1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

8

πονηρῶν δαιμόνων καὶ τοῦ πελάγους τῆς ἀγαθότητος· ἰουδαῖοι δὲ εἰς ἑτέραν ἐξώκειλαν παραφροσύνην· φασὶ γὰρ πρὸς ἑαυτὸν εἰρηκέναι τὸν τῶν ὅλων Θεὸν τὸ " ποιήσωμεν ἄνθρωπον " κατά τινα μίμησιν τῶν τὰς μεγάλας πεπιστευμένων ἀρχάς· καὶ γὰρ ὕπαρχοι καὶ στρατηγοὶ πληθυντικῶς εἰώθασι λέγειν τὸ κελεύομεν καὶ γράφομεν καὶ προστάττομεν καὶ ὅσα τοιαῦτα· καὶ οὐ συνεῖ δον οἱ παραπλῆγες, ὡς ἑνικῶς τὰ πλεῖστα ὁ τῶν ὅλων λέγει Θεός· " καιρός, γάρ φησι, παντὸς ἀνθρώπου ἥκει ἐναν τίον μου ", καὶ " ἐνεθυμήθην ὅτι ἐποίησα τὸν ἄν 22 θρωπον ", καὶ " ἀπαλείψω τὸν ἄνθρωπον ", καὶ " οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ ", καὶ " ἰδοὺ ἐγὼ ποιῶ καινὰ ἃ νῦν ἀνατέλλει ", καὶ " ἀνοίξω ἐπὶ τῶν ὀρέων πηγὰς καὶ ἐπὶ τῶν βουνῶν πο ταμούς ". καὶ ἐν πάσῃ δὲ ὡς ἐπίπαν τῇ θείᾳ γραφῇ ἑνικῶς ἐστιν ἀκοῦ σαι τοῦ τῶν ὅλων διαλεγομένου Θεοῦ· ὀλιγάκις δὲ πληθυντικῶς τὴν διάλεξιν σχηματίζει, τῶν τῆς τριάδος προσώπων ἐμφαίνων τὸν ἀριθμόν. καὶ γὰρ ἡνίκα τὰς γλώσσας συνέχεεν οὐχ ἑνικῶς εἶπε καταβήσομαι καὶ συγχεῶ τὰς γλώσσας, ἀλλὰ " δεῦτε, καταβάντες συγ χέωμεν αὐτῶν τὰς γλώσσας ". καὶ ἐνταῦθα τοίνυν, ἐπειδὴ τὸ λογικὸν διέπλαττε ζῷον, ὃ μετὰ πολλὰς ἀνακαινίζειν ἤμελλε γενεάς, ταῖς τῆς ἁγίας τριάδος ἐπικλήσεσι τελεσιουργῶν τὸ πανάγιον βάπτισμα, μέλλων δημιουργεῖν τὴν ἐκεῖνα παραληψομένην τὰ μυστήρια φύσιν, αἰνιγματωδῶς καὶ τὸ ταὐτὸν τῆς οὐσίας καὶ τὸν τῶν προσώπων παρε δήλωσεν ἀριθμόν· τῷ φάναι μὲν γὰρ " εἶπεν ὁ Θεός ", τὸ κοινὸν τῆς θείας δεδήλωκε φύσεως· ἐπαγαγὼν δὲ τὸ " ποιήσωμεν ", ἐνέ φηνε τῶν προσώπων τὸν ἀριθμόν. οὕτω πάλιν ἑνικῶς μὲν εἰπὼν " τὴν εἰκόνα ", τὸ ταὐτὸν τῆς φύσεως ἔδειξεν· οὐ γὰρ εἶπε κατ' εἰκόνας, ἀλλὰ " κατ' εἰκόνα ". " ἡμετέραν " δὲ εἰρηκώς, τὸν τῶν ὑποστάσεων δεδήλωκεν ἀριθμόν· ἅπαντα γὰρ προορῶν ὁ τῶν ὅλων Θεὸς ὡς ἤδη γε γενημένα τὰ μήπω γενόμενα, καὶ προθεωρῶν τὴν τοῦ μονογενοῦς σάρ κωσίν τε καὶ ἐνανθρώπησιν, καὶ ὡς ταύτην τὴν φύσιν ἐκ παρθένου λή ψεται, καὶ οὕτως ἑαυτῷ συνάψει τε καὶ ἑνώσει ὡς ἓν