1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

66

ρεῖσθαι ἐκέλευσεν. " αἷμα, γάρ φησι, λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ· αἷμα ἐξέχεεν, ἐξολοθρευθή σεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς ". καὶ ὅτι τοῦτον ἔχει τὸν σκοπὸν ὃν ἔφην ὁ νόμος διδάξει τὰ ἑξῆς· " ἀνοίσει, γάρ φησιν, ὁ ἱερεὺς τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ. καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐ 178 τῶν τοῖς ματαίοις, ὧν αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐ τῶν. νόμιμον αἰώνιον ἔσται ὑμῖν εἰς τὰς γε νεὰς ὑμῶν ". οὗτος ὁ νόμος μέχρι τοῦ παρόντος παρὰ ἰουδαίοις κρατεῖ. ὁ γὰρ ἱερεὺς θύει τὰ ἐσθιόμενα ζῷα. ἀπηγόρευσε δὲ καὶ τὸ ἐσθίειν αἷμα, καὶ τὴν αἰτίαν ἐδίδαξεν· ἡ γὰρ ψυχή, φησί, πά σης σαρκὸς αἷμα αὐτοῦ ἐστιν, καὶ ἐγὼ δέδω κα ὑμῖν αὐτὸ ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκε σθαι περὶ τῶν ψυχῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ ἐξιλάσεται. διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ἰσραήλ· πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα, καὶ ὁ προσήλυτος ὁ προσκείμε νος ὑμῖν οὐ φάγεται ". ὥσπερ φησί, σὺ ψυχὴν ἀθάνατον ἔχεις, οὕτω τὸ ἄλογον ζῷον ἀντὶ ψυχῆς ἔχει τὸ αἷμα. οὗ δὴ χάριν κελεύει τὴν τοῦ ἀλόγου ψυχήν, τουτέστι τὸ αἷμα, ἀντὶ τῆς σῆς προσενεχθῆναι ψυχῆς τῆς ἀθανάτου καὶ λογικῆς. ἐὰν δὲ τοῦτο φάγῃς, ψυχὴν ἐσθίεις· λογικῆς γὰρ ψυχῆς τοῦτο τάξιν πληροῖ. διὸ καὶ φόνον τὴν βρῶσιν ὠνό μασε. τούτου ἕνεκα καὶ τὰ τεθνηκότα τῶν ζῴων ἐσθίειν ἀπαγορεύει, ὡς τοῦ αἵματος μὴ χωρισθέντος τοῦ σώματος. XXIV Τινὲς μέμφονται ταῖς περὶ τῶν γάμων νομοθεσίαις, λέγοντες ἀπαγο ρεῦσαι τὸν Θεὸν τὰ μηδαμῆ μηδαμῶς γεγενημένα. τίς γάρ, φησίν, ἠνέσχε το τῇ ἑαυτοῦ μιγῆναι μητρί; ἢ τίς πώποτε συνεγένετο κτήνει; Οὐκ ἂν ὁ Θεὸς τὸ παρ' οὐδενὸς τολμηθὲν ἀπηγόρευσε· καὶ ὅτι ταῦθ' οὕ τως ἔχει, μαρτυρεῖ τὸ τοῦδε τοῦ νόμου προοίμιον. ἔφη γὰρ οὕτως· 179 " κατὰ τὰ ἐπιτηδεύματα τῆς Αἰγύπτου ἐν ᾗ πα ρῳκήσατε ἐν αὐτῇ, οὐ ποιήσετε, καὶ κατὰ τὰ ἐπιτηδεύματα τῆς γῆς Χαναὰν εἰς ἣν ἐγὼ εἰσά γω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε ". οὕτω ταῦτα εἰπών, διδάσκει τὰ ὑπ' ἐκείνων