1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

36

διασώσει τὴν οἰκουμένην, οὕτως ἐκ τῆς τοῦ ∆ᾶν φυλῆς ὄφις ὀλέθριος ἐξελεύσεται. τοῦτο γὰρ λέγει· " καὶ 97 γενηθήτω ∆ὰν ὄφις ἐφ' ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω, τὴν σωτηρίαν περιμένων Κυρίου "· ἐπειδὴ γὰρ ἀπάταις παντοδαπαῖς κεχρημένος, πειρᾶται τοὺς φενακιζομένους ἀγρεύειν εἰς ὄλεθρον, ὄφει τινὶ αὐτὸν ἀπεικάζει παρά τινα τρίβον φωλεύοντι καὶ τοῖς παριοῦσι λυμαινομένῳ· ἵππον δὲ οἶμαι καλεῖν αὐτὸν τὸ σῶμα, ἐπιβάτην δὲ τὴν ψυχήν· τὸ δὲ εἰς τοὐπίσω πεσεῖν, τουτέστιν ὕπτιον κεῖσθαι, τὸν θάνατον παραδηλοῖ· τοιοῦτο γὰρ τῶν τεθνεώτων τὸ σχῆμα. διὰ δὲ τῆς πτέρνης τὴν ἀπάτην ᾐνίξατο· ἐπειδὴ γὰρ τοὺς μὲν ἐξαπατᾷ, τοῖς δὲ παγχαλέπας ἐπιφέρει κολάσεις, διὰ τοῦ ἵππου τὸ σῶμα δεδήλωκεν, οὗ δακνομένου καὶ διαφθειρομένου ὁ θάνα τος γίνεται, τοὺς τῆς ἐλπίδος τοῖς ὑπομένουσι κομίζων καρπούς· καρπὸς δὲ τῆς τοιαύτης ἐλπίδος ἡ σωτηρία. προλέγει καὶ τῷ Γὰδ τὰς ἐσομένας αὐτῷ παρὰ τῶν λῃστρικῶν ἐφόδων ἐπιβουλάς· τοῦτο γὰρ λέγει· " πει ρατήριον πειρατεύσει αὐτόν ". προαγορεύει δὲ καὶ τὴν ἐσομένην αὐτοῦ νίκην· " καὶ αὐτός, γάρ φησι, πειρατεύσει αὐτὸν κατὰ πόδας "· ὡσαύτως δὲ καὶ τοῦ Ἀσὴρ τὴν σιτο φόρον χώραν, καὶ τοῦ Νεφθαλεὶμ τὴν εἰς πλῆθος ἐπίδοσιν· τοῦτο γὰρ ἔφη· " στέλεχος ἀνειμένον ἐπιδιδοὺς ἐν τῷ γεννή ματι κάλλος ". εἶτα τοῦ Ἰωσὴφ τὸν φθόνον καὶ τὰς παντοδαπὰς ἐπιδείξας ἐπιβουλὰς τὴν θείαν ὑμνεῖ κηδεμονίαν, δι' ἧς τοὺς πεπολεμη κότας νενίκηκε· " συνετρίβη, γάρ φησι, μετὰ κράτους τὰ τόξα αὐτῶν καὶ ἐξελύθη νεῦρα βραχιόνων χει ρῶν αὐτῶν διὰ χεῖρα δυνατοῦ Ἰακώβ. ἐκεῖθεν ὁ κατισχύσας Ἰσραὴλ παρὰ Θεοῦ τοῦ πατρός σου· καὶ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμὸς καὶ εὐλό γησέ σε εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης πάντα. ἕνεκεν εὐλογίας μασθῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου, ὑπερίσχυσας ὑπὲρ εὐλογίας ὀρέων μονί 98 μων καὶ ἐπιθυμίας θινῶν αἰωνίων ἔσονται ἐπὶ κεφαλῆς Ἰωσὴφ καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν ". διὰ πάντων δὲ τούτων ὕμνησε τὸν οἰκεῖον Θεὸν ὃς καὶ αὐτὸν κρείττονα τοῦ πεπολεμηκότος ἀπέφηνεν ἀδελφοῦ, καὶ τὸν υἱὸν ἄμα χον ἔδειξεν παρὰ τοσούτων ἀδελφῶν ἐπιβουλευθέντα· ταύτης δέ φησι τῆς κηδεμονίας τετύχηκας, τῆς εἰς τοὺς γεγεννηκότας θεραπείας μισθὸν κο μισάμενος· τοῦτο γὰρ λέγει· " ἕνεκεν εὐλογίας μασθῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου ". γηροκόμος γὰρ σπουδαῖος τοῦ πατρὸς ἐγεγόνει. τὰ δὲ εἰς αὐτὸν γεγε νημένα κοινὰ αὐτοῦ τε καὶ τῆς μητρὸς εἶναί φησιν. τῆς γὰρ αὐτῆς ἂν κἀ κείνη τῆς κηδεμονίας ἀπήλαυσεν, εἰ μὴ θᾶττον ὑπεξῆλθε τὸν βίον· εἶτα ἐπεύχεται αὐτῷ περιφάνειαν, ὥστε γενέσθαι αὐτὸν παρὰ πᾶσιν ἐπίση μον· " ὑπερίσχυσας, γάρ φησιν, ὑπὲρ εὐλογίας ὀρέων μονίμων καὶ ἐπιθυμίας θινῶν αἰωνίων· ἔσονται ἐπὶ κεφαλῆς Ἰωσὴφ καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν ". τοὺς δὴ θῖνας ὁ Ἀκύλας " βουνοὺς " ἡρμήνευσεν· ἐπειδὴ τοίνυν πόρρωθεν ὁρῶνται καὶ οἱ βουνοὶ καὶ τὰ ὄρη, τούτοις παραπλη σίως εὔχεται γνώριμον αὐτὸν γενέσθαι καὶ πάντων περιφανέστατον. τὸν δὲ Βενιαμὶν λύκον ἅρπαγα κέκληκε, διὰ τὸ συμβεβηκὸς πάθος τῇ τούτου φυλῇ· διὸ ἐπήγαγε· " τὸ πρωϊνὸν ἔδεται, καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν ". ἐν γὰρ τῇ πρώτῃ καὶ τῇ δευτέρᾳ συμπλοκῇ νενικηκότες, ