1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

60

τὸν τρόπον, τὰ ἑξῆς μαρ τυρεῖ. κελεύσας γὰρ πᾶν στέαρ τῷ θυσιαστηρίῳ προσφέρεσθαι, τῇ τῶν ἀνθρώπων χρείᾳ τὸ τῶν θνησιμαίων καὶ θηριαλώτων ἀφώρισε στέαρ. ἀκάθαρτα δὲ τὰ τοιαῦτα ὠνόμασεν· ἀκάθαρτος οὖν ἄρα ἦν καὶ ὁ τοιούτου γε ἁπτόμενος, δῆλον τοίνυν κἀντεῦθεν, ὡς ἄλλα δι' ἄλλων νομοθετεῖ. VIII ∆ιὰ τί αἵματι καὶ ἐλαίῳ καὶ τὴν ἀκοὴν τοῦ ἱερέως τὴν δεξιὰν ἔχρισε, καὶ τὴν χεῖρα τὴν δεξιὰν καὶ τὸν πόδα ὡσαύτως; Τύπος ταῦτα τῶν ἡμετέρων ἀγαθῶν· τὸ μὲν αἷμα τοῦ σωτηρίου αἵματος, τὸ δὲ ἔλαιον τοῦ παναγίου χρίσματος. ἡ δὲ δεξιὰ ἀκοὴ σύμβολον τῆς ἐπαινουμένης ὑπακοῆς· ἡ δὲ χεὶρ καὶ ὁ ποῦς, τῶν ἀγαθῶν πράξεων. διὰ γάρ τοι τοῦτο ἡ δεξιὰ καὶ ὁ δεξιὸς ἐχρίσθη. εἰσὶ γὰρ καὶ εὐώνυμοι πράξεις καὶ ὑπακοὴ βλαβερά. IX Πῶς νοητέον τὸ " πῦρ τὸ ἀλλότριον "; Ἐδίδαξεν ἡμᾶς ἡ ἱστορία, ὡς τῆς πρώτης ἐπιτελουμένης θυσίας, τῷ θείῳ πυρὶ κατηναλώθη τὰ ἱερεῖα. τοῦτο ἄσβεστον διαφυλαχθῆναι προσέτα ξεν ὁ δεσπότης Θεός, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ξύλα τῷ πυρὶ χορηγεῖσ θαι· ἵνα μὴ χειροποίητον πῦρ ἀναμιγῇ τῷ θείῳ πυρί. ἐπειδὴ τοίνυν τοῦτον παρέβησαν τὸν νόμον Ναδὰβ καὶ Ἀβιούδ, τοῦ Ἀαρὼν οἱ παῖδες, 163 καὶ πῦρ εἰσήνεγκαν χειροποίητον, τὸ θεῖον αὐτοὺς κατηνάλωσε πῦρ. ἡμεῖς δὲ παιδευόμεθα διὰ τούτων, μὴ σβεννύναι τὸ πνεῦμα, ἀλλ' ἀναζω πυρεῖν ἣν ἐλάβομεν χάριν· καὶ μηδὲν ἀλλότριον ἐπεισάγειν τῇ θείᾳ γραφῇ, ἀλλ' ἀρκεῖσθαι τῇ διδασκαλίᾳ τοῦ πνεύματος, καὶ μυσάττεσθαι τὰς αἱρέ σεις, ὧν οἱ μὲν μύθους τοῖς θείοις λογίοις προσέθεσαν· οἱ δὲ τοὺς δυσσε βεῖς αὐτῶν λογισμοὺς τῆς γραφικῆς προετίμησαν διανοίας. X ∆ιὰ τί τοὺς ἱερέας οἴνου κωλύει μεταλαμβάνειν; Οὐ παντάπασιν ἀπηγόρευσε τοῦτο, ἀλλὰ κατὰ τὸν τῆς λειτουργίας και ρόν· κατὰ γὰρ διαδοχὰς ἐλειτούργουν, οἱ μὲν ἐν ταύταις ταῖς ἡμέραις, οἱ δὲ ἐν ἄλλαις. " νηφάλαιον " δὲ καὶ ὁ ἀπόστολος τὸν ἱερέα εἶναι κε λεύει, καὶ τοὺς διακόνους " μὴ οἴνῳ πολλῷ προσέχοντας ". καὶ τῷ Τιμοθέῳ γράφων, οἴνῳ ὀλίγῳ κεχρῆσθαι προσέταξε διὰ τὰς συχ νὰς ἀσθενείας. τέλειον γὰρ εἶναι τὸν