1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

50

διδάσκει εἰ μὲν χρήματα ἔχοιμεν, μετὰ τῆς τῶν πενήτων θεραπείας προσεύχεσθαι τῷ Θεῷ· εἰ δὲ τὸν ἀκτήμονα προαιρούμεθα βίον, μὴ κενὴν ἔχειν τῶν ἀγαθῶν τὴν ψυχήν, ἀλλ' ἔχουσαν τὸν πλοῦτον τῆς ἀρετῆς. LIV Ποία ἐστὶν ἑορτὴ ἡ τοῦ θερισμοῦ τῶν πρωτογενημάτων, καὶ ποία ἑορτὴ τῆς συντελείας ἐπ' ἐξόδῳ τοῦ ἐνιαυτοῦ; Ἑορτὴν τῶν πρωτογενημάτων τὴν Πεντηκοστὴν καλεῖ· ἑορτὴν δὲ συντε λείας ἐπ' ἐξόδῳ τοῦ ἐνιαυτοῦ, τὴν τῆς Σκηνοπηγίας. καὶ τοῦτο διδάσκων ἐπήγαγε· " τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου ", τουτέστι τῇ ἑορτῇ τοῦ Πάσχα καὶ τῇ Πεντηκοστῇ καὶ τῇ Σκη νοπηγίᾳ. ἀναμιμνήσκει δὲ τὸ μὲν Πάσχα, τῆς ἐξόδου τῆς ἐξ Αἰγύπτου καὶ τῆς παρασχεθείσης ἐλευθερίας· ἡ δὲ Πεντηκοστὴ τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσόδου. ἐκεῖ γὰρ σπείροντες τὰς ἀπαρχὰς τῶν γενημάτων προσέφερον. ἐν γὰρ τῇ ἐρήμῳ τὸν ἄσπορον καὶ ἀνήροτον ἤσθιον ἄρτον. 137 ἡ δὲ Σκηνοπηγία τὴν ἐν ἐρήμῳ διαγωγὴν ὑπογράφει. ἐν σκηναῖς γὰρ οἰκοῦντες τεσσαράκοντα διετέλεσαν ἔτη. ἐν ταύταις ταῖς ἑορταῖς συν τρέχειν εἰς τὸν θεῖον νεὼ παρεγγύησεν· ἵνα καὶ τῶν θείων ἀναμιμνήσ κωνται δωρεῶν, καὶ εἰς ὁμόνοιαν καὶ φιλίαν συνάπτωνται· καὶ φιλεορ τασταὶ ὄντες, μὴ περὶ τὰ τεμένη τῶν δαιμόνων τρυφῶσιν ἀλλ' ἐν τῷ ναῷ τοῦ πεποιηκότος καὶ τὰ ἀγαθὰ χορηγοῦντος, τῆς ἑορταστικῆς ἀπο λαύωσιν εὐωχίας. LV Τί ἐστιν· " οὐ θύσεις ἐπὶ ζύμῃ αἷμα θυσιάσματός μου "; Ἀζύμους ἄρτους τῷ θυσιαστηρίῳ προσέφερον· ζυμίτας δὲ ἀπαγορεύει προσφέρειν· διὰ τῶν αἰσθητῶν διδάσκων τὰ νοητά. ἐπειδὴ γὰρ ὁ ἄζυμος ἄρτος αὐτοσχέδιός ἐστιν· ὁ δὲ ζυμίτης ἔχει τι τῆς ζύμης τῆς παλαιᾶς· ἀπαγορεύει ὁ νόμος μηδὲν τοῖς θείοις τῆς αἰγυπτιακῆς ἀναμιγνύναι δι δασκαλίας. οὕτω καὶ ὁ Κύριος τοῖς ἱεροῖς ἔλεγε μαθηταῖς· " προσέ χετε ἀπὸ τῆς ζύμης τῶν γραμματέων καὶ φαρι σαίων ". LVI Πῶς νοητέον τὸ " οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ "; Πολλάκις ἔφην, ὅτι διὰ πάντων αὐτοὺς φιλανθρωπίαν διδάσκει. τινὲς οὖν φασιν ἀπαγορεύειν τὸν νόμον τὸ εὐθυγενὲς ἐσθίειν· τινὲς δὲ τῷ μητρῴῳ γάλακτι μὴ συνεψεῖν· τρόπον γάρ τινα καὶ τὴν μητέρα συνεψεῖ. ἀπαγο ρεύει δὲ καὶ τῷ Θεῷ προσφέρειν κατὰ ταὐτὸν μητέρα καὶ τὸ τεχθὲν ἐξ 138 αὐτῆς. καὶ αὐτοῖς δὲ παρεκελεύσατο στρουθῶν εὑρηκόσι νεοττίαν μὴ συνθηρεύειν τοῖς νεοττοῖς τὴν μητέρα· τοῦτο γάρ ἐστιν ἐξαλεῖψαι τῶν ὀρνέων τὸ γένος. LVII Πῶς νοητέον, " τὸν ἀριθμὸν τῶν ἡμέρων σου ἀναπλη ρώσω "; Τὴν ὡρισμένην φησὶ τοῖς ἀνθρώποις ζωήν· τουτέστιν εἰς γῆρας μακρὸν ἐλθεῖν σε παρασκευάσω. LVIII Τί ἐστιν, " ἀποστελῶ τὰς σφηκίας προτέρας σου "; Ὣς τοῖς αἰγυπτίοις βατράχους καὶ σκνῖπας καὶ κυνόμυιαν ἔπεμψεν, οὕτω τοῖς χαναναίοις καὶ τοῖς ἄλλοις ἔθνεσι τὰς σφηκίας. τοῦτο δὲ δηλοῖ τὴν ὑπερβάλλουσαν δύναμιν τοῦ Θεοῦ· ὅτι καὶ διὰ τῶν σμικρῶν ζῳυφίων, καὶ τοῖς οἰκείοις ἐπικουρεῖ, καὶ τοῖς ἐναντίοις ἐπάγει τὸν ὄλεθρον. τοῦτο καὶ διὰ τοῦ μακαρίου λέγει ∆αβίδ· " Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα "· ἀντὶ τοῦ, εὐπετῶς ἂν μάλα καὶ ῥᾳδίως τοὺς πολε μοῦντας αὐτοὺς ἐξωλόθρευσα. LIX Πῶς ἐπαγγειλάμενος ὁ Θεὸς μέχρι τοῦ Ἐυφράτου ποταμοῦ παραδώσειν αὐτοῖς τὴν γῆν, οὐκ ἐπλήρωσε τὴν ὑπόσχεσιν; ∆ιὰ Ἱερεμίου τοῦ προφήτου τοῦτο σαφέστερον πεποίηκεν ὁ Θεός· " πέρας, γάρ φησι, λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν, 139 τοῦ οἰκοδομεῖν καὶ καταφυτεύειν· καὶ ἔσται, ἐὰν στραφὲν τὸ ἔθνος ἐκεῖνο ποιήσῃ πονηρά, οὐ μὴ ἐπαγάγω ἐπ' αὐτῷ πάντα τὰ ἀγαθὰ ὅσα ἐλά λησα ", καὶ τὰ ἑξῆς. εἰσήγαγε τοίνυν αὐτοὺς ὁ Θεὸς εἰς ἣν ἐπηγγεί λατο γῆν. ἐπειδὴ δὲ φυλάξαι τὸν θεῖον οὐκ ἠβουλήθησαν νόμον, οὐ πᾶσαν αὐτοῖς παρέδωκεν, ἀλλ' εἴασέ τινας διηνεκῶς αὐτοῖς πολεμοῦντας, ἵνα πολεμούμενοι τὴν θείαν αἰτῶσι βοήθειαν. καὶ τοῦτο διαφερόντως ἡ τῶν κριτῶν ἱστορία διδάσκει. ∆αβὶδ μέντοι τῷ βασιλεῖ καὶ τούτους ὑπέταξε. καὶ γὰρ οἱ ἀλλόφυλοι φόρους ἐδίδοσαν· καὶ Συρία ∆αμασκοῦ, καὶ Συρία Σουβᾶ. καὶ Σολομῶν δέ, ἕως ηὐσέβει,