1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

74

ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ ". ταῦτα περὶ τῆς εὐλογίας διαλεχθεὶς ὁ προφήτης, καὶ διηγησάμενος ὅπως καὶ τὴν σκηνὴν ἔχρισε, καὶ τίνα οἱ φύλαρχοι προσεκόμισαν· ἐδίδαξεν ὅπως θείαν φωνὴν τοῖς ὠσὶν εἰσεδέξατο ἐκ τοῦ ἱλαστηρίου φερομένην· ὃ ἐπέκειτο μὲν τῇ κιβωτῷ, ταῖς δὲ τῶν χερουβὶμ συνεκαλύπτετο πτέρυξι. ταῦτα δὲ οὐ φιλοτιμού μενος γέγραφεν, ἀλλὰ διδάσκων ὡς ἐκεῖθεν τοῖς ἀρχιερεῦσιν ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσιοῦσι τὴν οἰκείαν ἐπιδείξει δόξαν ὁ δεσπότης Θεός, ὅπως ἦν ἰδεῖν οἷά τε τῶν ἀνθρώπων ἡ φύσις. XII Τί δήποτε τοὺς λευΐτας ἁγιασθῆναι κελεύσας, ἅπαν τὸ σῶμα τῶν τρι χῶν γυμνωθῆναι προσέταξεν; Αἱ τρίχες, τῆς νεκρώσεως σύμβολον· νεκραὶ γὰρ αὗται καὶ ὀδύνης αἴσθη σιν οὐ δεχόμεναι. τὴν ἀληθῆ τοίνυν ζωὴν ἔχειν κελεύει τοὺς τῷ Θεῷ λει τουργοῦντας, καὶ μηδὲν νεκρὸν ἔχειν, μηδὲ δυσῶδες. τοῦτο καὶ ὁ θεσ πέσιος ἡμᾶς διδάσκει Παῦλος· " Χριστῷ, γάρ φησι, συνεσ ταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χρισ τός ". ταῖς γὰρ θείαις, φησί, ἐνεργείαις ἐμαυτὸν ἀφιέρωσα. XIII ∆ιὰ τί μετὰ πέμπτον καὶ εἰκοστὸν ἔτος μέχρι τοῦ πεντηκοστοῦ λειτουργεῖν τοὺς λευΐτας κελεύει; 1 Ἐπειδὴ ἡ μὲν πρώτη ἡλικία τελείαν οὐκ ἔχει τῶν ἀγαθῶν καὶ κακῶν τὴν 1 διάκρισιν. ἡ τελευταία δὲ ἀσθενέστερον ἔχει τὸ σῶμα. ἀποκρίνει τοίνυν καὶ τὴν νεότητα, καὶ τὸ γήρας· τὴν μὲν διὰ τὸ ἀτελὲς τῆς ψυχῆς, τὸ δὲ διὰ τὸ τοῦ σώματος ἀσθενές. XIV Τίνος χάριν οὐκ ἠδύναντο ἐπιτελέσαι τὸ Πάσχα οἱ ἀκάθαρτοι ἐπὶ ψυχῇ; Συνῆπται ἡ αἰτία τῇ παραιτήσει. ὡς γὰρ ἀπὸ κήδους ὄντες, καί τινας τῶν οἰκείων ταφῇ παραδεδωκότες, ἀκάθαρτοι κατὰ τὴν τοῦ νόμου δια γόρευσιν ἦσαν. δεδιότες τοίνυν, μὴ τοῦ Πάσχα πληροῦντες τὴν ἐντολήν, παραβῶσι τὴν περὶ τῶν ἀκαθάρτων κειμένην καὶ ἀντινομίᾳ περιπέσωσι, τὴν αἰτίαν τὸν νομοθέτην ἐδίδαξαν· ἀλλ' οὐδὲ οὗτος ἐτόλμησεν ἀποκρί νασθαι ἕως τὸν δεσπότην ἠρώτησε. ταύτῃ γὰρ τῇ πλημμελείᾳ Ἰησοῦς ὁ τοῦ Ναυῆ περιπέπτωκε, πρὸ τῆς ἐρωτήσεως τοὺς γαβαωνίτας δεξά μενος. προσέταξε