1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

73

δὲ ἑαυτούς· οἱ δὲ ῥητῶν ἡμερῶν ἀριθμὸν μὴ πιεῖν οἶνον, μὴ κεί ρασθαι τὴν κεφαλήν. τοιοῦτοι ἦσαν, περὶ ὧν ὁ θεῖος εἶπεν Ἰάκωβος τῷ θεσπεσίῳ Παύλῳ· " εἰσί τινες εὐχὴν ἔχοντες ἐφ' ἑαυ τοῖς· τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐ τοῖς, καὶ δαπάνησον ἐπ' αὐτούς "· τουτέστι, τὰς ὑπὲρ αὐτῶν προσφερομένας κατὰ νόμον θυσίας οὐ πάρασχε, ἵνα λύσῃς τὴν ὑποψίαν. περὶ τούτων ἐνταῦθα ὁ νόμος διαγορεύει, καὶ κελεύει, τοὺς ταύτην ὑπισχνουμένους τὴν ἐπαγγελίαν καὶ ὄξους ἀπέχεσθαι, καὶ στα φυλῆς καὶ στεμφύλων, πάσας τῆς εὐχῆς τὰς ἡμέρας· εὐχὴν δὲ καλεῖ τὴν ὑπόσχεσιν· καὶ τὴν κεφαλὴν μὴ κείρασθαι, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι ὅσας ηὔξατο τῷ Κυρίῳ. ἅγιον δὲ καλεῖ τὸν τρέφοντα κόμην, ὡς τῷ Θεῷ τὴν κόμην ἀφιερώσαντα. τοῦτο γὰρ εἶπεν· " ἅγιος ἔσται τρέ φων κόμην τρίχα κεφαλῆς, πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ τῷ Κυρίῳ ", ἀντὶ τοῦ, ἃς ἀφιέρωσας τῷ Θεῷ, μὴ κείρῃς ἕως ἂν δῷς τῇ ὑποσχέσει τὸ πέρας. κελεύει δὲ αὐτὸν μὴ πατρὶ τετελευτηκότι πελάζειν, μὴ ἀδελφῷ, μὴ ἑτέρῳ τινί. κἂν γὰρ ἐξαπίνης, φησί, τελευτήσαντός τινος παρεῖναι τοῦτον συμβῇ, ἀνάγκη πᾶσαν ἀφελεῖν τὴν τρίχα· καὶ οὐ τῇ πρώτῃ μόνον ἡμέρᾳ ἀλλὰ καὶ τῇ ἑβ δόμῃ· ἵνα καὶ αἱ διαφυγοῦσαι τὸν ξυρὸν τρίχες, ἐν ταῖς ἑπτὰ αὐξηθεῖσαι ἡμέραις περιαιρεθῶσιν· ἔπειτα τῇ ὀγδόῃ δύο τρυγόνας προσενεγκεῖν· τὴν μὲν περὶ ἁμαρτίας, τὴν δὲ εἰς ὁλοκαύτωσιν· καὶ ἀμνὸν ἕνα περὶ πλημ μελείας. ἐντεῦθεν δὲ μανθάνομεν ἀκριβέστερον, ὡς περὶ πλημμελείας τὴν τῶν ἀκουσίων ἁμαρτημάτων καλεῖ· ἀκούσιον γὰρ καὶ τὸ τούτῳ συμβάν· ἐξαπίνης γάρ τινος τελευτήσαντος ὑπέμεινε μολυσμόν. ἄνωθεν δὲ αὐτὸν ἀριθμῆσαι κελεύει τὸν τῶν ἐπηγγελμένων ἡμέρων ἀριθμόν· " ἀλόγισ τοι, γάρ φησιν, ἔσονται αὐτῶν αἱ πρότεραι ἡμέ ραι, ὅτι ἐμιάνθη ἡ κεφαλὴ τῆς εὐχῆς αὐτοῦ ". 