1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

82

ἐτεκτήνατο κατὰ τοῦ Θεοῦ μηχανάς. συννοήσας γὰρ ὡς 222 ἄμαχον ἔχουσι δύναμιν ὑπὸ τοῦ Θεοῦ τειχιζόμενοι, τὴν διὰ τῆς ἀκολασίας αὐτοῖς ἀσέβειαν ἐπενόησεν· ἵνα διὰ τὴν ἀσέβειαν τῆς θείας γυμνωθέντες ἐπικουρίας εὐάλωτοι γένωνται. καὶ τοῖς μαδιανίταις ὑπέθετο, μὴ τοὺς ἄνδρας κατ' αὐτῶν, ἀλλὰ τὰς γυναῖκας ὁπλίσαι, γενέσθαι δὲ αὐτοῖς ὅπλον τὴν τοῦ σώματος ὥραν καὶ τῶν λόγων τὸ δέλεαρ, ἵνα δελεασθέντες ὑπὸ τοῦ κάλλους, καὶ τοῖς λόγοις καταθελχθέντες, τοῖς ἐκείνων εἰδώλοις λατρεύσωσι. καὶ τοῦτο ἡμᾶς ὁ μακάριος ἐδίδαξε Μωϋσῆς, μετὰ τὴν κατὰ τῶν μαδια νιτῶν νίκην ἐπιμεμψάμενος τοῖς τὰς γυναῖκας ζωγρήσασιν. ἔφη γὰρ οὕ τως· " ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ; αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ἰσραήλ, κατὰ τὸ ῥῆμα Βαλαάμ, τοῦ ἀποστῆναι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου ἕνεκεν Φογώρ, καὶ ἐγένετο πληγὴ ἐν τῇ συνα γωγῇ Κυρίου ". Φογὼρ δὲ τοῦ εἰδώλου τὸ ὄνομα. ταύτης τῆς ἀσεβείας καὶ ὁ θεῖος ἐμνήσθη ∆αβίδ· " καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ καὶ ἔφαγον θυσίας νεκρῶν ". τούτου χάριν καὶ ἐχθραίνειν τοῖς μαδιηναίοις προσέταξεν ὁ Θεός, " ὅτι ἐχ θραίνουσιν αὐτοί, φησίν, ὑμῖν ἐν δολιότητι διὰ Φογώρ ". τοῦ μέντοι λαοῦ ἡμαρτηκότος, οἱ ἄρχοντες ἐκρεμάσθησαν, ὡς ὁ Σύμμαχος ἔφη, ὡς μὴ ἐξάραντες τὸ πονηρὸν ἐξ αὐτῶν. τὸ δὲ " ὑψωθήσεται ἡ Γὼγ βασιλεία αὐτοῦ ", ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· " καὶ ὑψωθήσεται ὑπὲρ Ὢγ βασι λεὺς αὐτοῦ ". δηλοῖ δὲ ὁ λόγος, ὅτι καὶ τοῦ Ὢγ ἐπιστρατεύσαντος περιέσονται διὰ τὸν ἐξ αὐτῶν κατὰ σάρκα βλαστήσαντα βασιλέα. XLV Τίνος ἕνεκα πάλιν ἀριθμηθῆναι προσέταξε ὁ Θεὸς τὸν λαόν; 223 Ἐπειδὴ κατὰ τῶν ἀριθμηθέντων ἤδη τὴν ψῆφον ἐξήνεγκεν, ἔμελλεν δὲ τοὺς ἐκείνων παῖδας εἰς τὴν ἐπηγγελμένην εἰσαγαγεῖν γῆν, περὶ ὧν εἶπον ἐκεῖνοι, ὅτι αἰχμάλωτοι ἔσονται· ἐκέλευσεν ἀριθμηθῆναι καὶ τούτους, ἵνα δείξῃ τῆς οἰκείας εὐλογίας τὴν δύναμιν, ὅτι καὶ τῶν πατέρων ἀναιρε θέντων ὁ αὐτὸς διέμεινεν ἀριθμός. XLVI Τί δήποτε κλήρῳ μερισθῆναι τὴν γῆν προσέταξεν