τολμηθέντα, καὶ τὴν τοιαύτην ἀπαγορεύει πρᾶξιν. ὅτι δὲ πολλὰ τοιαῦτα τολμᾶται, μαρτυροῦσι καὶ πέρσαι μέχρι τοῦ παρόν τος, οὐ μόνον ἀδελφαῖς, ἀλλὰ καὶ μητράσι καὶ θυγατράσι νόμῳ γάμου μιγνύμενοι· καὶ τὰς ἄλλας δὲ παρανομίας τολμῶσι πολλοί. XXV Τί ἐστιν· " ἀπὸ τοῦ σπέρματός σου οὐ δώσεις λα τρεύειν ἄρχοντι καὶ οὐ βεβηλώσεις τὸ ὄνομά μου τὸ ἅγιον· ἐγὼ Κύριος "; Τὸ ἑβραϊκὸν τὸ " μόλοχ " ἔχει, καὶ οἱ λοιποὶ δὲ ἑρμηνευταὶ τοῦτο τεθεί κασιν. εἴδωλον δὲ τοῦτο ἦν. διὸ καὶ διὰ τοῦ προφήτου φησὶν ὁ Θεός· " μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα, υἱοὶ Ἰσραήλ; καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ μόλοχ καὶ τὸ ἄσ τρον τοῦ θεοῦ ὑμῶν Ῥεφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς ". ἀπαγορεύει τοίνυν τὸ τοὺς παῖδας ἱεροδούλους τοῖς εἰδώλοις προσφέρειν· ὡς δὲ τινές φασι, τὸ τοῖς ἀλλοφύλοις ἄρχουσι μὴ διδόναι τοὺς παῖδας, ὥστε εἶναι αὐτῶν οἰκέτας ἢ δορυφόρους, ἵνα μὴ τῆς ἐκείνων μεταλάχωσιν ἀσεβείας. XXVI Τί ἐστιν· " ἵνα μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ ἐν τῷ μιαίνειν ὑμᾶς αὐτήν, ὃν τρόπον προ 180 σώχθισε τοῖς ἔθνεσι τοῖς πρὸ ὑμῶν; " Μὴ βδελύξηται ὑμᾶς, φησίν, ὡς ἐβδελύξατο τοὺς χαναναίους· ἀντὶ τοῦ, ὥσπερ ἐκείνους διὰ τὰς πολλὰς αὐτῶν παρανομίας πανωλεθρίᾳ παρα δούς, ὑμῖν τὴν γῆν παραδέδωκα, οὕτως ὑμᾶς τὰ ὅμοια δράσαντας τι μωρήσομαι. XXVII Πῶς νοητέον· " τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτέ ρῳ ζυγῷ, καὶ τὸν ἀμπέλωνά σου οὐ κατασπε ρεῖς διάφορον "; καί, " ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον οὐκ ἐπιβαλεῖς σεαυτῷ "; Πολλάκις ἔφην, ὅτι διὰ τῶν αἰσθητῶν διδάσκει τὰ νοητά. ἀπαγορεύει τοίνυν τῶν ἑτερογενῶν τὴν ὀχείαν, οἷον ἵππου καὶ ὄνου· ἵνα μὴ διαβῇ ἀπὸ τῶν ἀλόγων εἰς τοὺς λογικοὺς ἡ παράνομος μίξις. τούτου χάριν καὶ τὸ ἐξ ἐρίου καὶ λίνου ὑφασμένον ἱμάτιον κίβδηλον ὀνομάζει, διδάσκων πράξεις ἐναντίας μηδαμῶς ἐπιτηδεύειν. ὅτι γὰρ οὐ τὸ ἱμάτιον κίβδηλον λέγει, ἀλλὰ τὴν πράξιν διὰ τούτου δηλοῖ, μαρτυρεῖ τῆς σκηνῆς τὰ καλύμ ματα ἐκ διαφόρων κατασκευασθέντα νημάτων. οὕτω νοητέον καὶ τὰ περὶ τοῦ ἀμπελῶνος, καὶ ὁ ἀπόστολος δὲ τὴν πρὸς τοὺς ἀπίστους κοινω νίαν ἀπαγορεύει λέγων· " μὴ γίνεσθε