1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

108

ἀσεβείας μετέλαχον. ἐλάτρευσαν γὰρ τοῖς Βααλεὶμ καὶ τοῖς Ἀσταρώθ. διδασκόμεθα δὲ διὰ τούτων, ὅσον τοὺς ὑπηκόους ὀνίνησιν ἡ τῶν ἀρχόντων εὐσέβεια, καὶ ὅσον ἡ ἀναρχία λυμαί νεται, καὶ αὖ πάλιν ἡ τῶν πονηρῶν ἡγεμονία. τοῦτο γὰρ καὶ ἥδε ἡ ἱστορία διδάσκει. " ἤγειρε γὰρ αὐτοῖς φησί, Κύριος κριτὰς 294 καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τῶν προνομευσάν των αὐτούς ". καὶ ὅτε " ἤγειρεν αὐτοῖς τοὺς κριτὰς καὶ ἦν Κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωζεν αὐτοὺς ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ ". καὶ μετ' ὀλίγα· " καὶ ἐγένετο ὡς ἀπέθνῃσ κεν ὁ κριτὴς καὶ ἀπέστρεφον καὶ διέφθειρον πά λιν ὑπὲρ τοὺς πατέρας αὐτῶν τοῦ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων, τοῦ λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς ". οἶμαι δὲ καὶ ἑτέραν αἰτίαν εἶναι, δι' ἣν οὐ πᾶσαν τὴν ἐπηγγελμένην ἐκομίσαντο γῆν· ἔστι δὲ αὕτη. στενω τάτης ἐδεῖτο γῆς τῆς νομικῆς πολιτείας ἡ φυλακή· τρὶς γὰρ τοῦ ἔτους ἑορτάζειν ὁ νόμος ἐκέλευσεν εἰς ἓν ἅπαντας χωρίον συντρέχοντας, ἐν ᾧ τὸν θεῖον νεὼν ἐδομήσαντο. ἐκεῖ καὶ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας καὶ τὰ τῶν θρεμμάτων πρωτότοκα καὶ μέντοι καὶ τὰς ἄλλας θυσίας κομίζειν ἐκέλευσεν. εἰκότως τοίνυν αὐτοὺς σμικρῷ περιώρισε τόπῳ, ὥστε ῥᾳδίως καὶ τοὺς νωθεῖς εἰς τὸν ἀφιερωμένον νεὼν συναγείρεσθαι. VIII Πῶς νοητέον τόδε τὸ χωρίον, " ταῦτα τὰ ἔθνη ἀφῆκεν Ἰησοῦς, ὥστε πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραήλ, πάν τας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους Χαναάν· πλὴν διὰ τὰς γενεὰς τῶν υἱῶν Ἰσραὴλ τοῦ διδά ξαι αὐτοὺς πόλεμον· πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά "; Ἰησοῦ τοῦ Ναυῆ στρατηγοῦντος οὐ κατὰ πολεμικὴν τέχνην ὁ λαὸς ἐνίκα παραταττόμενος, ἀλλὰ τῆς ἄνωθεν ἀπολαύων ἐπικουρίας· " ἀποσ τελῶ, γὰρ ἔφη, τὰς σφηκίας ἔμπροσθεν ὑμῶν· καὶ ἐξολοθρεύσει τὸν χαναναῖον καὶ τὸν χετταῖον ", καὶ τὰ ἑξῆς. καὶ μέντοι καὶ σκηπτοὺς ἄνωθεν ἀφιεὶς καὶ χάλαζαν λίθων ἔχου 295 σαν μέτρον, τοὺς πολεμίους ἀνήλισκε. λέγει τοίνυν, ὅτι τούτου χάριν