1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

39

τίς ἐστι Κύριος; οὐκ εἰσακού σομαι τῆς φωνῆς αὐτοῦ. οὐκ οἶδα τὸν Κύριον καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ ". ἔπειτα δὲ τῆς ῥάβ δου μεταβληθείσης εἰς ὄφιν φησὶν ἡ θεία γραφή· " καὶ κατίσχυ σεν ἡ καρδία Φαραὼ καὶ οὐκ εἰσήκουσεν αὐτῶν 106 καθάπερ ἐλάλησεν αὐτοῖς Κύριος ". καὶ εὐθὺς ἐπά γει· " εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· βεβάρηται ἡ καρδία Φαραὼ τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν ". ἀμφότερα δὲ σημαίνει τὸ τῆς γνώμης αὐθαίρετον, καὶ τό, " κατίσχυ σεν ἡ καρδία Φαραώ ", καὶ τό, " βεβάρηται ἡ καρ δία Φαραώ ". βαρύνεται μὲν γὰρ καρδία ὑπὸ πονηρίας καθελκο μένη. καὶ τοῦτο σαφῶς ἡμᾶς διδάσκει ὁ μακάριος ∆αβίδ· " αἱ ἀνομίαι μου, γάρ φησιν, ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ ". καὶ ὁ Ζακχα ρίας τὴν ἀνομίαν ἐθεάσατο μολίβδου τάλαντον ἐν τῷ στόματι φέρουσαν. ἡ δέ γε ἀπονοίᾳ χρωμένη κατισχύειν λέγεται, ὡς ἀνθισταμένη τῷ δεσπό τῃ Θεῷ, καὶ νικᾶν αὐτοῦ νεανιευομένη τὴν δύναμιν. ἡ γὰρ εὐσεβὴς ὑπο τάττεται κατὰ τὴν προφητικὴν παραίνεσιν τὴν λέγουσαν, " ὑποτά γηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτόν "· ἡ δέ γε ἀντίτυπος καὶ οἱονεὶ λιθίνη σκληρύνεται. ὅθεν ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου Ἰεζεκιὴλ περὶ τῶν ἰουδαίων ἔφη· " καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐξ αὐτῶν ". διά τοι τοῦτο καὶ ὁ μακάριος Μωϋσῆς, τὴν ἐπινίκιον ᾄδων ᾠδὴν περὶ τοῦ Φαραὼ καὶ τῶν αἰγυπτίων εἴρηκε· " κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος ". καὶ πάλιν· " ἔδυσαν ὡσεὶ μόλιβδος ἐν ὕδατι σφο δρῷ ". ἐπειδὴ γὰρ ἐβάρυναν αὑτῶν τὴν καρδίαν, " ἔδυσαν ὡσεὶ μόλιβδος "· ἐπειδὴ δὲ καὶ ἐσκλήρυναν, " κατέδυσαν εἰς βυ θὸν ὡσεὶ λίθος ". ὅτι δὲ ἡ ἀντιτυπία τῆς καρδίας καὶ ἡ σκληρότης ὑφ' ἡμῶν αὐτῶν γίγνεται, μάρτυς ὁ θεῖος ἀπόστολος λέγων· " ἀγνο ῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει· κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετα νόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν 107 ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρι σίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔρ γα αὐτοῦ ". πρὸς δὲ τούτοις κἀκεῖνο σκοπητέον, ὡς εἰ φύσει πο νηρὸς ἦν ὁ Φαραώ, οὐκ ἂν αὐτοῦ τὴν γνώμην ἐνήλλαξε· νῦν δὲ ὁρῶμεν ὑπὸ μὲν τῆς παιδείας αὐτὸν μαλαττόμενον ὑπὸ δὲ τῆς μακροθυμίας σκλη ρυνόμενον. παιδευόμενος γὰρ ἠντιβόλει τὸν νομοθέτην, " προσεύ ξασθε περὶ ἐμοῦ " λέγων· καὶ πάλιν, " ὁ Κύριος δί καιος, ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβεῖς ". τῆς δὲ τι μωρίας παυομένης ἐβαρύνετο, καὶ ἐσκληρύνετο καὶ τοῖς προστάγμασι τοῖς θείοις ἀντέλεγε· καὶ τῆς μὲν κυνομυίας ἐπενεχθείσης, ἐν Αἰγύπτῳ θῦσαι προσέταξε τῷ Θεῷ· τοῦ θειοτάτου δὲ Μωϋσέως εἰρηκότος μὴ δύνασθαι τοῦτο δρᾶσαι διὰ τοὺς αἰγυπτίους· " τὰ γὰρ ὑπ' ἐκεί νων, φησί, θεοποιούμενα θύσομεν καὶ καταλεύον τες ἡμᾶς ἀποκτενοῦσιν ", ἐπέτρεψεν εἰς τὴν ἔρημον ἀπελθεῖν καὶ τὰς θυσίας ἐπιτελέσαι. ἐπὶ τούτοις τοῦ προφήτου προσευξαμένου καὶ τὴν κυνόμυιαν ἀποφήναντος φροῦδον, " ἐβάρυνε, φησί, τὴν καρδίαν αὐτοῦ καὶ ἐπὶ τούτου τοῦ καιροῦ, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τὸν λαόν ". τοῦτο καὶ ἐπὶ τοῦ λοιμοῦ γεγένηται τῶν κτηνῶν· " εἶδε, φησί, Φαραώ, ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν υἱῶν Ἰσραὴλ οὐδὲ ἕν, καὶ ἐβαρύνθη ἡ καρ δία Φαραὼ καὶ οὐκ ἐξαπέστειλε τὸν λαόν "· ἐν τούτοις ἅπασι δείξας τὸ τῆς γνώμης αὐθαίρετον, καὶ διδάξας ὅπως αὐτοῖς ἐπηνέχθη τῶν φλυκταινῶν τὸ πάθος, καὶ ὅτι τοῖς φαρμακοῖς ἡ νόσος ἐπέσκηψε, " καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στῆναι ἐναντίον Μωϋσῆ διὰ τὰ ἕλκη ". ᾐσχύνοντο γὰρ καθηλκω μένοι καὶ σφίσιν αὐτοῖς ἐπαμῦναι μὴ δυνάμενοι, ἐπήγαγε· " καὶ 108 ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθὰ συνέταξεν αὐτοῖς Κύ ριος ", καὶ μετ' ὀλίγα πρὸς αὐτὸν ἔφη τὸν Φαραώ· " ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ ". καὶ αὖθις μετ' ὀλίγα καὶ ταῦτα ἔφη· " ἰδών, γάρ φησι, Φαραὼ ὅτι πέπαυται ὁ ὑετὸς καὶ ἡ χά λαζα καὶ αἱ φωναί, καὶ προσέθετο Φαραὼ τοῦ ἁμαρτάνειν· καὶ ἐβάρυνε τὴν καρδίαν αὐτοῦ, καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ ἐσκληρύνθη ἡ καρδία Φαραὼ καὶ οὐκ ἐξαπέστειλε τοὺς υἱοὺς Ἰσραήλ, καθάπερ ἐλάλησε Κύριος τῷ