199 ἐδίδαξε δὲ καὶ τίνας προσήκει θυσίας προσενεγκεῖν τὸν τοῦ ἁγνισμοῦ τὴν ἐπαγγελίαν πεπληρωκότα· ἀμνὸν μὲν εἰς ὁλοκαύτωσιν, ἀμνάδα δὲ ὑπὲρ ἁμαρτίας· θήλεα γὰρ τὰ ὑπὲρ ἁμαρτίας ἱερεῖα, ἐπειδὴ χαυνουμένου τοῦ λογικοῦ ἡ ἁμαρτία τολμᾶται. καὶ μέντοι καὶ κριὸν ἄμωμον εἰς σωτη ρίαν, καὶ κανοῦν ἀζύμων προσενεγκεῖν διηγόρευσεν· εἶτα τῆς θυσίας ἐπι τελουμένης, τὰς τρίχας ἐπιθεῖναι τῇ θυσίᾳ τοῦ σωτηρίου. ὁ δὲ βραχίων ὁ ἑφθός, ὁ ἐπιτιθέμενος ταῖς τοῦ εὐξαμένου χερσί, καὶ παρὰ τοῦ ἱερέως λαμβανόμενος, δηλοῖ τελεσθεῖσαν τὴν ἐπηγγελμένην πρᾶξιν· πράξεως γὰρ γεγενημένης ὁ ἑφθὸς βραχίων δηλωτικός. ταῦτα δὲ οὐ μάτην νενομο θέτηκεν, ἀλλ' ἀκριβείας ἐπιμελεῖσθαι διδάσκων, καὶ μήτε ὡς ἔτυχεν ἐπαγ γέλλεσθαι, καὶ ὑπισχνουμένους τὰ ἐπηγγελμένα πληροῦν. παιδεύει δὲ καὶ ἡμᾶς διὰ τούτων καὶ τὸν ἁγιασμὸν φυλάττειν ἀμόλυντον· ὁ γὰρ κη λίδα δεχόμενος τῆς ἄνωθεν δεῖται καθάρσεως καὶ τῆς διὰ μετανοίας τῶν μολυσμῶν ἀφαιρέσεως. τοῦτο γὰρ καὶ γαλάταις ἐπιστέλλων ὁ μακάριος ἔλεγε Παῦλος· " τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν ". μετὰ ταῦτα διδάσκει πῶς εὐλογεῖν προσήκει τοὺς ἱερέας, καὶ ὡς τὸ θεῖον ὄνομα χορηγεῖ τοῖς προσιοῦσιν εὐλογίαν. " ἐπιθήσουσι, γάρ φησι, τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἐγὼ Κύριος εὐλο γήσω αὐτούς ". λέγει δὲ καὶ αὐτὰ τῆς εὐλογίας τὰ ῥήματα· " εὐλογήσαι σε Κύριος, καὶ φυλάξαι σε, ἐπι φάναι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σέ, καὶ ἐλεήσαι σε· ἐπάραι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σοί, καὶ δῴη σοι εἰρήνην ". διδασκόμεθα δὲ διὰ τούτων, ὡς χρὴ πρότερον τοῖς εὐλογημένοις τὰς θείας αἰτεῖν δωρεάς· τοῦτο γὰρ σημαίνει τὸ, " εὐλογήσαι σε "· εἶτα τὰ διδόμενα φυλαχθῆναι· ἐπήγαγε γάρ, " καὶ φυλάξαι σε ". ἡ δὲ δευτέρα εὐλογία τὴν τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν ἐπιφάνειαν προθεσπίζει " ἐπι φάναι, γάρ φησιν, τὸ πρόσωπον αὐτοῦ ἐπὶ σέ, καὶ 200 ἐλεήσαι σε"· ἐλέου γὰρ μεστὴ ἡ κατὰ σάρκα τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν οἰκονομία. διὸ καὶ τὰς πρὸς Θεὸν ἡμῖν καταλλαγὰς ἐδωρήσατο· τοῦτο γὰρ ἡ ἑξῆς εὐλογία διδάσκει· " ἐπάραι Κύριος τὸ πρόσω πον αὐτοῦ ἐπὶ σοί, καὶ δώῃ σοι εἰρήνην ". περὶ ταύτης τῆς εἰρήνης καὶ ὁ μακάριος ἔφη Παῦλος " αὐτὸς γάρ ἐσ τιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τὴν