οὐ πάντας ἄρδην διώλεσε τοὺς τὴν γῆν ἐκείνην οἰκοῦντας Ἰησοῦ τοῦ Ναυῆ στρατηγοῦντος, ἵνα καὶ οἱ μετ' ἐκεῖνον τῇ πείρᾳ τὴν τοῦ Θεοῦ δι δαχθῶσι κηδεμονίαν, καὶ διὰ τὴν πολεμικὴν ἀνάγκην τὸν δεσπότην κα λῶσιν εἰς συμμαχίαν· τὸ μέντοι " πειρᾶσαι " ὁ Σύμμαχος " ἀσκῆ σαί " φησιν αὐτοὺς ἠβουλήθη, καὶ διδάξαι τοῦ πολέμου τὴν τέχνην. καὶ τὸ " πειρᾶσαι " δὲ κατὰ τοὺς ἑβδομήκοντα κείμενον, οὐ τὴν ἄγ νοιαν τοῦ Θεοῦ δηλοῖ. οὐδὲ γὰρ τὸν Ἀβραὰμ τούτου χάριν ἐπείραζεν, ἵνα μάθῃ τοῦ Ἀβραὰμ τὴν γνῶσιν. κἀκεῖ γὰρ ἐδίδαξεν, ὅτι ᾔδει ὁ Θεός, ὅτι συντάξει Ἀβραὰμ τοῖς υἱοῖς αὐτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτόν, φυλάσσειν πάντα τὰ κρίματα Κυρίου τοῦ Θεοῦ. οὐχ ἵνα τοίνυν αὐτὸς μάθῃ πειράζει ἀλλ' ἵνα τοὺς ἀγνοοῦντας διδάξῃ. ὥσπερ τοίνυν εἰς γυμ νασίαν τοῦ λογικοῦ τῷ Ἀδὰμ ἐδεδώκει τὴν ἐντολήν, οὕτω κἀνταῦθα ἔνια τῶν ἐθνῶν καταλέλοιπεν· ὥστε τῶν μὲν δεῖξαι τὸ εὐσεβές, τῶν δὲ διελέγξαι τὸ δυσσεβές. τοῦτο γὰρ λέγει· " ὥστε πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραὴλ τοῦ γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς Κυρίου, ἃς ἐνετείλατο τοῖς πατρά σιν αὐτῶν ἐν χειρὶ Μωϋσῆ ". καὶ αὐτὰ δὲ διδάσκει τὰ πράγ ματα, ὡς αὐτοὶ αἴτιοι γεγένηνται τοῦ μὴ παντάπασιν ἀπαλλαγῆναι τῶν δυσσεβῶν ἐκείνων ἐθνῶν. ἐννέα γὰρ καὶ εἴκοσι βασιλέας, δίχα τῶν τῆς Ἰεριχὼ καὶ τῆς Γαῒ στρατηγῶν, ὁ Ἰησοῦς σὺν ταῖς στρατίαις αὐτῶν κατηκόντισε, μὴ πόλιν ἔχων, μὴ ὁρμητήριον, μὴ στρατιώτας ἐμπειρίαν ἠσκημένους πολεμικήν. οἱ δέ γε μετ' ἐκεῖνον καὶ πόλεις ὀχυρὰς ἐσχηκότες, καὶ πλοῦτον ὅτι μάλιστα πλεῖστον ἐκ τῶν λαφύρων κτησάμενοι καὶ πα νοπλίας ἔχοντες καὶ τείχη καὶ περιβόλους περιγενέσθαι τῶν ὑπολειφθέντων οὐκ ἴσχυσαν διὰ τὴν οἰκείαν ἀσέβειαν. 296 IX Πῶς ὁ Γοθονιὴλ καὶ τοῦ Χαλὲβ ἀδελφὸς καὶ Κενὲζ υἱός; ὁ γὰρ Χαλὲβ Ἰεφονῆ υἱός. Εἰκὸς καὶ διώνυμον εἶναι τὸν Ἰεφονῆ καὶ καλεῖσθαι καὶ Κενέζ. εἰκὸς καὶ ἐκ διαφόρων αὐτοὺς εἶναι πατέρων, μιᾶς δὲ μητρός· καὶ τὸν μὲν Χαλὲβ τὸν Ἰεφονῆ ἐσχηκέναι πατέρα· μετὰ δὲ τὴν τούτου τελευτὴν γήμασθαι τὴν αὐτοῦ μητέρα τῷ Κενὲζ καὶ τεκεῖν τὸν Γοθονιήλ. ὅτι μέντοι τὴν Ἰεριχὼ πόλιν φοινίκων ὠνόμασε, τὰ κατὰ τὸν Ἐγλὼμ διδάσκει. "