ὁ Θεός; Ὥστε πᾶσαν ἔριν καὶ φιλονεικίαν σβέσαι, ὡς τοῦ Θεοῦ διὰ τοῦ κλήρου τὴν γῆν διανέμοντος· οὕτως γὰρ ψήφῳ τινι τὸ πρᾶγμα πιστεῦσαι προσ έταξε. τοῦτο πεποιήκασι καὶ οἱ θεῖοι ἀπόστολοι πρὶν ἐπιφοιτῆσαι τὸ πανάγιον πνεῦμα· κλήρους γὰρ βαλόντες, ἱκέτευσαν τὸν ἅπαντα σαφῶς ἐπιστάμενον, δεῖξαι τὸν ἀξιώτερον. οὕτω καὶ ὁ θεῖος Παῦλος περὶ ἡμῶν ἔφη· " ἐν ᾧ ἐκληρώθημεν προορισθέντες κατὰ πρό θεσιν τοῦ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ ". XLVII Τί δήποτε μαρτυρήσας ὁ δεσπότης Θεὸς τῷ Ἰησοῦ, ὅτι ἔχει πνεῦμα Θεοῦ ἐν αὐτῷ, προσέταξε τῷ Μωϋσῇ ἐπιθεῖναι αὐτῷ τὰς χεῖρας; Τοῦτο καὶ ἐπὶ τοῦ Κορνηλίου ἐγένετο. μετὰ γὰρ τὸ λαβεῖν τὴν χάριν τοῦ πνεύματος, τότε τοῦ βαπτίσματος ἠξιώθησαν. καὶ μέντοι καὶ ὁ δεσπότης Χριστός, πάντα τοῦ πνεύματος τὰ χαρίσματα κατὰ τὸ ἀνθρώπειον πρὸ ὠδίνων δεξάμενος, τῷ Ἰωάννου βαπτίσματι προσελήλυθε, καὶ ἐπιτεθῆ ναι αὐτοῦ τῇ κεφαλῇ τὴν τοῦ θεράποντος προσέταξε χεῖρα· καὶ ἔδειξε τὸ πανάγιον πνεῦμα ἐν εἴδει περιστερᾶς ἐρχόμενον ἐπ' αὐτόν. καὶ οἱ ἀπόσ 224 τολοι πνεῦμα ἅγιον διὰ τοῦ δεσποτικοῦ λαβόντες ἐμφυσήματος, ἐδέξαντο τὴν οὐρανόθεν ἐπιφοιτήσασαν χάριν. τοῦτο καὶ ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ γεγένηται. εἶχε μὲν γὰρ τὴν χάριν τοῦ πνεύματος· ἵνα δὲ καὶ ὁ λαὸς πισ τεύσῃ θεόθεν αὐτὸν τῆς ἡγεμονίας τὴν χειροτονίαν δεδέχθαι, ἐπετέθησαν αὐτῷ τοῦ νομοθέτου αἱ χεῖρες, καὶ τοῦτο δέδρακεν ὁ θεῖος Μωϋσῆς ὑπὸ τοῦ Θεοῦ προσταχθείς· " ἐπιθήσεις, γάρ φησι, τὰς χεῖράς σου ἐπ' αὐτόν· καὶ στήσεις ἐναντίον Ἐλεαζὰρ τοῦ ἱερέως, καὶ ἐντελῇ αὐτῷ ἐναντίον πάσης τῆς συναγωγῆς· καὶ δώσεις τῆς δόξης σου ἐπ' αὐτόν, ὅπως εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ. καὶ ἐναντίον Ἐλεαζὰρ τοῦ ἱερέως στήσεται ", ἀντὶ τοῦ, τὴν ἴσην ἐκείνῳ σχήσει τιμήν, καὶ διὰ τοῦ λογίου τῆς κρίσεως, ὃ τοῖς ἐκείνου στέρνοις ἐπέκειτο, τὸ πρακτέον μαθήσεται. μανθάνομεν δὲ ἐντεῦθεν, ὅπως οἱ παρὰ τῶν ἀρχιερέων τὴν χειροτονίαν δεχόμενοι τῆς πνευματικῆς μεταλαγχάνουσι χάριτος. καὶ γὰρ ἐνταῦθα ὁ δεσπότης ἔφη Θεός· " δώσεις τῆς δόξης σου ἐπ' αὐτόν ". θαυμάσαι δὲ ἄξιον τὸν προφήτην, ὅτι