1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

9

μετρεῖ· καὶ ἐπειδὴ δι' ὀφθαλμῶν ὁρῶμεν ἡμεῖς, τὴν ὀπτικὴν αὐτοῦ δύναμιν ὀφθαλμοὺς ὀνο μάζει· καὶ αὖ πάλιν τὴν ἀκουστικὴν ὦτα, ἐπειδὴ διὰ τούτων τῶν μορίων ἀκούομεν· καὶ τὸ πρόσταγμα, στόμα. ἔδει δὲ αὐτοὺς μὴ τούτων μόνον ἀκούειν τῶν λόγων, ἀλλὰ καὶ τῶν τὸ ἀπερίγραφον τοῦ Θεοῦ διδασκόντων· " ποῦ, γάρ φησι, πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀνα βῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ, ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει ", καὶ τὰ ἑξῆς. καὶ τῇ σαμαρείτιδι ὁ Κύριος ἔφη· " πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν ". εἰ δὲ πνεῦμα ὁ Θεός, ἁπλοῦς ἄρα καὶ ἀσύνθετος καὶ ἀσχημάτιστος. ἀλλὰ γὰρ περιττὸν τοῦτον μηκύνειν τὸν λόγον· δήλη γὰρ τούτων ἡ ἄνοια. τὸ τοίνυν " ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμε τέραν καὶ καθ' ὁμοίωσιν ", τινὲς τῶν διδασκάλων οὕτως ἐνόησαν· ὅτι τὴν κτίσιν τὴν αἰσθητήν τε καὶ νοητὴν πεποιηκὼς ὁ τῶν ὅλων Θεός, τὸν ἄνθρωπον διέπλασεν ἔσχατον, οἷόν τινα εἰκόνα ἑαυτοῦ ἐν μέσῳ τεθεικὼς τῶν ἀψύχων τε καὶ ἐμψύχων, καὶ αἰσθητῶν καὶ νοη τῶν· ἵνα τὰ μὲν ἄψυχά τε καὶ ἔμψυχα τούτῳ προσφέρῃ, ὥσπερ τινὰ φόρον, τὴν χρείαν· αἱ δὲ νοηταὶ φύσεις, ἐν τῇ περὶ τοῦτον κηδεμονίᾳ τὴν περὶ τὸν πεποιηκότα δεικνύωσιν εὔνοιαν. τοῦτο γὰρ καὶ ὁ θεῖος ἀπόστολος ἔφη· " οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς δια κονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κλη 25 ρονομεῖν σωτηρίαν "; καὶ ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις, " ὁρᾶ τε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων τῶν ἐλαχίστων· ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι οἱ ἄγγε λοι αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς ". τινὲς δέ, " κατ' εἰ κόνα Θεοῦ " κατὰ τὸ ἀρχικὸν γεγενῆσθαι τὸν ἄνθρωπον ἔφασαν, τεκμηρίῳ κεχρημένοι σαφεστάτῳ, τῷ τὸν ποιητὴν ἐπαγαγεῖν, " καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πε τεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς "· ὥσπερ γὰρ αὐτὸς τῶν ὅλων ἔχει τὴν δεσποτείαν, οὕτω δέ δωκε τῷ ἀνθρώπῳ τῶν ἀλόγων ζῴων τὴν ἐξουσίαν, ἔστι δὲ καὶ ἄλλα εὑρεῖν ὡς ἀρχετύπου μιμήματα· δημιουργεῖ γὰρ καὶ ἄνθρωπος κατὰ μίμησιν τοῦ πεποιηκότος Θεοῦ, καὶ οἰκίας καὶ τείχη καὶ πόλεις καὶ λιμένας καὶ ναῦς καὶ νεώρια, καὶ ἅρματα καὶ ἕτερα μυρία· οἷον οὐρανοῦ ἐκτυπώματα καὶ ἡλίου καὶ σελήνης καὶ ἀστέρων ἰνδάλματα, καὶ ἀνθρώπων καὶ ζῴων ἀλόγων εἰκόνας, ἀλλ' ἄπειρον τὸ τῆς δημιουργίας διάφορον. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς καὶ ἐξ ὄντων καὶ ἐκ μὴ ὄντων δημιουργεῖ, καὶ δίχα πόνου καὶ χρόνου· ἅμα γὰρ τῷ βουληθῆναι παράγει τὸ δόξαν· ἄνθρωπος δὲ δεῖται μὲν ὕλης, δεῖται δὲ καὶ ὀργάνων καὶ βουλῆς καὶ ἐνθυμήσεων καὶ χρόνου καὶ πόνου καὶ τεχνῶν ἑτέρων εἰς τὴν τοῦ γενομένου κατασκευήν. ὁ γὰρ οἰκοδόμος δεῖται χαλκέως, καὶ ὁ χαλκεὺς μεταλλέως, καὶ ἀνθρα κέως· καὶ πάντες ὁμοῦ τῶν ὑλοτόμων καὶ οἱ ὑλοτόμοι τῶν φυτουργῶν τε καὶ γεωργῶν· καὶ οὕτως ἑκάστη τέχνη παρὰ τῶν ἄλλων τεχνῶν τὴν 26 οἰκείαν ἐρανίζεται χρείαν· ἀλλὰ καὶ οὕτω δημιουργῶν ὁ ἄνθρωπος, μιμεῖται ἁμῆ γέ πῃ τὸν ποιητήν, ὡς εἰκὼν τὸ ἀρχέτυπον· καὶ γὰρ ἡ εἰκὼν ἔχει τὰ τοῦ ἀρχετύπου ἰνδάλματα. ἀλλὰ τὸ μὲν τῶν μορίων εἶδος ἔχει, τὰς δὲ ἐνεργείας οὐκ ἔχει· ἐστέρηται γὰρ ψυχῆς, δι' ἧς κινεῖται τὸ σῶμα. οὕτω πάλιν καὶ βασιλεύει ὁ ἄνθρωπος καὶ κρίνει κατὰ μίμησιν τοῦ τῶν ὅλων Θεοῦ· ἀλλ' ὁ μὲν Θεὸς οὐ κατηγόρων, οὐ μαρτύρων δεῖται δικάζων· οὕτω γὰρ καὶ τὸν Κάϊν κατέκρινεν, ὡς αὐτόπτης τοῦ μύσους γεγενημέ νος· ὁ δὲ ἄνθρωπος κρίνων καὶ μαρτύρων δεῖται καὶ κατηγόρων· ἀγνοεῖ γὰρ τὰ γεγενημένα. οὕτω καὶ Θεὸς ὁ ἄνθρωπος ὠνομάσθη, ἐπειδὴ εἰκὼν προσηγορεύθη Θεοῦ· " ἀνήρ, γάρ φησιν, οὐκ ὀφείλει κατα καλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων "· ἀλλὰ πάλιν ὁ μὲν τῶν ὅλων Θεὸς φύσιν ἔχει θείαν, οὐ προσηγορίαν ψιλήν· ὁ δὲ ἄνθρωπος, ὡς εἰκών, τοὔνομα ἔχει μόνον, ἐστε ρημένος τοῦ πράγματος. οὕτω τὸ ἀπερίγραφον ἀληθῶς μὲν καὶ κυρίως ἐστὶ τοῦ τῶν ὅλων Θεοῦ· μιμεῖται δὲ οὕτω πως αὐτὸ καὶ ὁ νοῦς ὁ ἀνθρώ πινος· ἐν