1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

100

τῶν ἑβραίων Θεῷ καὶ δηλοῖ τὴν πίστιν τὰ ῥήματα· " ἐπίσταμαι, γὰρ ἔφη, ὅτι παρέδωκε Κύριος ὁ Θεὸς ὑμῶν τὴν γῆν, ἐπιπέπτωκε γὰρ ὁ φόβος ὑμῶν ἐφ' ἡμᾶς. ἀκη κόαμεν γάρ, ὅτι κατεξήρανε Κύριος ὁ Θεὸς τὴν θάλασσαν τὴν Ἐρυθρὰν ἀπὸ προσώπου ὑμῶν, ὅτε ἐξεπορεύεσθε ἐξ Αἰγύπτου· καὶ ὅσα ἐποιή σατε τοῖς δυσὶ βασιλεῦσι τῶν ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, Σηὼν καὶ Ὤγ, οὓς ἐξωλοθρεύσατε αὐτούς, καὶ ἀκούσαντες ἡμεῖς ἐξέστημεν τῇ καρδίᾳ ἡμῶν καὶ οὐκ ἔστι πνεῦμα ἐν οὐδενὶ ἀπὸ προσώπου ὑμῶν, ὅτι Κύριος ὁ Θεὸς ὑμῶν, Θεὸς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ γῆς κάτω ". ἀληθὴς ἄρα ὁ λόγος ἐκεῖνος, ὃν ὁ δεσπότης Θεὸς περὶ τοῦ Φαραὼ ἔφη· " εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ ". διὰ γὰρ τῶν εἰς ἐκεῖνον γεγε νημένων δῆλος ἅπασι γέγονεν ὁ ἑβραίων Θεός, καὶ αἱ συνθῆκαι δὲ τῶν κατασκόπων σφόδρα τῇ ἀληθείᾳ συμβαίνουσι. " πᾶς, γὰρ ἔφασαν, ὃς ἂν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἔξω, ἔνοχος ἑαυτῷ ἔσται, ἡμεῖς δὲ ἀθῷοι τῷ λόγῳ σου τού τῳ ". καὶ ἡμῖν δὲ ἡ σωτηρία διὰ τῆς ἐκκλησίας προσγίνεται· οἱ δὲ ταύτης ἐκτὸς οὐκ ἀπολαύουσι τῆς αἰωνίου ζωῆς. καὶ τὰ λοιπὰ δὲ τῆς ἱστορίας προδιέγραψε τὴν ἀλήθειαν. ἡνίκα γὰρ ἤμελλον διαβαίνειν τὸν Ἰορδάνην, εἶπεν Κύριος πρὸς Ἰησοῦν· " ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι 273 ὑψῶσαί σε κατενώπιον τῶν υἱῶν Ἰσραήλ ". τοῦτο καὶ ἐπὶ τῆς ἀληθείας ἐγένετο. ὥσπερ γὰρ ὁ τοῦ Ναυῆ Ἰησοῦς ἐκ τοῦ κατὰ τὸν Ἰορδάνην θαύματος δῆλος γέγονε θεοφιλὴς ὢν ἀνήρ· οὕτως καὶ ὁ ἡμέτερος Ἰησοῦς μετὰ τὸν Ἰορδάνην, καὶ τὸ Ἰωάννου βάπτισμα, τῆςδιδασκαλίας καὶ τῶν θαυμάτων τὴν ἀρχὴν ἐποιήσατο. ἀλλ' ἴσως τισὶν ἀνάρμοστον εἶναι δοκεῖ τό, " ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε ", ἐπὶ τοῦ Κυρίου καὶ σωτῆρος ἡμῶν τιθέμενον. ἀλλ' ἀκουσάτωσαν αὐτοῦ πρὸς τὸν πατέρα λέγοντος· " πάτερ, δόξα σόν με τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσ μον εἶναι ". καὶ ὁ ἀπόστολος δέ φησι· " διὸ καὶ ὁ Θεὸς αὐ τὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα ". ὑψωθεὶς δὲ οὐκ ἔλαβεν ὃ μὴ εἶχεν, ἀλλ' ἔδειξεν ὅπερ εἶχεν· ἀγνοούμενος γὰρ ὅτι υἱός ἐστι τοῦ τῶν ὅλων Θεοῦ, ἐδείχθη τοῦτο ὤν, τοῦ πατρὸς παρὰ τὸν Ἰορδάνην εἰρηκότος· " οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα ". προτυποῦσι δὲ καὶ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου τὸν βαπ τιστὴν Ἰωάννην. ἱερεὺς γὰρ κἀκεῖνος, καὶ ἀρχιερέως υἱός. ὥσπερ τοίνυν τῶν ἱερέων τὴν κιβωτὸν φερόντων καὶ πρῶτον εἰς τὸν Ἰορδάνην εἰσελη λυθότων καὶ μετὰ τοῦ Ἰησοῦ τοῦ προφήτου καὶ στρατηγοῦ ἅπας διελή λυθεν ὁ λαός, οὕτως Ἰωάννου τοῦ πάνυ βαπτίζειν ἀρξαμένου, καὶ Ἰησοῦ τοῦ σωτῆρος ἁγιάσαντος τῶν ὑδάτων τὴν φύσιν, ὁ εὐσεβὴς λαὸς διὰ τοῦ παναγίου βαπτίσματος εἰς τὴν τῶν οὐρανῶν εἴσεισι βασιλείαν. καὶ μέντοι καὶ οἱ δώδεκα ἄνδρες καὶ οἱ ἰσάριθμοι λίθοι, τὸν θεῖον προετύπωσαν τῶν ἀποστόλων χορόν, οἱ γὰρ αὐτοὶ καὶ οἰκοδόμοι καὶ θεμέλιοι· " οἰ κοδομηθέντες, γάρ φησιν, ἐπὶ τῷ θεμελίῳ τῶν ἀποσ τόλων καὶ προφητῶν ". καὶ πάλιν ὁ αὐτὸς ἀπόστολος ἔφη· " ἐγὼ ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα ". 274 τὸ μέντοι " πῆγμα" "ἄσκωμα " ὁ Σύμμαχος ἡρμήνευσεν. ἐπεχομένη γὰρ τῶν ὑδάτων ἡ ῥύμη οἷον ἠσκοῦτο καὶ ἐκορυφοῦτο· παντὸς γὰρ ἀδα μαντίνου τείχους πλέον ἐπεῖχεν αὐτὴν ὁ τοῦ δημιουργήσαντος ὅρος. καὶ πρὸ τοῦ Πάσχα δὲ γέγονεν ἡ διάβασις· τῇ δεκάτῃ γὰρ διαβάντες, ἐπετέλεσαν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Πάσχα τὴν ἑορτήν. ἐπειδὴ κἀν τῇ ἀληθείᾳ μετὰ τὸ σωτήριον βάπτισμα ἡ τοῦ ἀμώμου ἀμνοῦ μετάληψις γίνεται. III Πῶς νοητέον τό, " περιέτεμε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ δευτέρου "; Τὴν ἀλήθειαν μάλιστα οὗτος ὁ λόγος προδιαγράφει. τοῖς γὰρ τὴν μωσαϊ κὴν δεξαμένοις περιτομὴν τὴν πνευματικὴν προσήνεγκαν περιτομὴν τῶν εὐαγγελίων οἱ κήρυκες· " πιστεύσατε, γὰρ ἔλεγον, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ Κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ λήψεσθε τὴν ἐπαγ γελίαν τοῦ ἁγίου πνεύματος ". ταύτην ὁ θεῖος ἀπόστολος " ἀχειροποίητον περιτομὴν " προσηγόρευσε. καὶ ἀλλαχοῦ, " περιτομή, φησί, καρδίας