1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

102

αὐτοὺς τῶν καρπῶν προσφέρειν τὰς ἀπαρχάς, οὕτως ἐκέλευσεν καὶ τὰ τῶν σκύλων προσενεγκεῖν ἀκροθίνια. πρὸς δὲ τούτοις καὶ γυμνάζει αὐτοὺς διὰ τούτων τῶν νόμων, ὥστε τοὺς ἀναγκαίους νό μους διατηρεῖν. τὴν οἰκείαν δὲ αὐτοῖς ἐπιδεικνὺς δύναμιν, τὴν πρώτην πόλιν δίχα ὅπλων καὶ μηχανημάτων ἑλεῖν παρεσκεύασε, καὶ μόνῃ κατέ λυσε τῇ τῶν σαλπίγγων ἠχῇ· ἵν' ὅτ' ἂν ἡττηθῶσι παραταττόμενοι, γνῶσιν ὡς αὐτοὶ παρέσχον τῆς ἥττης τὰς ἀφορμάς, τῶν θείων νόμων καταφρονήσαντες. VIII Τί δήποτε ἀλλόφυλος οὖσα ἡ Ῥαὰβ κατῴκησεν ἐν τοῖς υἱοῖς Ἰσραήλ,ὡς ἡ ἱστορία διδάσκει; Καὶ τοῦτο προτυποῖ τὰ ἡμέτερα. ἔφη γὰρ ὁ δεσπότης· " καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκού σουσι καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν ". τούτου χάριν καὶ νομοθετῶν, ἔφη· " εἷς νόμος ἔσται τῷ προ σηλύτῳ καὶ τῷ αὐτόχθονι ". διὰ τοῦτο οὐδὲ Μωϋσῆς ὁ νο μοθέτης ἐκώλυσε τῶν αἰγυπτίων τοὺς συναπᾶραι αὐτοῖς ἐθελήσαντας. 278 ἔδει δὲ καὶ " ὡς ἀγριέλαιον ἐγκεντρισθῆναι εἰς τὴν καλλιέλαιον ", ᾗ φησιν ὁ μακάριος Παῦλος. IX Τί ἐστιν, " ἐν τῷ πρωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐ τήν, καὶ ἐν τῷ ἐλαχίστῳ ἐπιστήσει τὰς πύλας αὐτῆς "; Ἐπειδὴ τὴν πόλιν ἀνέθηκε τῷ Θεῷ, εἰκότως αὐτὴν κατέσκαψεν· ἄτοπον ἡγησάμενος οἰκητήριον γενέσθαι κοινὸν τὸ τῷ Θεῷ ἀπονεμηθέν. ἐπηρά σατο δὲ τοῖς ταύτην οἰκοδομοῦσιν, ὥστε τὸν ἐπιχειροῦντα παραβῆναι τὸν ὅρον, τὰ θεμέλια μὲν πηγνύντα, τῶν υἱέων ἀποβαλεῖν τὸν πρωτό τοκον· τὰς δὲ πύλας ἐπιτιθέντα, τὸν ἔσχατον. μέμνηται δὲ τῆς ἀρᾶς καὶ ἡ τῶν Βασιλειῶν ἱστορία. X Τί δήποτε τοῦ Ἄχαρ κεκλοφότος ἅπας ὁ λαὸς ἐπαιδεύθη; Ὑπέλαβεν ὁ κεκλοφώς, ὥσπερ τοὺς ἀνθρώπους, οὕτω δὴ λήσειν καὶ τὸν Θεόν. ἠβουλήθη τοίνυν κἀκεῖνον διελέγξαι, καὶ πᾶσιν ἐνθεῖναι δέος, ὅπως οἱ τοὺς θείους νόμους φυλάττοντες τοὺς παραβαίνοντας διελέγχωσιν, ὡς τῆς ἐπαχθησομένης μεθέξοντες τιμωρίας. τὴν δὲ " ψιλὴν " ὁ Ἀκύ λας " στολὴν " ἡρμήνευσεν· ὁ δὲ Ἰώσηπος " χλανίδα "· τὴν δὲ " γλῶσσαν ", " μάζαν χρυσῆν ". δῆλον δὲ καὶ ἐντεῦθεν, ὡς ἡ ὑπὸ τῶν προφητῶν καλουμένη κοιλὰς Ἀχώρ, αὕτη ἐστὶν ἐν ᾗ ὁ Ἀχὰρ κατελεύσθη. καὶ γὰρ ἡ Ἐμεκαχώρ, φάραγξ Ἀχὼρ ἑρμηνεύεται. 