ἱερέα προσήκει, ὡς τὴν ὑπὲρ τοῦ λαοῦ πρεσβείαν πεπιστευμένον. αὐτίκα γοῦν Μωϋσῆς ὁ νομοθέτης, θεα σάμενος τὸν περὶ τῆς ἁμαρτίας προσενεχθέντα χίμαρον ὁλοκαυτωθέντα παρὰ τὸν θεῖον νόμον, ὠργίσθη τῷ τε Ἐλεαζὰρ καὶ τῷ Ἰθαμὰρ λέγων· " διὰ τί οὐκ ἐφάγετε τὰ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ, ὅτι ἅγια ἁγίων ἐστίν; τοῦτο ἔδω κεν ὑμῖν Κύριος φαγεῖν, ἵν' ἀφέλητε τὴν ἁμαρ τίαν τῆς συναγωγῆς, καὶ ἐξιλάσησθε περὶ αὐ τῶν ἔναντι Κυρίου "; διδασκόμεθα δὲ πάλιν ἐντεῦθεν, ὡς τὰ παρὰ τοῦ λαοῦ προσφερόμενα ἐσθίοντες, καὶ μὴ ἐννόμως ζῶντες, μηδὲ σπουδαίως τὰς ὑπὲρ τούτων προσφέροντες προσευχάς, δίκας ὑπέχομεν τῷ Θεῷ. τοῦτο αἰνιττόμενος ὁ δεσπότης Θεός, διὰ τοῦ προφήτου ἔφη· " ἁμαρτίας λαοῦ μου φάγονται ". 164 XI Τί σημαίνει τὸ διχηλοῦν καὶ μηρυκώμενον; Τὸ μὲν διχηλοῦν οἶμαι δηλοῦν τὴν τῶν ἀγαθῶν πράξεων καὶ τὴν τῶν ἐναντίων διάκρισιν· πρὸς δὲ τούτῳ, τὸ μὴ μόνον τῷ παρόντι βίῳ ζῇν, ἀλλὰ καὶ τῷ μέλλοντι· καὶ τούτῳ μὲν ἀπονέμειν τὰ ἀναγκαῖα, ἐκείνῳ δὲ πάντα, τουτέστι καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα καὶ τὰ περὶ τὸ σῶμα. τὸ δὲ μηρυκώμενον τὴν τῶν θείων λογίων σημαίνει μελέτην. ὥσπερ γὰρ τὸ πρόβατον, καὶ τὰ τούτῳ προσόμοια διηνεκῶς ἀναπεμπάζεται τὴν τροφήν, οὕτως ὁ ἐμμελὴς καὶ φιλόθεος πρὸς τὸν τῶν ὅλων βοᾷ Θεόν· " ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε, ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν ". καθάπερ δὲ τῶν ζῴων τὰ μὲν διχηλεῖ καὶ τὴν τροφὴν ἀναπεμπάζεται, τὰ δὲ οὐδέτερον αὐτῶν ποιεῖ, ὡς ὄνος καὶ ἡμίονος καὶ ἵππος καὶ τὰ θηρία· ἀλλὰ δὲ διχηλεῖ μὲν οὐκ ἀναπεμπάζεται δὲ τὴν τροφὴν ὥσπερ ὗς· ἕτερα δὲ μηρυκᾶται μὲν οὐ διχηλεῖ δέ, ὡς κάμηλος καὶ λαγωός· οὕτως ἔστι καὶ παρὰ τοῖς ἀνθρώ ποις εὑρεῖν, τοὺς μὲν τελείους, καὶ τῶν θείων λογίων τὴν μελέτην ἀσπα ζομένους, καὶ τὴν ἀρετὴν ἐπιμελῶς μετιόντας· τοὺς δὲ ἀτελεῖς, τὰ μὲν θεῖα λόγια διὰ τῆς γλώττης προσφέροντας, διχηλεῖν δὲ οὐκ ἀνεχομένους, καὶ τῇ καμήλῳ προσεοικότας· τινὰς δὲ τῶν τῆς εὐσεβείας οὐδέπω γεγευ μένους, τὰ μὲν θεῖα λόγια μὴ προσιεμένους, ἔργων