1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

53

ἑβδομήκοντα " ἐπωμίδα " ἐκάλεσαν· ἐν δὲ ταῖς βασιλείαις εὑρίσκομεν " ἐφοὺδ " αὐτὴν κατὰ τὴν τῶν ἑβραίων γλῶτταν ὠνομασμέ 144 νην. αὕτη εἶχεν ἐφ' ἑκατέρου μὲν ὤμου δύο λίθους πολυτελεῖς, ἔχοντας τῶν φυλῶν τὰς προσηγορίας ἐγγεγραμμένας, ἐν δὲ τῷ στήθει τὸ καλούμενον " λόγιον ", τὴν λογικὴν συγκαλύπτον καρδίαν. εἶχε δὲ καὶ τοῦτο δυοκαί δεκα λίθους προσηρμοσμένους, διάφορον ἔχοντας χροιάν· διὰ δὲ τούτων ἐδηλοῦτο πολέμου συγκροτηθέντος ἢ νίκη ἢ ἧττα· καὶ τοῦτο τῶν βασι λειῶν ἡ ἱστορία διδάσκει· ἐπιστρατευσάντων γὰρ τῶν ἀλλοφύλων τῷ Ἰσραήλ, οὐ πρότερον ἐτόλμησεν ὁ Σαοὺλ παρατάξασθαι, ἕως εἶδε τὰ τῆς νίκης μηνύματα· " προσάγαγε, γάρ φησι, τὸ ἐφούδ ". εἶτα τὴν νίκην μαθὼν ἐπήγαγε· " συνάγαγε τὸ ἐφούδ ". καὶ οὕτως ἐξώπλισε τὸν λαόν. διὰ τοῦτο εἰρηκὼς ὁ τῶν ὅλων Θεός· " καὶ ἐπιθήσεις τὸ λόγιον τῆς κρίσεως ἐπὶ τὸ στῆ θος Ἀαρὼν καὶ συνάψεις αὐτὸ πρὸς τὴν ἐπωμί δα ", ἐπήγαγε· " καὶ ἐπιθήσεις αὐτῷ τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν ". καὶ δήλωσιν μὲν ἐκάλεσε τὰ ἐκεῖθεν μηνύ ματα· ἀλήθειαν δὲ τῶν μηνυμάτων τὸ ἀψευδές. ἰστέον μέντοι, ὡς παχυ τέροις οὖσι τοῖς τηνικαῦτα καὶ τῶν νοητῶν ἐφίκεσθαι μὴ δυναμένοις, διὰ τῶν σωματικῶν συμβόλων τὴν ὠφέλειαν ὁ πάνσοφος δεσπότης ἐπραγ ματεύετο. ἡμεῖς δὲ νοοῦμεν, διὰ μὲν τοῦ λογίου, τὴν θεωρίαν τῶν νοητῶν· διὰ δὲ τῆς ἐπωμίδος, τὴν ἐργασίαν τῆς ἀρετῆς, καὶ τὴν τοῦ λογίου καὶ τῆς ἐπωμίδος ἁρμονίαν τε καὶ συνάφειαν εἰς τὴν τῆς πίστεως καὶ τῆς ἀγαθῆς πράξεως λαμβάνομεν συμφωνίαν. τὸ δὲ πρώτην ἐπιτίθεσθαι τὴν ἐπωμίδα. εἶθ' οὕτω ταύτῃ τὸ λόγιον συνάπτεσθαι, τὸ τὴν ἀγαθὴν πρᾶξιν ὑπο βάθραν εἶναι τῆς θεωρίας. LXI ∆ιὰ τί οἱ ἱερεῖς τοῖς ἱερείοις τὰς χεῖρας ἐπιτιθέντες οὕτως ἱέρευον; 145 Οὐ πᾶσι τοῖς ἱερείοις, ἀλλὰ τοῖς ὑπὲρ αὑτῶν προσφερομένοις καὶ μάλιστα τοῖς ὑπὲρ ἁμαρτίας. τοῖς δὲ ἄλλοις αὐτοὶ τὰς χεῖρας ἐπετίθεσαν οἱ προσ φέροντες. ἦν δὲ τοῦτο σύμβολον τοῦ τὸ ἱερεῖον τὸν τόπον πληροῦν τοῦ προσφέροντος τὴν ὑπὲρ αὑτοῦ δεχόμενον σφαγήν. ἐπισημήνασθαι δὲ προσήκει, ὡς ὑπὲρ τοῦ ἀρχιερέως προσεφέρετο μόσχος· ὑπὲρ δὲ παντὸς τοῦ λαοῦ πάλιν μόσχος· ὑπὲρ δὲ τοῦ ἄρχοντος χίμαρος· ὑπὲρ ἑκάστου δὲ ἀνδρὸς χίμαιρα. πρόσφορον γὰρ τῷ μὲν ἄρχοντι τὸ ἄρρεν, τῷ δὲ ἀρ χομένῳ τὸ θῆλυ. ἐπειδὴ καὶ τὴν γυναῖκα τῷ Ἀδὰμ ἐξ ἀρχῆς ὑπέταξεν ὁ Θεός. ὁ δὲ μόσχος ὁ περὶ ἁμαρτίας θυόμενος ἔξω τῆς παρεμβολῆς κατε καίετο. τούτου χάριν καὶ ὁ δεσπότης Χριστός, ᾗ φησιν ὁ θεῖος ἀπόσ τολος, " ἔξω τῆς πύλης ἔπαθεν ", καὶ τῷ τύπῳ τὴν ἀλή θειαν ἐπιτέθεικε. τῷ δὲ θυσιαστηρίῳ προσεφέρετο τὸ ἐπίπλουν. τοῦτο γὰρ λέγει, " τὸ στέαρ τὸ ἐπὶ κοιλίας, καὶ οἱ δύο νεφροὶ καὶ τὸ στέαρ τὸ ἐπ' αὐτῶν, καὶ ὁ τοῦ ἥπατος λοβός ", ὅπερ οἱ ἄλλοι ἑρμηνευταὶ " περιττὸν " προ σηγόρευσαν. αἰνίγματα δὲ ταῦτα τῶν ἐν ἡμῖν παθημάτων· τὸ μὲν γὰρ στέαρ τὸ τὴν κοιλίαν καλύπτον, σημαίνει τῆς γαστριμαργίας τὴν νόσον· οἱ δὲ νεφροὶ τὰς ὑπογαστρίους ἡδονάς· ὁ δὲ λοβὸς τοῦ ἥπατος τὸ θυμοειδές. ἐκείνῳ γὰρ συνῆπται τὸ χοληδόχον ἀγγεῖον. ταῦτα δὲ καθιεροῦν κε λεύει, καὶ οἱονεὶ νεκρὰς αὐτῶν ἀποφαίνειν τὰς πονηρὰς ἐνεργείας. τοῦ δὲ τῆς τελειώσεως κριοῦ τὸν βραχίονα τὸν δεξιὸν προσενεγκεῖν διηγόρευσε, τὴν πρακτικὴν ἀρετὴν δεξιὰν οὖσαν, καὶ ἀρίστην τῷ Θεῷ προσφέρειν κελεύων. ὁ δὲ ἄρτος καὶ τὸ λάγανον, καὶ ἡ τοῦ οἴνου σπονδή, τοὺς ἀπὸ γῆς φυομένους δηλοῦσι καρπούς, ὧν τὰς ἀπαρχὰς προσφέρειν ὅσιον τῷ Θεῷ. 146 LXII Τί ἐστιν, " εἰς ὀσμὴν εὐωδίας κάρπωμά ἐστι Κυ ρίῳ ; ∆ιὰ τῶν ἀνθρωπίνων τὰ θεῖα διδάσκει. ἐπειδὴ γὰρ ἡμεῖς ταῖς εὐοσμίαις τερπόμεθα, τὴν κατὰ νόμον γενομένην ἱερουργίαν, ὀσμὴν εὐωδίας ὠνόμα σεν· ὅτι γὰρ οὐ δεῖ γυμνῷ προσέχειν τῷ γράμματι, καὶ ἡ τοῦ Θεοῦ φύσις διδάσκει, ἀσώματος γάρ· καὶ ἡ δυσοσμία τῶν καιομένων ὀστῶν, τί γὰρ ἐκείνων ἐστὶ δυσωδέστερον; οἱ μέντοι ἄλλοι ἑρμηνευταὶ " εὐαρεστή σεως " ἀντὶ εὐωδίας τεθείκασιν. LXIII Τίνος χάριν ἐξ ἑκάστης θυσίας ὑπὲρ σωτηρίας προσφερομένης, τὸν ἱερέα λαμβάνειν τὸν βραχίονα τὸν δεξιὸν καὶ τὸ στηθύνιον διηγόρευσεν; ∆ιὰ τοῦ στηθυνίου τὸ λογικὸν καὶ τὸ θεωρητικὸν