1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

19

ἡρμήνευσεν. LII Πῶς νοητέον τὸ " ἐμνήσθη Κύριος τοῦ Νῶε " Προσφόρως τοῖς ἀνθρώποις ἡ θεία γραφὴ διαλέγεται, καὶ ὡς ἀκούειν δύνανται μετασχηματίζει τοὺς λόγους· ὥσπερ τοίνυν ἐπὶ Θεοῦ ἡ μετα 51 μέλεια οἰκονομίας ἐστὶ διαφορά· " μεταμεμέλημαι γὰρ ὅτι κέχρικα τὸν Σαοὺλ εἰς βασιλέα ", ἀντὶ τοῦ, ἐδοκίμα σα ἄλλον ἀντ' αὐτοῦ καταστῆσαι, οὕτω καὶ ἐνταῦθα νοητέον " ἐνε θυμήθην ὅτι ἐποίησα τὸν ἄνθρωπον ", ἀντὶ τοῦ, ἐδοκίμασα αὐτοὺς πανωλεθρίαν ἐπαγαγεῖν. καὶ τοῦτο τοίνυν τὸ " ἐμ νήσθη ὁ Θεὸς τοῦ Νῶε " οὐ προτέραν λήθην αἰνίττεται, ἀλλὰ τὴν ἄρρητον αὐτοῦ φιλανθρωπίαν δηλοῖ· ὅτι διὰ τὴν περὶ ἐκεῖνον φιλοσ τοργίαν προσέταξεν ὡς τάχιστα καταποθῆναι τὸ ἄπειρον ἐκεῖνο καὶ ἀμέτρητον ὕδωρ. δήλην δὲ αὐτοῦ ποιῶν τὴν ἄφραστον ἀγαθότητα, προστέθεικεν ὅτι " καὶ πάντων τῶν κτηνῶν καὶ πάν των τῶν πετεινῶν καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ' αὐτοῦ ἐν τῇ κιβωτῷ ". ἡμῶν δὲ χάριν καὶ ταῦτα προμηθείας ἠξίωσεν· τοῦτο γὰρ καὶ ὁ μέγας ∆αβὶδ βοᾷ· " ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων ". καὶ πάλιν, " ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε ". δι' ἡμᾶς γὰρ καὶ τῶν ἡμε τέρων ἐπιμελεῖται. LIII Τί ἐστιν " ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας "; Ὑπεδέξατο τοῦ Νῶε τὸ εὔγνωμον, οὐ τῇ κνίσσῃ τερφθείς· ὀστῶν γὰρ καιομένων οὐδὲν δυσωδέστερον, ἀλλὰ τοῦ προσενηνοχότος ἐπαινέσας τὴν γνώμην. οὐ γὰρ σωματικὰ ἔχει μόρια, ἵνα καὶ ῥῖνας αὐτῷ περιθῶμεν· διὰ ῥινῶν γὰρ ἡ ὄσφρησις. ἀμείβεται οὖν αὐτὸν τῇ εὐλογίᾳ· καὶ ἐπειδὴ σπέρμα τοῦ γένους ἦν καὶ ῥίζα τῆς φύσεως καὶ δεύτερος Ἀδάμ, δίδωσιν αὐτῷ τὴν εὐλογίαν, ἧς ἐκεῖνος εὐθὺς διαπλασθεὶς ἀπολελαύκει· " αὐξά νεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν 52 καὶ κατακυριεύσατε αὐτῆς· καὶ ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος ὑμῶν ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ ἐπὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης, ἃ ὑπὸ χεῖρα ὑμῖν δέδωκα ". καὶ ὁ λόγος ἔργον γέγονε· δέδιε γὰρ ἅπαντα καὶ αὐτὴν τὴν τοῦ ἀνθρώπου σκιάν, καὶ τὰ νηκτὰ καὶ τὰ χερσαῖα καὶ τὰ πτηνά. εἶτα τὸν περὶ τῆς κρεωφαγίας αὐτῷ δέδωκε νόμον, ὡς λαχάνων τῶν κρεῶν ἀπολαύειν κελεύσας. LIV Τίνος χάριν ἀπαγορεύει τοῦ αἵματος τὴν μετάληψιν; Σαφέστερον ἐδίδαξεν ἐν τῷ νόμῳ· " ὅπερ γάρ ἐστι, φησίν, ἀν θρώπῳ ψυχή, τοῦτο τοῖς ἀλόγοις τὸ αἷμα "· δίχα τοίνυν τοῦ αἵματος τῶν κρεῶν μεταλαμβάνων, ὡς λαχάνων δήπουθεν μεταλήψῃ· ἄψυχον γὰρ τὸ λάχανον. εἰ δὲ μετὰ τοῦ αἵματος μεταλάβοις, ψυχὴν ἐσθίεις· διὸ δὴ καὶ ἐνταῦθα ἔφη, " πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐκ ἔδεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω· ἐκ χειρὸς παντῶν τῶν θηρίων ἐκζητήσω αὐτό, ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ αὐτοῦ ἐκζητήσω τὴν ψυχὴν αὐτοῦ ". ἐνταῦθα αἰνίττεται τὴν ἀνάστασιν, οὐχ ὡς τὰ θηρία παράξων εἰς τὸ κριτήριον καὶ δίκας τῆς ἀνθρωποφαγίας εἰσπραξάμενος, ἀλλ' ὡς τὰ ὑπὸ τούτων καταναλωθέντα σώματα συνάξων τε καὶ ἀναστήσων· " ἐν γὰρ τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς "· καὶ ῥᾴ διον αὐτῷ πάντοθεν συναγαγεῖν τὸ ἡμέτερον σῶμα· ἐνταῦθα μὲν οὖν 53 αἰνιγματωδῶς τοῦτο δεδήλωκε· διὰ δὲ Ἰεζεκιὴλ σαφέστερον ἐκήρυξε τὴν ἀνάστασιν. LV ∆ιὰ τί δὲ ὅλως τὴν κρεωφαγίαν ἐνομοθέτησεν; Εὐθὺς δημιουργήσας τὸν ἄνθρωπον, τῆς γῆς αὐτῷ τοὺς καρποὺς ἐδωρή σατο, ἀπὸ σπερμάτων καὶ δένδρων βιοτεύειν κελεύσας· μετὰ δὲ τὸν κατα κλυσμὸν πλείονα φιλοτιμεῖται τροφὴν καὶ πετεινὰ καὶ νηκτὰ καὶ χερσαῖα ζῷα θύειν τε καὶ ἐσθίειν κελεύσας· πάθει πάθος ἐξελαύνων καὶ τῷ ἐλάτ τονι θεραπεύων τὸ μεῖζον· προορῶν γὰρ ὁ Θεός, ὅτι ταῦτα πάντα θεο ποιήσουσιν οἱ εἰς ἐσχάτην ἀλογίαν ἐκπεπτωκότες, συγχωρεῖ τὴν βρῶσιν ἵνα τὴν ἀσέβειαν παύσῃ· ἀβελτηρίας γὰρ ἐσχάτης τὸ ἐσθιόμενον προσ κυνεῖν· διά τοι τοῦτο, τὰ μὲν ἀκάθαρτα τῶν ζῴων λέγει, τὰ δὲ καθαρά, ἵνα τὰ μὲν ὡς ἀκάθαρτα βδελυττόμενοι μὴ θεοποιῶσι, τὰ δὲ μὴ προσκυ νῶσιν ἐσθιόμενα. LVI Τίνος ἕνεκα μὴ ἐμέμφθη Νῶε μέθῃ περιπεσών; Ἀπειρίας ἦν