1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

6

ἰατήρια· κεραννύμενα γὰρ ἑτέραις βοτάναις ἀλεξίκακα γί νεται καὶ ὑγείας παρεκτικά. { XIV Τῶν φωστήρων δημιουργηθέντων, τί γέγονε τὸ πρότερον φῶς; Ὁ δεσπότης Θεὸς καὶ ἐκ μὴ ὄντων ποιεῖ, καὶ ἐξ ὄντων δημιουργεῖ· τὸν μὲν γὰρ πρότερον οὐρανὸν ἐκ μὴ ὄντων ἐδημιούργησε, τὸν δὲ δεύτερον ἐξ ὑδάτων ἐποίησεν. οὕτω τὴν γῆν μὴ οὖσαν παρήγαγεν· τὰ γένη δὲ τῶν δένδρων καὶ τῶν σπερμάτων αὐτῇ βλαστῆσαι προσέταξεν. καὶ τὸ φῶς τοίνυν ἐδημιούργησεν ὡς ἠθέλησεν. ὥσπερ δὲ τῷ στερεώματι διεῖλε τῶν ὑδάτων τὴν φύσιν, καὶ τὰ μὲν ἐπιτέθεικεν ἄνωθεν, τὰ δὲ κάτω κατα 17 λέλοιπεν, οὕτως ἐκεῖνο τὸ φῶς διελὼν ὡς ἠθέλησεν, τοὺς φωστῆρας τοὺς μεγάλους καὶ τοὺς μικροὺς κατεσκεύασεν. XV Τί ἐστι τὸ " εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἐνιαυ τοὺς καὶ εἰς ἡμέρας "; Ὁ ἥλιος ἀνίσχων μὲν καὶ δυόμενος τὰς ἡμέρας ποιεῖ· εἰς δὲ τὰ νότια καὶ τὰ βόρεια μέρη διατρέχων, τὸν ἐνιαύσιον κύκλον ἀποτελεῖ. οὗτος καὶ τὰς τροπὰς ἐργάζεται, ἃς καιροὺς ὠνόμασεν ἡ θεία γραφή· ἀπὸ γὰρ τοῦ ἰσημερινοῦ τόπου πρὸς τὰ βόρεια μεταβαίνων τὸ ἔαρ ποιεῖ· εἶτα ἐκεῖθεν ἐπανιὼν μέχρι τούτων τῶν ὅρων, τὴν θερινὴν κατασκευάζει τροπήν· προϊόντος δὲ αὐτοῦ ἐντεῦθεν ἐπὶ τὰ νότια, τὸ μετόπωρον γίνεται· ἐπα νιὼν δὲ αὖθις, τὸν χειμῶνα ποιεῖ. ἐκ δὲ τοῦ δρόμου τῆς σελήνης τὸν τῶν μηνῶν μανθάνομεν ἀριθμόν· διὰ τριάκοντα γὰρ ἡμέρων, ἓξ ὡρῶν δεουσῶν, τὸν οἰκεῖον δρόμον πληροῖ· οὗ δὴ χάριν τὸν τῶν τοσούτων ἡμερῶν ἀριθ μὸν μῆνα προσαγορεύομεν. ἐπειδὴ καὶ τὴν σελήνην ὀνομάζουσι μήνην. τὸ δὲ " εἰς σημεῖα ", οὐ κατὰ τοὺς ἀνοήτους νοοῦμεν ἡμεῖς· τὴν γὰρ τῆς γενεθλιαλογίας ματαιολογίαν, οὐδὲ Πυθαγόρας, οὐδὲ Σωκράτης, οὐδὲ Πλάτων, οὐδὲ οἱ στωϊκοὶ προσεδέξαντο. εἰ δὲ οἱ τοῖς μύθοις ἐντεθραμ μένοι τοῦδε τοῦ μύθου τὸ δυσσεβὲς ἐβδελύξαντο, τίς ἂν τοῖς θείοις πιστεύων λόγοις, τῶν οὐ δυσσεβῶν μόνον, ἀλλὰ καὶ λίαν ἀνοήτων ἀνάσχοιτο λόγων; " σημεῖα " τοίνυν ἡ θεία καλεῖ γραφὴ τὸ εἰδέναι σπόρου καιρόν, τοῦ φυτεῦσαι, τοῦ καθάραι, τοῦ ξύλα τεμεῖν εἰς ναυπηγίαν καὶ οἰκο δομίαν ἐπιτήδεια· ἐντεῦθεν καὶ οἱ ναυτιλίᾳ χρώμενοι μεμαθήκασι, πότε μὲν ἀπᾶραι, πότε δὲ καθορμίσαι προσήκει τὸ σκάφος· καὶ πότε μὲν πετάσαι 18 δεῖ τὸ ἱστίον, πότε δὲ καθελεῖν· ἡ πεῖρα γὰρ αὐτοὺς ἐξεπαίδευσε τὰς τῶν ἀστέρων ἐπιτολάς τε καὶ δύσεις· πολλάκις δὲ καὶ ἡμεῖς κομήτην ἢ πωγω νίτην ἢ δοκίδην ἰδόντες, ἢ πολεμίων ἔγνωμεν προσβολὴν ἢ ἀκρίδος ἐμ βολὴν ἢ κτηνῶν ἢ ἀνθρώπων φθοράν. ταῦτα τοίνυν " σημεῖα " ἐκά λεσεν, οὐκ ἐκεῖνα τὰ πάσης ἀνοίας καὶ δυσσεβείας μεστά. XVI Τί δή ποτε τὰ μὲν φυτὰ πρὸ τῶν φωστήρων ἐποίησε, τὰ δὲ ζῷα μετὰ τούτους; Ὀφθαλμοὺς ἔχει τὰ ζῷα, καὶ τοῦ φωτὸς τὴν ὑπερβολὴν οὐκ ἂν ἤνεγκε· τοῦτο δὲ διανεμηθὲν εἰς τοὺς μικροὺς καὶ μεγάλους φωστῆρας σύμμετρον τῇ ὄψει τῶν ζῴων ἀφίησιν αἴγλην· τῶν δὲ φυτῶν ἡ φύσις αἰσθήσεως ἄμοιρος. XVII Τίνος χάριν τὰ μὲν φυτὰ οὐκ ηὐλόγησε, τοῖς δὲ ζῴοις ἔφη " αὐξάνεσ θε " καὶ τὰ ἑξῆς; Τῶν λειμώνων καὶ τῶν ληΐων καὶ τῶν παντοδαπῶν βοτανῶν καί τε δέν δρων εὐθὺς ἐθελήσας τὴν γῆν ἐπλήρωσεν ἅπασαν· τὰ δέ γε ἄλογα ζῷα ἀνὰ δύο παρήγαγεν· εἰκότως τοίνυν αὐτοῖς τὴν εὐλογίαν προσήνεγ κεν, ἵνα διὰ τῆς πολυγονίας τὰ μὲν πελάγη καὶ λίμνας καὶ ποταμούς, τὰ δὲ τὸν ἀέρα, τὰ δὲ πληρώσῃ τὴν γῆν. XVIII ∆ιὰ τί τὰ θηρία καὶ τὰ ἑρπετὰ πεποίηκεν ὁ Θεός; 19 ∆εῖται τὰ παιδία καὶ μορμολυκείων καὶ ἱμάντων καὶ ῥάβδων· καὶ τοῖς μὲν αὐτὰ δεδιττόμεθα, τοῖς δὲ καὶ παιδεύομεν· ἑκάτερα δὲ δρῶμεν, πᾶσαν αὐτοῖς εὐταξίαν πραγματευόμενοι. ἐπειδὴ τοίνυν προῄδει ἡμᾶς ὁ δεσπό της Θεὸς εἰς ῥαθυμίαν ἐκκλίνοντας οἷον ἱμάντας τινὰς καὶ μορμολυκεῖα προκατεσκεύασε τὰ θηρία, ἵνα τούτοις ἡμᾶς δεδιττόμενος, πρὸς ἑαυτὸν ἕλκῃ, καὶ καλεῖν εἰς συμμαχιὰν παρασκευάζῃ. ἀλλ' ὥσπερ οἱ τέλειοι καὶ τῶν μορμολυκείων καὶ ἱμάντων καταφρονοῦσιν, οὕτως οἱ τῆς ἀρετῆς τρόφιμοι τὰς τῶν θηρίων οὐ δειμαίνουσι προσβολάς· καὶ γὰρ τῷ Ἀδὰμ πρὸ τῆς ἁμαρτίας παρεστήκει τὰ θηρία τὴν