279 XI ∆ιὰ τί προσέταξεν ὁ Θεὸς προλοχῆσαι τὴν Γαΐ; ∆ιδάσκει καὶ ταῖς ἀνθρωπίναις ἐπινοίαις κεχρῆσθαι, πιστεύοντας δηλονότι τῇ θείᾳ ῥοπῇ. ἐπειδὴ γὰρ διὰ μόνης τῆς τῶν σαλπίγγων ἠχῆς εἷλον τὴν πρώτην πόλιν, μάλα εἰκότως μανθάνουσιν ἀγωνίζεσθαι καὶ πονεῖν, καὶ τὴν θείαν προσμένειν ἐπικουρίαν. αὐτίκα γοῦν πολεμοῦσιν αὐτοῖς ἐπε κούρησε, καὶ τοὺς πεφευγότας σκηπτοῖς καὶ χαλάζῃ κατηνάλωσεν ἅπαν τας. τὸ μέντοι " γαῖσον " ᾧ τοὺς λοχῶντας διήγειρεν Ἰησοῦς, " ἀσ πίδα " ἡρμήνευσεν ὁ Ἰώσηπος, ὡσαύτως δὲ καὶ ὁ Σύμμαχος. XII Τινὲς ὠμότητα τοῦ προφήτου κατηγοροῦσιν, ὅτι καὶ πάντας ἄρδην ἀνῄ ρει καὶ τοὺς βασιλέας ἐσταύρου. Ὁ τοῦ προφήτου κατηγορῶν, τοῦ ταῦτα προστεταχότος κατηγορεῖ. αὐτὸς γὰρ διὰ Μωϋσῆ τοῦ νομοθέτου προσέταξε, πάντας ἄρδην ἀναιρε θῆναι τοὺς τὴν γῆν ἐκείνην οἰκήσαντας· ἅτε δὲ πανωλεθρίας ἄξια πεπρα χότας καὶ εἰς ἔσχατον παρανομίας ἐλάσαντας. τούτου χάριν καὶ τὸν κα τακλυσμὸν ἐπενήνοχε πάλαι, καὶ τὰ Σόδομα καὶ τὰ Γόμορρα πυρὶ κατη νάλωσε· καὶ τοῖς ἄρχουσι δὲ προσέταξεν ὁ προφήτης ἐπιθεῖναι τοὺς πόδας τοῖς τῶν βασιλέων τραχήλοις, ἵνα θαρρήσαντες προθυμότερον παρατά ξωνται. τοῦτο καὶ ὁ Κύριος ἡμῶν προσέταξεν Ἰησοῦς. " ἰδού, γὰρ ἔφη, δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ ". εἴη τοίνυν καὶ ἡμᾶς ἐπιθεῖναι τοὺς πόδας ἡμῶν ἐπὶ τοὺς τραχήλους τῶν ἀντικειμένων πνευμάτων. 280 XIII ∆ιὰ τί ξυλοκόπους καὶ ὑδροφόρους τοὺς γαβαωνίτας ἀπέφηνεν; Ἐξηπάτησαν καὶ τῷ σχήματι καὶ τῷ ψεύδει τῶν λόγων. καὶ δέον ἔρεσθαι τὸν δεσπότην Θεόν, εἶθ' οὕτως τὰς πρὸς αὐτοὺς συνθήκας ποιήσασθαι· τοῖς ψευδέσι λόγοις αὐτῶν πεπιστευκότες ἐπείσαντο, καὶ τὰς συνθήκας ἐκράτυναν ὅρκῳ. προσετετάχει δὲ ὁ τῶν ὅλων Θεὸς πάντας ἐκείνους παρα δοθῆναι θανάτῳ. τῆς