τοίνυν ὁ δεσπότης Θεὸς τοὺς τῷ μιασμῷ τούτῳ περι πίπτοντας, ἢ πόρρωθεν οἰκοῦντας, καὶ τούτου χάριν τῇ τεσσαρεσκαι δεκάτῃ τοῦ πρώτου μηνὸς ἐπιτελέσαι τὸ Πάσχα μὴ δυναμένους, τῇ τεσ σαρεσκαιδεκάτῃ τοῦ δευτέρου μηνὸς ἐπιτελέσαι τὸ Πάσχα· ἐκέλευσε δὲ καὶ τοὺς προσηλύτους τῶν ἴσων μεταλαχεῖν. " νόμος, γάρ φησιν, εἷς ἔσται ὑμῖν, καὶ τῷ προσηλύτῳ, καὶ τῷ αὐ τόχθονι τῆς γῆς ". διὰ δὲ τούτων τῶν ἐθνῶν προμηνύει τὴν κλῆσιν. XV Πῶς νοητέον τό. " σημασίᾳ σαλπιεῖτε ἐν τῇ ἐξάρσει ὑμῶν· καὶ ὅταν συναγάγητε τὴν συναγωγήν, σαλπιεῖτε καὶ οὐ σημασίᾳ "; 2 Ὁ πάνσοφος λέγει Παῦλος. " ἐὰν μὴ εὔσημον σάλπιγξ φωνὴν δῷ, τίς παρασκευάσεται εἰς πόλεμον "; διαφοραὶ τοίνυν ἦσαν ἠχῆς, καὶ ἡ μὲν τὴν ἀνάπαυλαν, ἡ δὲ τὴν ὁδοι πορίαν ἐδήλουν· καὶ μία μὲν ἠχοῦσα σάλπιγξ ἐκάλει τοὺς ἄρχοντας, αἱ δὲ δύο τὸν λαὸν καὶ τοὺς ἄρχοντας. τὸ μέντοι σαλπίζειν μόνοις ἀπενεμήθη τοῖς ἱερεῦσιν, ἐπειδὴ τοῦ Θεοῦ τὴν κλῆσιν ἡ σάλπιγξ ἐμήνυε. τοῦτο γὰρ ἐπήγαγε· " ἐὰν ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημανεῖτε ταῖς σάλπιγξιν, καὶ ἀναμνησ θήσεσθε ἔναντι Κυρίου καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν. καὶ ἐν ταῖς ἡμέραις τῆς εὐ φροσύνης ὑμῶν, καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν, καὶ ἐν ταῖς νεομηνίαις ὑμῶν, σαλπιεῖτε ταῖς σάλ πιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν, καὶ ἔσται ὑμῖν ἀνάμνησις ἐναντίον τοῦ Θεοῦ ὑμῶν, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ". ἐπειδὴ γὰρ νομοθετῶν ὁ Θεὸς ἐν τῷ Σινᾷ ὄρει μεγίστῃ σαλπίγγων ἠχῇ τὰς ἀκοὰς αὐτῶν κατεκτύπησε, τῆς ἐπιφανείας αὐτοὺς ἐκείνης ἀναμιμνήσκει διὰ τῆς τῶν σαλπίγγων ἠχῆς· ὅθεν ὁ μα κάριος ∆αβὶδ μελῳδῶν ἔφη· " σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν ". διὰ δὲ τούτων καὶ ἡμεῖς διδασκόμεθα πᾶσαν ἀθροίζοντες τοῦ λαοῦ τὴν συ ναγωγὴν σαλπίζειν καὶ οὐ σημασίᾳ. ἀσήμως γὰρ διὰ τοὺς ἀμυήτους περὶ τῶν θείων διαλεγόμεθα μυστηρίων· τούτων δὲ χωριζομένων, σαφῶς τοὺς μεμυημένους διδάσκομεν. XVI ∆ιὰ τί τὸν κηδεστὴν ὁ θεῖος Μωϋσῆς Ἰοθὼρ ὀνομάσας ἐν τῇ Ἐξόδῳ, νῦναὐτὸν ἐκάλεσε