1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

112

δεσπότης Θεός, πῶς δεῖ ποιεῖσθαι τὰς πρὸς αὐτὸν ὑποσχέσεις, οὐκ ἐκώλυσε τὴν σφαγήν. μετὰ ταῦτα διδάσκει ἡμᾶς ἡ ἱστο ρία τῶν ἀγγέλων τὴν περὶ τὸν Θεὸν εὔνοιαν. τοῦ Μανωὲ γὰρ ἔριφον αὐ τῷ προσενεγκεῖν ἐθελήσαντος, ἔφη ὁ θεῖος ἄγγελος· " ἐὰν παρα βιάσῃ με, οὐ φάγομαι τῶν ἄρτων σου. καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα τῷ Κυρίῳ ἀνοίσεις αὐτό ". τροφῆς φησίν, οὐ δέομαι· θυσίαν οὐ δέχομαι. τοῦτο μὲν γὰρ Θεοῦ, ἐκεῖνο δὲ τῆς ἀνθρωπίνης φύσεως ἴδιον. ἐγὼ δὲ οὔτε ὡς ἄνθρωπος χρῄζω τροφῆς, οὔτε τὴν θείαν ἁρπάζω τιμήν. καὶ ἐντεῦθεν δῆλον, ὡς οἱ ὑπὸ τοῦ Ἀβραὰμ δεξιωθέντες, ἑτέρῳ τινι τρόπῳ τὴν παρατεθεῖσαν τροφὴν κατηνάλωσαν. XXI Πῶς ὁ Σαμψὼν ἐκδεδιῃτημένως καὶ παρανόμως ζῶν πνευματικῆς ἀπή λαυσε χάριτος; 305 Καὶ ἐντεῦθεν δῆλον, ὡς καὶ ἀναξίοις ὁ δεσπότης ἑτέρας χάριν οἰκονομίας τῆς θείας μεταδίδωσι δωρεᾶς. τοῦτο καὶ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις δείκ νυσιν ὁ σωτήρ· " πολλοί, γάρ φησιν, ἐλεύσονται ἐν ἐκεί νῃ τῇ ἡμέρᾳ, καὶ ἐροῦσί μοι, Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν καὶ τῷ σῷ ὀνό ματι δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ ἐρῶ αὐ τοῖς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· οὐκ οἶδα τίνες ἐστέ ". τοῦτο καὶ ἐνταῦθα πε ποίηκεν ὁ δεσπότης Θεός. τῶν γὰρ ἀλλοφύλων ἐθελήσας καταλῦσαι τὸ κράτος, διὰ τῆς πνευματικῆς χάριτος ῥώμην αὐτῷ καὶ δύναμιν ἐδωρή σατο. διά τοι τοῦτο καὶ συνεχώρησεν αὐτὸν ἀλλόφυλον γῆμαι γυναῖκα. τοῦτο δὲ καὶ ἡ ἱστορία διδάσκει· " καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν, ὅτι παρὰ Κυρίου ἐστίν, ὅτι ἀνταπόδομα αὐτὸς ζητεῖ ἀπὸ τῶν ἀλ λοφύλων ". τὸ δὲ " παρὰ Κυρίου ἐστὶν " οὐ τὴν ἐνέρ γειαν τὴν θείαν ἀλλὰ τὴν συγχώρησιν τὴν θείαν δηλοῖ. XXII Τί δήποτε καὶ ναζηραῖος ὤν, καὶ ὑπὸ τὸν νόμον τελῶν, ἔφαγε τὰ ἐν τῷ στόματι τοῦ λέοντος, καὶ νεκροῦ ὄντος, κατασκευασθέντα κηρία; ∆ηλοῖ καὶ τοῦτο τῶν τοιούτων νόμων οὐ πᾶσιν ἀναγκαίαν τὴν χρείαν. οὐδεὶς γὰρ τῶν τοὺς τοιούτους παραβεβηκότων νόμους εἰσεπράχθη δίκας· εἰ δέ τις ὑπείληφε τοῦτο πεπραχέναι τὸν Σαμψών, ὡς οὐκ ἀκριβῆ φύλακα τοῦ νόμου γεγενημένον, σκοπησάτω πάλιν, ὡς διψήσαντι νᾶμα δέδωκεν ὁ Θεὸς τὸ κοῖλον τῆς τοῦ ὄνου σιαγῶνος ἀναβλῦσαι κελεύσας. αὕτη δὲ 306 κατὰ τὸν νόμον τριπλῆς μετεῖχεν ἀκαθαρσίας. καὶ γὰρ ζῶν ὁ ὄνος ἀκά θαρτος, καὶ νεκρὸς πάλιν ἀκάθαρτος καὶ τὸ φονικὸν γενόμενον ὄργανον καὶ χιλίους κατακοντίσαν τῶν ἀλλοφύλων, ἄλλην εἶχεν ἀκαθαρσίαν. ἀλλ' ὅμως ὁ τοῦ νόμου νομοθέτης ἐντεῦθεν αὐτῷ, καὶ οὐκ ἄλλοθεν, παρέσ χε τὴν τοῦ ὕδατος χρείαν. ἀλλὰ τοῦτον τὸν ἀχείρωτον, τὸν ἀήττητον, ὃν πολλαὶ τῶν ἀλλοφύλων ἔφριξαν μυριάδες, ἑταιρικὸν ἐξηνδραπόδισε γύναιον. τοσοῦτον χαλεπώτερος τῆς ἐν πολέμοις παρατάξεως τῆς ἐπι θυμίας ὁ πόλεμος, τὸν γὰρ οὕτω γενναίως ἠριστευκότα καὶ διὰ τὰς ὑπερ φυεῖς ἀνδραγαθίας πολυθρύλλητον γεγενημένον, δορυάλωτον ἀπέφηνεν ἡ ἡδονή, αὕτη καὶ τῆς θείας αὐτὸν ἐγύμνωσε χάριτος. " ἐξηγέρθη, γάρ φησι, Σαμψὼν ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· ἐξελεύσομαι, καὶ ποιήσω καθὼς ἀεὶ καὶ ἀποτι νάξομαι ". καὶ αὐτὸς οὐκ ἔγνω ὅτι ἀπέστη Κύριος ἀπ' αὐτοῦ· οὐ παντελῶς δὲ αὐτὸν καταλέλοιπεν ὁ φιλοικτίρμων Θεός, ἀλλ' ἰδὼν ἐπικερ τομούμενον, ᾤκτιρε καὶ εὐξαμένῳ ἐπήκουσε καὶ τοσαύτην ἰσχὺν ἐχορή γησεν, ὡς μὲν κλονῆσαι τοὺς φέροντος κίονας τὸν τῶν εἰδώλων σηκὸν συγκατενεγκεῖν δὲ τούτοις τὸν ὄροφον καὶ τρισχιλίους ἄνδρας συγχῶσαι καὶ γυναικῶν πολλαπλασίονα ἀριθμόν. XXIII Πόθεν ὁ Σαμψὼν τοσαύτας ἀλώπεκας ἤγρευσεν; Ὄρος ἐστὶ παρ' αὐτοῖς πολλὰς ἀλώπεκας τρέφον· καὶ τοῦτο ἡ ἱστορία διδάσκει· " ἤρξατο, γάρ φησιν, ὁ ἀμορραῖος τοῦ κατοι κεῖν ἐν τῷ ὄρει τοῦ μυρσινῶνος, οὗ οἱ ἄρκοι καὶ αἱ ἀλώπεκες ". 307 XXIV Τί ἐστιν· " ἐποίησεν αὐτῷ Μιχὰ ἐφοὺδ καὶ θεραφίν "; Περὶ τοῦ ἐφοὺδ πολλάκις εἰρήκαμεν, ὅτι ὕφασμα ἦν ἱερατικὸν καὶ δι' αὐ τοῦ ὁ Θεὸς τὸ πρακτέον ἐδήλου. τὸ δὲ θεραφὶμ τοιοῦτο τρόπον τι ἦν εἰδώ λοις, ἀλλ' οὐ τῷ Θεῷ ἀνακείμενον. τοῦτο γὰρ καὶ ἐνταῦθα ἡ ἱστορία δι δάσκει. " ἐποίησε, γάρ φησι, γλυπτὸν καὶ χωνευτόν ". εἶτα ἐπάγει· " καὶ ἐποίησε Μιχὰ ἐφοὺδ