1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

20

οὐκ ἀκρασίας τὸ πάθος· πρῶτος γὰρ ἀνθρώπων ἀποθλίψας τὸν τῆς ἀμπέλου καρπόν, καὶ ἀγνοῶν οὐ μόνον τὸ πόσον τῆς πόσεως, ἀλλὰ καὶ τὸν τρόπον τῆς μεταλήψεως, ὅτι δεῖ κεράσαι πρότερον, εἶθ' οὕτω πιεῖν, τὸν κάρον ὑπέμεινε· καινὸν δὲ οὐδὲν πέπονθε γυμνωθείς· καὶ γὰρ νῦν τινες γυμνοῦνται καθεύδοντες, ἀφαιρουμένου τοῦ ὕπνου τὴν αἴσθησιν· τῷ ὕπνῳ δὲ ἡ μέθη προσγινομένη, πιθανωτέραν τῆς γυμ νώσεως τὴν ἀπολογίαν ποιεῖ. 54 LVII Τοῦ νόμου μηδέπω τεθέντος ὃς διαγορεύει τιμᾶν τὸν πατέρα καὶ τὴν μη τέρα, πῶς ὁ Χὰμ ὡς πατραλοίας κρίνεται; Τῇ φύσει τοὺς ἀναγκαίους ἐντέθεικε νόμους ὁ ποιητής. οὕτω τὸν Κάϊν κατέκρινεν ἐπειδήπερ αὐτὸν ἡ φύσις ἐδίδασκεν, ὡς ὁ φόνος παράνομος· αὐτίκα γοῦν δόλῳ χρησάμενος συνεργῷ, πόρρῳ τῶν γεγεννηκότων ἀπα γαγών, ἀνεῖλε τὸν ἀδελφὸν καὶ τοῦ Θεοῦ πυνθανομένου, " ποῦ Ἄβελ ὁ ἀδελφός σου "; ἠρνήθη· δῆλον δὲ ὡς ἐπιστάμενος ὅτι κακὸν τὸ γεγενημένον ἠρνήθη τὸ τολμηθέν· ἐλεγχθεὶς δὲ ὑπὸ τοῦ δικαίου κριτοῦ, ὡμολόγησεν ὑπὲρ συγγνώμην ἡμαρτηκέναι· " μεί ζων, γάρ φησιν, ἡ ἁμαρτία μου τοῦ ἀφεθῆναί με ". καὶ μέντοι καὶ ὁ Ἀδὰμ τῆς θείας ἐπιφανείας αἰσθόμενος ἐπειράθη λαθεῖν, ὡς εἰδὼς ὅτι δὴ τὸ κλέπτειν κακόν· οὕτω καὶ ὁ Χὰμ τὴν τοῦ πατραλοίου κατηγορίαν ἐδέξατο, ὡς παραβὰς τὸν τῆς φύσεως νόμον· ὅτι γὰρ καὶ τὸ γεραίρειν τοὺς γεγεννηκότας ἡ φύσις ἐδίδασκε, μαρτυροῦσιν οἱ τοῦ Χὰμ ἀδελφοί, οἳ τοῦ πατρὸς τὸ πάθος παρ' ἐκείνου μεμαθηκότες μετὰ πολλῆς αἰδοῦς συνεκάλυψαν τὸν πατέρα εἰς τοὐπίσω βαδίζοντες, ὡς ἂν ἥκιστα ἴδοιεν ὅθεν σπαρέντες ἐβλάστησαν· τοιγάρτοι μάλα εἰκότως καὶ τοῦ πατρὸς τὴν εὐλογίαν ἐδρέψαντο. LVIII Τί δήποτε τοῦ Χὰμ ἐπταικότος, ὁ ἐκείνου παῖς ἐδέξατο τὴν ἀράν; Κοινῇ πάντες μετὰ τὴν τοῦ κατακλυσμοῦ παῦλαν τῆς θείας μετέλαχον εὐλογίας· τολμηρὸν τοίνυν ὑπέλαβεν ὁ Νῶε ἐπαγαγεῖν ἀρὰν τῷ τῆς 55 θείας εὐλογίας μετειληχότι· τούτου χάριν τῷ ἐκείνου παιδὶ περιτέθεικε τὴν ἀράν· ἔχει δὲ καὶ ἡ τιμωρία τὸ δίκαιον. ἐπειδὴ γὰρ υἱὸς ὢν ἐξήμαρτεν εἰς πατέρα, διὰ τῆς τοῦ παιδὸς ἀρᾶς δέχεται τιμωρίαν. πρὸς δὲ τούτοις σκοπητέον κἀκεῖνο, ὡς εἰ αὐτὸς ὁ Χὰμ ἐδέξατο τὴν ἀράν, εἰς ὅλον ἂν διέβη τὸ γένος ἡ τιμωρία· εἰς δὲ τὸν νεώτατον υἱὸν τὴν παιδείαν παρέπεμψε, καὶ τοῦτο δὲ εἰδέναι προσέκει, ὡς πρόρρησίς ἐστιν, οὐκ ἀρά, τοῦ δικαίου τὰ ῥήματα· ἐπειδὴ γὰρ ἔμελλεν ὁ Ἰσραὴλ ἐκ τοῦ Σὴμ κατάγων τὸ γένος, τῆς Παλαιστίνης παραλαμβάνειν τὴν δεσποτείαν· ταύτην δὲ πάλαι ᾤκουν οἱ ἐκ τοῦ Χαναὰν βεβλαστηκότες· εἰς ἀρὰν σχηματίζει τὴν πρόρ ρησιν, προαγορεύων μὲν τὰ ἐσόμενα, δεδιττόμενος δὲ τοὺς ὕστερον ἐσο μένους, μὴ πλημμελεῖν εἰς γονέας. καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τοῦ Σὴμ εὐλογία διδάσκει· " εὐλογητός, γάρ φησι, Κύριος ὁ Θεὸς τοῦ Σήμ· καὶ ἔσται Χανάαν παῖς αὐτοῦ ". Οὐ γὰρ τοῖς δύο τοῦτον ὑπέταξεν ἀλλὰ μόνῳ τῷ Σήμ· καὶ τοῦ μὲν Ἰάφεθ τὴν πολυ γονίαν προείρηκε, τοῦ δὲ Σὴμ τὴν εὐσέβειαν· τὸν γὰρ Θεὸν ἐν τοῖς σκη νώμασι τοῦ Σὴμ κατοικήσειν προείρηκε· κατῴκησε δὲ ἐν τοῖς ἐκ τοῦ Σὴμ πατριάρχαις, καὶ ἐν τοῖς ἐκ τούτων βεβλαστηκόσι προφήταις· καὶ ἐν τῇ σκηνῇ πρότερον, καὶ ἐν Ἱεροσολύμοις ὕστερον. ἀκριβὲς δὲ τέλος ἔσχη κεν ἡ προφητεία τὸ τῆς οἰκονομίας μυστήριον· ὅτε αὐτὸς ὁ Θεὸς λόγος, ὁ τοῦ Θεοῦ καὶ πατρὸς μονογενὴς υἱὸς ἐσαρκώθη καὶ ἐνηνθρώπησε καὶ ναὸν ἑαυτοῦ προσηγόρευσεν, ἣν ἐκ σπέρματος ∆αβὶδ καὶ Ἀβραὰμ ἔλαβε σάρκα· ἐκ τοῦ Σὴμ γὰρ καὶ οὗτοι κατῆγον τὸ γένος· ἡ δὲ τοῦ Χανάαν δουλεία ἐν τοῖς γαβαωνίταις τὸ τέλος ἐδέξατο. 56 LIX Τὴν ἄσφαλτόν τινες τῶν διδασκάλων ἄσβεστον ἔφασαν εἶναι. Ἀγνοοῦντες, ὡς εἰκός, τὰς ἐν τῇ Ἀσσυρίᾳ πηγάς, ᾠήθησαν ἀσβέστῳ τὸν πύργον ᾠκοδομεῖσθαι. ἀκριβῶς δὲ παρὰ τῶν ἐκεῖθεν ἀφικομένων με μάθηκα, ὡς εἰσὶ πηγαὶ ταύτην ἀναβλύζουσαι τὴν ὕλην μεθ' ὕδατος· καὶ ὅτι ταῖς ἐν ὕδασιν οἰκοδομίαις συνυφαίνοντες, ἐπὶ ταύτης τὴν ὠπτημένην συνετίθεσαν πλίνθον. οὕτω τὸν πύργον ἐκεῖνον ᾠκοδομῆσθαί φασι, καὶ οἱ αὐτόπται τούτου καὶ διορύξαι τι μέρος ἰσχυρίσαντο, καὶ ἀκριβῶς διαγνῶναι, ὡς ἄσφαλτος ταῖς ὠπτημέναις ὑπέστρωται πλίνθοις. ἄλλως τε καὶ λίθων εἶναι σπάνιν