1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

113

καὶ θεραφὶμ καὶ ἔπλησε τὴν χεῖρα ἑνὸς τῶν υἱῶν αὐτοῦ καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα ". τῆς δὲ λευϊτικῆς οὐκ ἦν οὗτος φυλῆς, ἀλλὰ τῆς τοῦ Ἐφραΐμ. ἐδίδαξε δὲ καὶ τὴν αἰτίαν τῆς παρανομίας. " ἐν ταῖς ἡμέραις, γάρ φησιν, ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· ἀνὴρ ἕκαστος τὸ ἀρεστὸν ἐν ὀφθαλ μοῖς αὐτοῦ ἐποίει ". τοσαύτης πρόξενος βλάβης ἡ ἀναρχία. XXV Τὰ ἑξῆς πολλὴν ἔχει ἀμφιβολίαν· " ἦν, γάρ φησι, παιδάριον ἐκ Βηθλεὲμ δήμου Ἰούδα, ἐκ συγγενείας Ἰούδα,καὶ αὐτὸς λευΐτης καὶ αὐτὸς παρῴκει ἐκεῖ ". εἰ γὰρ λευΐτης, πῶς ἐκ συγγενείας Ἰούδα; ∆ῆμον Ἰούδα τὴν Βηθλεὲμ ὠνόμασεν· ὡς δὲ νομίζω, καὶ συγγένειαν Ἰούδατὴν αὐτὴν προσηγόρευσε κώμην. εἰρήκαμεν δέ, ὡς τοῖς ἱερεῦσι καὶ λευΐ ταις ἴδιον κλῆρον οὐκ ἀφώρισεν ὁ Θεός, ἀλλ' ἐν ἁπάσαις αὐτοὺς διέσπειρε ταῖς φυλαῖς, ἵν' ἔχωσιν ἅπαντες τῆς εὐσεβείας τοὺς διδασκάλους. τοιγάρ τοι καὶ οὗτος λευΐτης ὢν ᾤκει τὴν Βηθλεὲμ οὖσαν τοῦ δήμου καὶ τῆς συγ γενείας Ἰούδα. εἰ δέ τις βεβιασμένην ταύτην ὑπείληφε τὴν ἑρμηνείαν, ἀναμνησθήτω τῶν ἤδη παρ' ἡμῶν εἰρημένων, ὡς ἐπεμίγησαν ἀλλήλαις 308 αἱ δύο φυλαί, ἥ τε βασιλικὴ καὶ ἡ ἱερατική. εἰκὸς δὲ τοῦτον λευΐτην μὲν εἶναι πατρόθεν, μητέρα δὲ ἐκ τῆς Ἰούδα ἐσχηκέναι φυλῆς. πολλὴ μέντοι τοῦ ἀνδρὸς ἡ παρανομία. πρῶτον γὰρ τοῦ Θεοῦ τὴν σκήνην ἐν τῇ Σιλὼμ πήξαντος, ἐν ἑτέρῳ παρὰ τὸν θεῖον νόμον ἐλειτούργει χωρίῳ. ἔπειτα χειροποιήτοις εἰδώλοις-τοῦτο γὰρ δηλοῖ " τὸ γλυπτὸν καὶ τὸ χωνευτόν "-, τὰς θυσίας προσέφερε. πρὸς δὲ τούτοις καὶ ἄλλην ἐτόλμα παράβασιν. ἱερᾶσθαι γὰρ τοὺς λευΐτας ὁ νόμος ἐκώλυε· τοῖς δὲ ἱερεῦσιν ἐκέλευσε λειτουργεῖν. τοιγαροῦν καὶ τοῦτον παρέβη τὸν νόμον ἱερατεῦσαι τολμήσας. ἀχάριστος δὲ καὶ περὶ τὸν τεθεραπευκότα γεγένηται· λαβὼν γὰρ τῆς ἀπάτης τὰ ὄργανα, τοῖς ἐκ τῆς ∆ὰν φυλῆς ἠκολούθησε, καὶ τῆς περὶ τὰ εἴδωλα πλάνης ἐγένετο πρόξενος. XXVI Τί ἐστιν· " ἐν κοιλάδι ἦν τοῦ οἴκου Ῥηχάβ "; Παρ' ἐκείνην, ὡς εἰκός, τὴν πόλιν ᾤκησεν ὁ Ῥηχάβ. αὕτη δὲ πάλαι μὲν Λαϊσὰ προσηγόρευται· πολιορκηθεῖσα δὲ ὑπὸ τούτων μετεκλήθη ∆άν· νῦν δὲ Πανεὰς ὀνομάζεται. ἐνταῦθα μέντοι τοῦδε τοῦ λευΐτου τὸ γένος σαφῶς μεμαθήκαμεν. " Ἰωναθάν, γάρ φησιν, υἱὸς Μανασσῆ υἱοῦ Γηρσώμ, υἱοῦ Μωϋσῆ, αὐτὸς καὶ οἱ υἱοὶ αὐ τοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ ∆άν, ἕως τῆς μετοικε σίας τῆς γῆς. καὶ ἔταξεν αὐτοῖς τὸ γλυπτὸν Μιχὰ ὃ ἐποίησε, πάσας τὰς ἡμέρας ὅσας ἦν ὁ οἶ κος τοῦ Θεοῦ ἐν Σιλώμ ". παρανόμως τοιγαροῦν ἱεράτευον, οὐ μόνον εἰδώλοις λατρεύοντες, ἀλλὰ καὶ ἱερατικὸν ἔργον τολμῶντες πληροῦν. λευΐται γὰρ ἦσαν, οὐχ ἱερεῖς· μόνον γὰρ τοῦ Ἀαρὼν τὸ γένος 309 ἱερατεύειν ὁ δεσπότης Θεὸς διηγόρευσε. καὶ νομίζω διὰ τὸ ἀλλόφυλον ἀγαγέσθαι γυναῖκα τὸν νομοθέτην, τοὺς ἐκ τούτου φύντας τοῖς λευΐταις συνταχθῆναι, καὶ οὐ τοῖς ἱερεῦσι προσέταξεν· ἵνα μὴ τὸ ἱερατικὸν ἀξίωμα καθυβρίζηται ὀνειδιζόμενον τὴν δυσγένειαν. εἰ γὰρ ἀδελφὸς καὶ ἀδελφὴ ταύτην τῷ νομοθέτῃ τὴν λοιδορίαν ἐπήνεγκαν, τί οὐκ ἂν ἐτόλμησαν οἱ περὶ τὸ στασιάζειν καὶ τυραννεῖν προχειρότεροι; οἱ γὰρ κατὰ τοῦ Ἀαρὼν θρασυνόμενοι, ὃς κόρην ἔγημεν ἐκ τῆς βασιλικῆς βεβλαστηκυῖαν φυλῆς, τί οὐκ ἂν ἔδρασαν κατὰ τῶν Μωϋσέως παίδων, ὃς μαδιηναίου καὶ εἰδώλων ἱερέως ἠγάγετο θυγατέρα; XXVII Τί δήποτε ζήλῳ κινηθεὶς ὁ Ἰσραὴλ καὶ τῆς συγγενείας τὴν εὐσέβειαν προτιμήσας ἡττήθη; Ὅτι ταῖς ὁμοίαις παρανομίαις ἐκέχρηντο, καὶ τὰς μὲν τῶν ἄλλων ἀκολα σίας ἑώρων, παρεώρων δὲ τὰς οἰκείας. τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη· " ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρί νεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων ". καὶ πάλιν· " λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ, ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρησ τὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησ αυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀπο καλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀπο δώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ". τοῦτο καὶ οὗτοι 310 πεπόνθασι. δικαίῳ γὰρ