1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

92

κατάγοντες, πρῶτοι τὸν κατὰ τοῦ Ἰσραὴλ ἀνεδέξαντο πόλεμον, καὶ ταῦτα πόρρωθεν ὄντος, καὶ τοῖς ὁρίοις αὐτῶν μὴ πελάσαντος. ἐδίδαξε δὲ πάλιν σαφέστερον, ὡς δύο ἀφορίζεσθαι δεκάτας προσέταξεν. ἔφη δὲ οὕτως· " ἐὰν δὲ συντελέσῃς ἀποδεκατῶσαι πᾶν τὸ ἐπι δέκατον τῶν γενημάτων τῆς γῆς σου, ἐν τῷ ἔτει τῷ τρίτῳ, τὸ δεύτερον ἐπιδέκατον δώσεις τῷ λευΐτῃ καὶ τῷ προσηλύτῳ καὶ τῇ χήρᾳ καὶ τῷ ὀρφανῷ καὶ φάγονται ἐν ταῖς πόλεσί σου καὶ ἐμ 251 πλησθήσονται ". ὅτι μέντοι οὐκ ἐν μιᾷ ἡμέρᾳ τῷ λαῷ ταύτην τὴν διδασκαλίαν ὁ προφήτης προσήνεγκε, καὶ ταῦτα δηλοῖ. " προσ έταξε, γάρ φησι, Μωϋσῆς καὶ ἡ γερουσία Ἰσραήλ, λέγοντες· φυλάσσεσθε ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον ". εἶτα ἐκέλευσεν ὁ δεσπότης Θεὸς μετὰ τὸ διαβῆναι τὸν Ἰορδάνην, δύο στῆ σαι λίθους μεγάλους, καὶ κονιάσαι αὐτούς, καὶ ταύτας ἐπιγράψαι τὰς ἐντολάς· ἔπειτα ἐκ λίθων αὐτοφυῶν οἰκοδομῆσαι θυσιαστήριον ἐν τῷ ὄρει Γεβάλ, καὶ τὰς νενομισμένας ἐπιτελέσαι θυσίας· καὶ πρὸς ταῖς ἄλλαις, οἷόν τινα χαριστήριον τὴν τοῦ σωτηρίου· καὶ μετὰ ταῦτα εὐωχηθῆναι τὸν εὐεργέτην ἀνυμνοῦντας Θεόν. XXXIV Τί δήποτε κατάραις αὐτοὺς καὶ εὐλογίαις ὑπέβαλεν; Ὁ δεσπότης Χριστὸς τὰ τέλεια μαθήματα τοῖς τελείοις προσενεγκών, βα σιλείαν μὲν οὐρανῶν τοῖς ταῦτα πληροῦσιν ὑπέσχετο, ἠπείλησε δὲ τοῖς παραβαίνουσι γέενναν. ἰουδαίοις δὲ χαμαιπετὲς ἔχουσι καὶ χαμαίζηλον φρόνημα, τὰς τῇ γῇ προσηκούσας ἀρὰς καὶ εὐλογίας ἀπένειμεν. οἱ γὰρ μηδὲ τοῖς ὁρωμένοις πιστεύσαντες θαύμασι, πῶς ἂν ἐδέξαντο τὰ τῷ μέλ λοντι βίῳ προσήκοντα; ἐπισημήνασθαι δὲ χρή, ὡς τὰς μὲν εὐλογίας ταῖς ἐκ τῶν ἐλευθέρων βεβλαστηκυίαις φυλαῖς ἀπένειμε, καὶ τὴν ἱερατικὴν ἐνταῦθα τῷ λαῷ συνηρίθμησε, καὶ τὴν τοῦ Ἰωσὴφ διπλῆν οὖσαν, ὡς μίαν προσέταξεν εὐλογεῖν. τὰς δὲ κατάρας τοῖς ἡμιδούλοις ἐκλήρωσε· συντάξας αὐτοῖς διὰ τὸν τῶν φυλῶν ἀριθμὸν τὸν Ῥουβὶν καὶ τὸν Ζα βουλών· τὸν μὲν ὡς ἁμαρτίᾳ περιπεπτωκότα, τὸν δὲ ὡς ἔσχατον τῶν τῆς Λείας υἱῶν. ἐπαρᾶσθαι δὲ πρὸ τῶν ἄλλων ἁπάντων ἐκέλευσε τοῖς εἰς τὸ θεῖον ἀσεβοῦσι, καὶ τὰ χειροποίητα προσκυνοῦσιν ἀγάλματα. εἶτα τοῖς 252 εἰς πατέρας παρανομοῦσι. μετὰ γὰρ τὰ θεῖα δίκαιον θεραπεύειν τούτους δι' ὧν εἰς τὸ εἶναι παρήχθημεν. ἔπειτα τοῖς ἐπικερτομοῦσι τοῖς τὸ βλέ πειν ἀφῃρημένοις καὶ τῆς εὐθείας αὐτοὺς ἐκτρέπειν ὁδοῦ πειρωμένοις. καὶ ἁπαξαπλῶς τοῖς τὰς προειρημένας παραβαίνουσιν ἐντολάς. ταῦτα δὲ τῶν ἱερέων λεγόντων, ἐκέλευσε τὸν λαὸν ἐπιλέγειν, " γένοιτο "· οἷον ὑπο γραφήν τινα γραμματείου ταύτην παρ' αὐτῶν κομιζόμενος τὴν φωνήν. τοῖς δὲ τὰς θείας φυλάττουσιν ἐντολάς, τὰς παντοδαπὰς δέδωκεν εὐλογίας, καὶ τοῖς τὰς πόλεις καὶ τὰς κώμας οἰκοῦσιν εὐπαιδίαν, πολυπαιδίαν, ποιμ νίων καὶ βουκολίων πολυγονίαν, τὴν ἀπὸ γῆς εὐκαρπίαν, τὴν ἐν εἰρήνῃ διαγωγήν, τὴν ἐν πολέμοις νίκην· καὶ τὰ τούτοις προσόμοια. ταῖς δὲ σω ματικαῖς καὶ πνευματικὴν εὐλογίαν προστέθεικεν " ἀναστήσαι σε Κύριος ἑαυτῷ λαὸν ἅγιον, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου ". καὶ τοῦτον δὲ προστέθεικε τὸν διορισμόν· " ἐὰν εἰσακούσῃ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς αὐτοῦ ". ταῦτα γὰρ οἱ μὲν ὁρῶν τες, οἱ δὲ ἀκούοντες φοβηθήσονται, λογιζόμενοι τὴν θείαν κηδεμονίαν ἧς ἀπολαύετε. τὸ μέντοι, " γενέσθαι εἰς κεφαλὴν καὶ μὴ εἰς οὐράν ", ἄρχοντα λέγει καὶ μὴ δουλεύοντα. τοῦτο γὰρ ἐπήγαγε· " καὶ ἔσῃ τότε ἐπάνω, καὶ οὐχ ὑποκάτω ". εἶτα πά λιν ἐπιφέρει τὰς ἀρὰς τἀναντία τῶν προρρηθεισῶν ἐχούσας εὐλογιῶν, ἀγονίαν, δυσκληρίαν, ἔνδειαν, νόσους, ταλαιπωρίαν, λιμόν, λοιμόν, πό λεμον, ἧτταν, ἀνομβρίαν, γῆς ἀκαρπίαν. τοῦτο γὰρ " ἡ σιδηρᾶ γῆ " δηλοῖ, καὶ " ὁ χαλκοῦς οὐρανός ". ἔπειτα τὰ ἐν πολιορ κίᾳ γινόμενα· " γυναῖκα λήψῃ καὶ ἀνὴρ ἕτερος ἕξει 253 αὐτήν· οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ ἐνοικήσεις ἐν αὐτῇ· ἀμπελῶνα φυτεύσεις καὶ οὐ τρυγήσεις αὐτόν· ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ ", καὶ τὰ ἑξῆς, τὴν αὐτὴν τούτοις ἔχει διάνοιαν. προστίθησι δὲ καὶ ἑλκῶν ἀπειλάς, καὶ παθημάτων διαφοράς, καὶ