1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

99

περὶ γὰρ Ἰησοῦ τοῦ Ναυῆ ἔφη, " εἶπε Κύριος τῷ Ἰησοῦ υἱῷ Ναυῆ τῷ ὑπουργῷ Μωϋσῆ ". Ἀκούομεν καὶ τοῦ ἀποστόλου λέγοντος· " λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀλη θείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων ". καὶ πάλιν " ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γεν νώμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν ". ὡς ὑπὸ νόμον τοίνυν γενόμενος, οὕτω καὶ διάκο νος ἐκλήθη περιτομῆς. οὕτω καὶ τοῖς ἰουδαίοις ἔφη· " εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖ νος ἐλάλησεν ". καὶ γὰρ ἐκεῖνοι πρὸς Ἰησοῦν εἰρήκεισαν τὸν Ναυῆ, 270 " κατὰ πάντα ὅσα ἠκούσαμεν Μωϋσῇ, ἀκουσό μεθα καὶ σοῦ ". II Τί δήποτε ὑποσχόμενος ὁ Θεὸς πάντα τόπον δώσειν αὐτοῖς οὗ ἂν ἐπιβῶσι τῷ ἴχνει τῶν ποδῶν αὐτῶν, καὶ τὴν ἔρημον, καὶ τὸν Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου, οὐκ ἐπλήρωσε τὴν ὑπόσχεσιν; Σαφὴς ὁ λόγος καὶ οὐ πολλῆς ἑρμηνείας δεόμενος. πρῶτον μὲν γὰρ εἴρη ται, ὅτι " πᾶς τόπος οὗ ἐὰν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτόν ". εἰκὸς οὖν αὐτοὺς μὴ ἐπιβῆναι τῆς ἄλλης γῆς Ἰησοῦ τοῦ Ναυῆ στρατηγοῦντος. ἡ ἐπαγωγὴ δὲ τέλεον λύει τὸ ζήτημα. ἐπήγαγε γάρ, " ὃν τρόπον εἴρηκα τῷ Μωϋσῇ ", οὐκ ἀορίστως δὲ πρὸς ἐκεῖνον ἐποιήσατο τὴν ὑπόσ χεσιν, ἀλλ' " ἐὰν φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου ". ἐκεῖνοι μὲν οὖν, ὡς εὐθὺς παραβεβηκότες τὸν νόμον, τῆς ἐπαγγελίας τελείας οὐκ ἔτυχον. οἱ δὲ θεῖοι ἀπόστολοι οὐ μόνον ἐκείνων τῶν τόπων ἐκράτησαν ὧν ἐπέβησαν, ἀλλὰ κἀκείνων ἐν οἷς αὐτῶν ἀνεγνώσθη τὰ πάνσοφα γράμματα· καὶ τὴν πάλαι ἔρημον παράδεισον ἀπέφηναν θεῖον· περὶ ταύτης τῆς ἐρήμου καὶ ὁ προφήτης ἔλεγεν Ἠσαΐας· " εὐφράνθητι ἔρημος διψῶσα καὶ εὐ φράνθητι, ἔρημος καὶ αἱ κῶμαι αὐτῆς ". καὶ ὁ δεσ πότης Θεὸς διὰ τῆς ἐκείνου γλώττης ὑπέσχετο ποιήσειν τὴν ἔρημον εἰς ἕλη καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. ταύτην πάλιν γενήσεσθαι τὴν ἔρημον ὡς τὸν Κάρμηλον ἔφη. ἐκληρονόμησαν δὲ καὶ τὸν Ἀντιλί βανον τῆς ἀληθείας οἱ κήρυκες· αἰνίττεται δὲ καὶ οὗτος τὴν τῶν ἐθνῶν σωτηρίαν· ἐπειδὴ καὶ Λίβανος ἡ Ἱερουσαλὴμ ὠνομάσθη. " ὁ ἀετός, γάρ φησιν, ὁ μεγαλοπτέρυγος, ὃς ἔχει τὸ ἥγημα 271 εἰσελθεῖν εἰς τὸν Λίβανον καὶ ἀπέκνισε τὰ ἁπαλὰ τῆς κέδρου καὶ τῆς κυπαρίττου ". ἀετὸν γὰρ τὸν βαβυ λώνιον κέκληκε, Λίβανον δὲ τὴν Ἰερουσαλήμ· τὰ ἁπαλὰ δὲ τῆς κέδρου καὶ τῆς κυπαρίττου, τὸν βασιλέα καὶ τοὺς ἄρχοντας. τούτους οὐ μόνον κατασκόπους ἀλλὰ καὶ στρατηγοὺς ὁ ἡμέτερος ἀπέστειλεν Ἰησοῦς. κα θάπερ δὲ οἱ παρὰ τοῦ Ἰησοῦ τοῦ Ναυῆ πεμφθέντες κατάσκοποι τὴν πεπισ τευκυῖαν διέσωσαν πόρνην, σύμβολον αὐτῇ σωτηρίας δεδωκότες τὸ σπαρ τίον τὸ κόκκινον, οὕτως οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι τὴν πάλαι πόρνην, τὴν διαφόροις εἰδώλοις ἀνακειμένην ἐκκλησίαν, καὶ τῆς προτέρας ἀκολασίας ἀπέστησαν, καὶ τῶν αἰωνίων ἠξίωσαν ἀγαθῶν· οὐ σπαρτίῳ κοκκίνῳ χρησάμενοι συμβόλῳ, ἀλλὰ τῷ παναγίῳ αἵματι τὴν σωτηρίαν πραγματευσάμενοι. μηδεὶς οὖν νομιζέτω ἀνάξιον εἶναι τῆς ἐκκλησίας τῆς Ῥαὰβ τὸν τύπον· ἀκουσάτω δὲ τοῦ ἀποστόλου λέγοντος, " ἦμεν γάρ πότε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμε νοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικί λαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους ". καὶ πάλιν, " ἀλλὰ τότε μὲν ὡς οὐκ εἰδότες Θεὸν ἐδουλεύσατε τοῖς μὴ οὖσι θεοῖς ". καὶ ἀλλαχοῦ· " ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ ". καὶ ἑτέρωθι· " μὴ πλανᾶσθε· οὔτε πόρ νοι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖ ται, οὔτε εἰδωλολάτραι, οὔτε πλεονέκται, οὔτε κλέπται, οὐ λοίδοροι, οὐ μέθυσοι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ κληρονομήσουσιν ". εἶτα ἐπήγαγε· " καὶ ταῦτά τινες ἦτε, ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ πνεύ 272 ματι τοῦ Θεοῦ ἡμῶν ". οὕτω καὶ Ῥαὰβ ἡ πόρνη τὸ πρότερον ἦν, ὑπεδέξατο δὲ τοὺς κατασκόπους πιστῶς καὶ βασιλέως παραδοθῆναι τούτους προστεταχότος οὐκ εἶξεν, ἀλλὰ κατέκρυψεν· ἐπίστευσε γὰρ τῷ