1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

25

γὰρ ἡνίκα τὴν ἐκ τῆς Σάρρας παιδοποιΐαν ὁ Θεὸς ἐπηγγείλατο, αὐτὸς ἔφη· " Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου ". ἀλλ' ὅμως καὶ στέργων κομιδῇ τὸ παιδίον πεποίηκεν ὅπερ ὁ δεσπότης προσέταξεν· οὕτω δὲ ταῖς θείαις ἐπαγγελίαις πεπίστευκεν· ὅτι οὐ παῖδας, οὐ παιδίσ κας, οὐ χρυσόν, οὐκ ἄργυρον δεδωκώς, ἀπέλυσε τῆς οἰκίας τὸ παιδίον· ἀλλ' ἄρτους ὀλίγους καὶ ἀσκὸν ὕδατος καὶ τὴν μητέρα. ᾔδει γὰρ ὡς ἀψευ 68 δὴς ἡ τοῦ προστεταχότος ὑπόσχεσις· ὑπέσχετο δὲ αὐτῷ ὁ Θεὸς εἰς ἔθνος μέγα ποιήσειν αὐτὸν ἅτε δὴ τῆς αὐτοῦ γεωργίας ἠξιωμένον. ὃ δὴ καὶ πεπλήρωκεν. ἅμα γὰρ ἔκλαυσε τὸ παιδίον πόματος ἐφιέμενον καὶ ἄγγελος θεόθεν ἀποσταλεὶς φρέαρ ὑπέδειξε ποτίμου ὕδατος πλῆρες· ὅτι δὲ καὶ τῆς παιδοποιΐας τὸ πλῆθος δέδωκεν ὡς ὑπέσχετο, μαρτυρεῖ τὰ ὁρώμενα· ἀπὸ γὰρ τῶν ὅρων Αἰγύπτου μέχρι Βαβυλῶνος, τοῦδε τοῦ γένους ἡ ἔρη μος πλήρης. ὁ μέντοι Ἀβραὰμ καὶ τοῖς τόποις ἐκ τῆς εὐσεβείας ἐπιτέθεικε τὰ ὀνόματα· φυτεύσας γὰρ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου, ἐπεκαλέ σατο τὸ ὄνομα τοῦ τόπου ἐκείνου Θεὸς αἰώνιος. LXXIV Εἰ πάντα ὁ Θεὸς προγινώσκει, τίνος χάριν τὸν Ἀβραὰμ ἐπείρασε; Οὐχ ἵνα αὐτὸς ἅπερ ἠπίστατο μάθῃ, ἀλλ' ἵνα τοὺς ἀγνοοῦντας διδάξῃ, ὡς μάλα δικαίως τὸν πατριάρχην ἠγάπησε· τούτου χάριν ἐν τρισὶν ἡμέ ραις καὶ τοσαύταις νυξὶ τὸν θεῖον ἐβασάνιζε πόθον· μέσος γὰρ ὢν ὁ πα τριάρχης φύσεώς τε καὶ πίστεως καὶ νυττόμενος ἑκατέρωθεν, ἔδωκε τῇ πίστει τὰ νικητήρια. ὁ δὲ Θεὸς δείξας αὐτοῦ τὴν εὐσέβειαν, τὴν θυσίαν ἐκώλυσεν· ὁ γὰρ καὶ τὰς τῶν ἀλόγων ἀπαγορεύων θυσίας, πῶς ἂν τοι αύτης ἱερουργίας ἠνέσχετο; τοῦτο γὰρ ἰουδαίων κατηγορῶν διετέλεσε καὶ διὰ μὲν ∆αβὶδ τοῦ προφήτου βοᾷ· " ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν ". διὰ δὲ τοῦ Ἰεζεκιήλ· " καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου, οὓς ἐγέννησάς μοι καὶ προσή νεγκας αὐτοὺς τοῖς ἐρασταῖς σου ". εἶτα δεικνὺς τὴν τῆς ἀτοπίας ὑπερβολὴν ἐπήγαγε τοῦτο· " παρὰ πᾶσαν τὴν 69 πορνείαν σου ". ὁ τοίνυν τῶν ταῦτα τολμώντων κατηγορῶν, πῶς ἂν αὐτὸς ἠνέσχετο δέξασθαι παῖδα μονογενῆ παρὰ πατρὸς προσ φερόμενον; ἀλλὰ γὰρ ταῦτα σκιὰ ἦν τῆς ὑπὲρ ἡμῶν γεγενημένης οἰκο νομίας· ὑπὲρ γὰρ τῆς οἰκουμένης τὸν ἀγαπητὸν υἱὸν ὁ πατὴρ προσενή νοχε· τύπος γὰρ τῆς μὲν θεότητος ὁ Ἰσαάκ, τῆς δὲ ἀνθρωπότητος ὁ κριός· καὶ αὐτὸς δὲ ὁ χρόνος ἰσάριθμος· τρεῖς γὰρ ἡμέραι καὶ τρεῖς νύκτες καὶ ἐνταῦθα κἀκεῖ. LXXV Τί ἐστι, " θὲς τὴν χεῖρά σου ἐπὶ τὸν μηρόν μου; Ἐπὶ γάμον ἀπέστελλεν τῶν οἰκετῶν τὸν ἡγούμενον· ἐπάρατον μὲν ἐπισ τάμενος τοῦ Χαναὰν τὸ γένος, εὐλογίας δὲ ἠξιωμένην τὴν οἰκείαν συγ γένειαν. ἐπειδὴ τοίνυν ἐν τῷ σπέρματι καὶ τὴν εὐλογίαν καὶ τὴν τῶν ἀγαθῶν ἐπαγγελίαν ἐδέξατο, ἐκεῖ θεῖναι τὸν παῖδα τὴν χεῖρα προσέταξεν, ἔνθα καὶ τῆς πίστεως τὸ σημεῖον ἐδέξατο· πιστεύσας γὰρ ταῖς θείαις ἐπαγ γελίαις ἔλαβε τῆς περιτομῆς τὴν σφραγῖδα· ἐκεῖ δὲ θεῖναι τὴν χεῖρα προ σέταξεν, ἵνα καὶ τῆς θείας ἐπαγγελίας καὶ τῆς περιτομῆς μεμνημένος, ἀλ λοφύλῳ γάμῳ τὴν δεσποτικὴν εὐγένειαν μὴ λωβήσηται. ἰστέον δὲ ὡς ἡ μὲν χεὶρ ὑπὸ τὸν μηρὸν ἐτέθη, ὁ δὲ ὅρκος κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἐγέ νετο· " ἐξορκίζω σε, γὰρ ἔφη, Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν χανα ναίων μεθ' ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς ", καὶ τὰ ἑξῆς. σο φωτάτη δὲ ἄγαν καὶ τοῦ παιδὸς ἡ ἐρώτησις· δείσας γὰρ τὸν ὅρκον, δήλους αὐτῷ γενέσθαι παρεκάλει τοῦ γάμου τοὺς ὅρους· εἰ, γάρ φησι, 70 μὴ ἕλοιτο ἐνταῦθα ἐλθεῖν ἡ μνηστευομένη κόρη, ἀλλὰ πρὸς αὐτὴν ἀπελθεῖν τὸν μνηστῆρα κελεύει, προστάττεις τὸν υἱὸν εἰς ἐκεῖνο τὸ ἔθ νος ἐπανελθεῖν; ἀλλ' ὁ πατριάρχης Ἀβραὰμ εἰδὼς ὡς ἐκεῖθεν μὲν αὐτὸν ἡ θεία κλῆσις ἐξήγαγε, περὶ δὲ τοῦ γάμου νόμον οὐκ ἐδέ ξατο θεῖον· αὐτὸς δὲ ὡς εὐσεβείᾳ συντεθραμμένος, ἠθέλησεν ἐκ τῆς συγ γενικῆς οἰκίας τῷ παιδὶ κατεγγυῆσαι γυναῖκα· ἐκεῖνο μὲν ἀπαγορεύει γενέσθαι, ἅτε δὴ θείῳ νόμῳ κεκωλυμένον· τοῦτο δὲ τῇ θείᾳ ἐγχειρίζει κη δεμονίᾳ. ταύτῃ θαρρήσας ὁ παῖς