1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

69

διπλασίαν πρόσοδον χορηγήσειν μόνην, ἀλλὰ καὶ τριπλασίαν αὐτοῖς, ἀποχρῶσαν καὶ ἐν τῷ ἕκτῳ καὶ ἐν τῷ ἑβ δόμῳ διαθρέψαι ἔτει· ἀλλὰ καὶ μέχρι τοῦ ὀγδόου διαρκοῦσαν. " σπε ρεῖτε, γάρ φησιν, τὸ ἔτος τὸ ὄγδοον καὶ φάγε σθε ἀπὸ τῶν γενημάτων παλαιὰ ἕως τοῦ ἔτους τοῦ ἐννάτου, ἕως ἂν ἔλθῃ τὰ γενήματα αὐτῆς, φάγεσθε παλαιὰ παλαιῶν ". εἶτα τῇ μνήμῃ τῆς δεσπο τείας κρατύνει τὸν νόμον. " ἐμὴ γάρ ἐστι, φησίν, ἡ γῆ, διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναν τίον μου ". ἐγώ, φησί, ταύτην ὑμῖν ἐδωρησάμην, τοιγάρτοι ὡς δεσπότης νομοθετῶ. XXXVI Τί ἐστι, " πέψουσι δέκα γυναῖκες τοὺς ἄρτους αὐτῶν ἐν κλιβάνῳ ἑνί "; Ὣς περὶ τὴν γῆν κεχηνόσι καὶ νομοθετεῖ καὶ ἀπειλεῖ. καὶ γὰρ ἐννόμως πολιτευομένοις τῆς γῆς αὐτοῖς ἐπαγγέλλεται τὴν εὐκαρπίαν· καὶ αὖ πάλιν παραβαίνουσι, καὶ γῆς ἀκαρπίαν καὶ πολεμίων ἔφοδον ἀπειλεῖ καὶ πε νίαν ἐσχάτην. τοῦτο καὶ ἐνταῦθα δηλοῖ, ὅτι τοσαύτη ὑμᾶς καταλήψεται πενία, ὡς δέκα γυναῖκας ἐν ἑνὶ κλιβάνῳ τοὺς ἄρτους ποιεῖν διὰ τὴν σπάνιν 187 τῶν ἀναγκαίων· τοῦτο γὰρ ἐπήγαγε· " καὶ φάγεσθε, καὶ οὐ μὴ ἐμπλησθῆτε ". XXXVII Τί ἐστι, " τότε εὐδοκήσει ἡ γῆ τὰ σάββατα πᾶσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς "; Τὸ ἐπαγόμενον ἑρμηνεία τούτου ἐστίν. ἔφη γάρ· " καὶ ὑμεῖς ἔσεσθε ἐν τῇ γῇ τῶν ἐχθρῶν ὑμῶν ". ἐν Βαβυλῶνι γὰρ ἑβδομήκοντα ἔτη δουλεύοντες διετέλεσαν. ἀπὸ δὲ τῆς τοῦ Σαοὺλ βασιλείας, μέχρι τῆς αἰχμαλωσίας τετρακόσια καὶ ἐνενήκοντα συνάγεται ἔτη· τούτων δὲ τὸ ἕβδομον ἑβδομήκοντα. τοῦτο τοίνυν φησίν, ὅτι ἄσπαρ τος ἡ γῆ μενεῖ, καὶ ἀνήροτος ἑβδομήκοντα ἔτη, ὑμῶν τὴν ἀλλοτρίαν οἰ κούντων· ἐπειδὴ μετὰ τῶν ἄλλων νόμων παρέβητε καὶ τοῦ σαββάτου τὴν ἐντολήν. τοῦτο γὰρ ἐπήγαγε· " καὶ σαββατιεῖ ἡ γῆ, ἃ οὐκ ἐσαββάτισεν, ἡνίκα κατῳκεῖτε αὐτήν ". προστέθεικε δὲ καὶ ἑτέραν ἀπειλήν. " καὶ τοῖς καταλειφ θεῖσιν ἐξ ὑμῶν ἐπάξω δειλίαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ διώξε ται αὐτοὺς φωνὴ φύλλου φερομένου, καὶ φεύ ξονται ὡς φεύγοντες ἀπὸ πολέμου ", καὶ τὰ ἑξῆς. καὶ αὕτη δὲ ἡ πρόρρησις πέρας ἔλαβεν. ἐν γὰρ τῇ τῶν χαλδαίων πολιορ κίᾳ, πολλῶν μὲν ἐν ταῖς συμπλοκαῖς ἀναιρεθέντων, πολλῶν δὲ λιμῷ διαφ θαρέντων, τῶν ἀνδραποδισθέντων δὲ εἰς Βαβυλῶνα μετοικισθέντων· οἱ τὰς τῶν πολεμίων χεῖρας διαφυγόντες εἰς τὴν Αἴγυπτον ἔφυγον, δεί σαντες τῶν χαλδαίων τὴν ἔφοδον. καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τοῦ θειοτάτου Ἱερεμίου προφητεία διδάσκει. μετὰ μέντοι τὰς ἀπειλὰς ὑπέσχετο καὶ χρησ τὰ καὶ τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἐπάνοδον ἐπηγγείλατο, οὐ διὰ τὴν 188 αὐτῶν ἀξίαν, ἀλλὰ διὰ τὴν τῶν προγόνων εὐσέβειαν. τοῦτο γὰρ ἔφη· " καὶ μνησθήσομαι τῆς διαθήκης Ἰακὼβ καὶ τῆς διαθήκης Ἰσαὰκ καὶ τῆς διαθήκης Ἀβραὰμ καὶ μνησθήσομαι αὐτῶν τῆς διαθήκης τῆς προ τέρας, ὅτε ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας ἐναντίον πάντων τῶν ἐθνῶν, τοῦ εἶναι αὐτῶν Θεός· ἐγώ εἰμι Κύριος ". ἐδίδαξε δὲ διὰ τούτων τὰς τῆς φιλανθρωπίας αἰτίας. διὰ γὰρ τὰς πρὸς πατέρας αὐτῶν ἐπαγγελίας, φησί, τῆς τούτων ἀνέχομαι παρανομίας· καὶ ἐπειδὴ ἔγνω πάντα τὰ ἔθνη διὰ τῶν παραδόξων θαυμάτων. ὅτι διαφερόντως τούτων ἐπιμελοῦμαι, καὶ λαὸς ἐμὸς χρηματίζουσι. τοῦ μέντοι Ἰακὼβ ἐμ νημόνευσε πρώτου, ἐπειδὴ τούτων ἁπάντων μόνος ἦν πρόγονος. ὁ γὰρ Ἰσαὰκ καὶ τῶν ἰδουμαίων, ὁ δὲ Ἀβραὰμ καὶ τῶν ἰσραηλιτῶν καὶ τῶν ἀπὸ Χεττούρας· κάτωθεν τοίνυν ἀρξάμενος, κατὰ τάξιν ἐπὶ τὸν Ἀβραὰμ ἀνελήλυθε, πρὸς ὃν ἐξ ἀρχῆς ἐπεποίητο τὰς συνθήκας. XXXVIII Τί ἐστιν, " ὃς ἂν εὔξηται εὐχὴν ὥστε δοῦναι τιμὴν τῆς εὐχῆς αὐτοῦ τῷ Κυρίῳ "; Εὐχὴν καλεῖ τὴν ὑπόσχεσιν, ὃ πολλοὶ τάγμα προσαγορεύουσι· τοῦτον δὲ τὸν νόμον ἔστι καὶ νῦν παρ' ἐνίοις βαρβάροις εὑρεῖν φυλαττόμενον. οἱ γὰρ πιστοὶ τῶν νομάδων, λέγω δὲ τοὺς ἀπογόνους τοῦ Ἰσμαὴλ, ἀντι ταλαντεύουσι τοῖς εὐθυγενέσι βρέφεσιν ἄργυρον καὶ τοῦτον προσκομί ζουσι τῷ Θεῷ. περὶ τούτου νενομοθέτηκεν ὁ Θεός· καὶ γινώσκων ὡς Θεός, ὅτι τῶν ὑπισχνουμένων τινὲς δώσειν ὑπὲρ ἑαυτῶν τιμὴν τῷ Θεῷ, παρα βήσονται τὴν ὑπόσχεσιν σμικρύνοντες τὴν τιμήν, ἐκέλευσε πεντήκοντα εἶναι δίδραχμα τοῦ