηκότος Θεοῦ, ὑπὲρ ἀγγέλων λελαγνευκότων αὐτοὶ κολαζόμενοι. ἀλλὰ ταῦτα οὐδὲ αὐτὸν οἶμαι φάναι