1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

98

οἰκητήριον. καὶ τῷ Νεφθαλεὶμ δὲ τὴν ἀπὸ γῆς καὶ θαλάττης εὐπορίαν ἀπήγγειλεν· πρόσοικος γὰρ καὶ οὗτος ἦν τῆς θαλάττης, ἔχων ἀπὸ νότου τὴν Γαλιλαίαν· τοῦτο δὲ καὶ ὁ προφήτης καὶ ὁ εὐαγγελιστὴς ἔφη· " γῆ Ζαβουλὼν καὶ γῆ Νεφθα λεὶμ καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες Γαλιλαίαν τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκό τει εἶδε φῶς μέγα ". τὸ μέντοι " πλησμονὴ δεκτῶν ", " πλησμονὴ εὐδοκίας " ὁ Σύμμαχος ἡρμήνευσε· τὴν δὲ αὐτὴν ἔχει διάνοιαν· δεκτὰ γὰρ τὰ εὐδοκούμενα. καὶ μέντοι καὶ τῷ Ἀσὴρ καὶ τῆς γῆς τὴν εὐκαρπίαν καὶ τὴν ἀπὸ θαλάττης εὐπορίαν αἰτεῖ. καὶ γὰρ τὸ, " βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ καὶ σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ", τὴν ἀφθονίαν τῶν ἀγα θῶν δηλοῖ. 267 XLVI Τί δήποτε τὸν Συμεὼν οὐκ εὐλόγησεν; Ὁ Ῥουβὴν ἔσχε τὴν φιλαδελφίαν ἀφορμὴν εὐλογίας. διὰ γὰρ ἐκείνης τῆς ἀρᾶς ἀπηλλάγη· καὶ ὁ Λευῒ διὰ Μωϋσῆν τὸν μέγαν τῆς εὐλογίας τετύχη κεν· ἡ γὰρ τοῖς ἄλλοις λύουσα τὰς ἀρὰς πολλῷ μᾶλλον ἔλυσε τὴν οἰκείαν. ὁ δὲ Συμεὼν οὐδεμίαν ἔσχε πρόφασιν ὥστε τῆς εὐλογίας τυχεῖν. οἶμαι δὲ αὐτὸν καὶ ἀρχηγὸν τῆς κατὰ τοῦ Ἰωσὴφ ἐπιβουλῆς γεγενῆσθαι καὶ τούτου τεκμήριον, τὸ τὸν ἀξιάγαστον ἄνδρα ἐκεῖνον τοὺς μὲν ἄλλους ἅπαντας ἀπολῦσαι, τοῦτον δὲ μόνον καὶ συλληφθῆναι καὶ δεθῆναι καὶ καθειρχθῆναι κελεῦσαι. μετέσχε δὲ ὅμως καὶ οὗτος τῆς εὐλογίας· οὐ γὰρ μόνον ἰδίαν ἑκάστῃ φυλῇ δέδωκεν εὐλογίαν ἀλλὰ καὶ κοινὴν παντὶ τῷ λαῷ. " κατασκηνώσει, γάρ φησιν, Ἰσραὴλ πεποιθὼς μόνος ἐπὶ γῆς Ἰακώβ, ἐπὶ γῆς σίτου καὶ οἴνου, καὶ ὁ οὐρανός σοι συννεφὴς δρόσῳ. πολλὰ δὲ καὶ ἄλλα τῇ κοινῇ εὐλογίᾳ προστέθεικε ". μετὰ μέντοι τὰς εὐλογίας, ἔδειξεν ὁ δεσπότης Θεὸς τῷ προφήτῃ τὴν γῆν ἅπασαν· εἰσελθεῖν δὲ αὐτὸν ἐκεῖ διεκώλυσεν. προτυποῖ δὲ τοῦτο τὸ παρὰ τοῦ σω τῆρος ἡμῶν εἰρημένον· " πολλοὶ προφῆται καὶ βασιλεῖς καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν ".

268 QUAESTIONES IN JOSUAM

" Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Μωϋσῆ δούλου Κυρίου, εἶπε Κύριος τῷ Ἰησοῦ υἱῷ Ναυῆ, τῷ ὑπουργῷ Μωϋσῆ, λέγων· Μωϋσῆς ὁ θεράπων μου τετελεύτηκε. νῦν οὖν ἀναστὰς διάβηθι τὸν Ἰορδάνην, σὺ καὶ πᾶς ὁ λαὸς οὗτος, εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι αὐτοῖς ". ὁ πάνσοφος ἡμᾶς ἐδίδαξε Παῦλος, ὡς τύπος ἦν ἡ παλαιὰ τῆς καινῆς. " ταῦτα γὰρ πάντα, φησί, τύποι συνέβαινον ἐκείνοις, ἐγράφη δὲ πρὸς νου θεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήν τησεν ". καὶ γαλάταις δὲ ἐπιστέλλων οὕτως ἔφη· " γέγραπται ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσ κης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας· ἅτινά ἐστιν ἀλ ληγορούμενα. αὗται γάρ εἰσι δύο διαθῆκαι ", καὶ τὰ ἑξῆς. καὶ γέγραφεν, οὐ τὴν ἱστορίαν ἐκβάλλων, ἀλλὰ τῇ ἀληθείᾳ παρα βάλλων τὸν τύπον, τὸν Ἀβραὰμ τῷ Θεῷ, τὰς γυναῖκας ταῖς δύο διαθή καις, τοὺς υἱοὺς τοῖς λαοῖς. οὕτω τοίνυν κἀνταῦθα Μωϋσέα νοητέον τὸν νόμον· Ἰησοῦν τὸν ὁμώνυμον ἐκείνῳ σωτῆρα. ὅτι δὲ καὶ ὁ νόμος Μωϋσῆς ὠνόμασται, ἀπεδείξαμεν ἤδη ταῖς τῆς θείας γραφῆς μαρτυρίαις χρησά 269 μενοι· " ἔχουσι, γάρ φησι, Μωϋσέα καὶ τοὺς προφή τας ". καί, " μέχρι τῆς σήμερον, ἡνίκα ἀναγινώσ κεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται ". ὥσπερ τοίνυν κατὰ τὴν ἱστορίαν Μωϋσῆ τετελευτηκότος, Ἰησοῦς τὸν λαὸν εἰς τὴν ἐπηγγελμένην εἰσήγαγε γῆν, οὕτω μετὰ τὸ τοῦ νόμου τέλος ὁ ἡμέτερος ἐπιφανεὶς Ἰησοῦς ἀνέῳξε τῷ εὐσεβεῖ λαῷ τὴν βασιλείαν τῶν οὐρανῶν. " τέλος, γάρ φησι, νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι ". καί, " ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου προεφήτευ σαν· ἀπὸ δὲ τῶν ἡμέρων Ἰωάννου ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν ". I Καὶ πῶς ἁρμόττει τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ τὸ τῆς ὑπουργίας ὄνομα;