πρόσωπον Θεοῦ τε καὶ ἀνθρώπου νοεῖσθαι καὶ μίαν αὐτῷ προσκύνησιν παρὰ τὴν κτίσεως ἁπάσης προσφέρεσθαι, μάλα εἰκότως καὶ αὐτὴν τοῦ γένους τὴν κρηπῖδα τιμῆς μεγίστης ἠξίωσε· καὶ πρῶτον βουλὴν τῆς δημιουργίας προτάξας 23 ἵνα τοῦ δημιουργουμένου τὸ λογικὸν προσημάνῃ· εἶτα τῶν προσώπων παραδηλώσας τὸν ἀριθμὸν ἵνα τοὺς ὕμνους ὁ μέλλων προσφέρειν ἐπὶ τῆς γῆς, λάβῃ θεολογίας αἰνίγματα· καὶ οἱονεὶ αὐτουργὸς τῆς διαπλάσεως γενόμενος, ἔδειξε τὴν πλείονα περὶ τόδε τὸ πλάσμα φιλοστοργίαν. τοῦτο καὶ Ἰὼβ ὁ γενναῖος πρὸς αὐτὸν βοᾷ λέγων· " αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με ". τούτοις ἐχρήσατο τοῖς λόγοις καὶ ὁ θεῖος ∆αβίδ, τοῦτο καὶ ὁ τοῦ ἁγίου βαπτίσματος ἀξιούμε νος γινώσκει σαφῶς ὡς ὁ πλάσας διέσωσε καὶ ὁ σώσας διέπλασε· πρὸς δὲ τούτοις καὶ αὐτὸς ὁ δημιουργὸς καὶ διὰ Ἰερεμίου, καὶ διὰ Ἠσαΐου φησίν, " ὅτι ἡμεῖς πηλός, αὐτὸς δὲ πλάστης ἡμῶν ". ἀλλ' οὔτε χεῖρας ἔχειν τὸ θεῖον οὔτε δεῖσθαι βουλῆς τινος καὶ προθεωρίας φαμέν, ἵνα κατὰ τοὺς Πλάτωνος μύθους πρὸς τὴν τῆς ἐνθυμήσεως ἰδέαν κατασκευάσῃ τὸ ποίημα· ἀλλὰ τούτων ἕκαστον τὴν πλείονα τοῦ Θεοῦ περὶ τόδε τὸ ζῷον κηδεμονίαν δηλοῖ. XX Τί ἐστι τὸ " κατ' εἰκόνα "; Τινὲς τὸ ἀόρατον τῆς ψυχῆς εἰκόνα Θεοῦ κεκλήκασιν· ἀλλ' οὐκ ἀληθῶς εἰρήκασιν· εἰ γὰρ εἰκὼν τοῦ Θεοῦ τῆς ψυχῆς τὸ ἀόρατον, μᾶλλον ἂν εἰκόνες τοῦ Θεοῦ κληθεῖεν ἄγγελοι καὶ ἀρχάγγελοι, καὶ πᾶσαι αἱ ἀσώ ματοι καὶ ἅγιαι φύσεις· ἅτε δὲ παντάπασι σωμάτων ἀπηλλαγμέναι, καὶ ἀμιγὲς τὸ ἀόρατον ἔχουσαι. τινὲς δὲ ὑπὸ πολλῆς εὐηθείας τὸ σῶμα τὸ ἀνθρώπινον " κατ' εἰκόνα Θεοῦ " γεγενῆσθαί φασιν· ἐπειδὴ τῆς θείας λεγούσης ἐπακούουσι γραφῆς· " ἄνοιξον τοὺς ὀφθαλ μοὺς σοῦ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σοῦ καὶ ἄκου 24 σον ", καὶ " ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας ", καὶ " τὸ στόμα Κυρίου ἐλάλησε ταῦτα ", καὶ " ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς ", καὶ ὅσα τοιαῦτα. καὶ οὐ συνεῖδον οἱ ἄγαν ἠλίθιοι, ὡς ἀνθρώποις δι' ἀνθρώπων διαλεγόμενος ὁ δεσπότης Θεός, τῇ τῶν ἀκουόντων ἀσθενείᾳ τοὺς λόγους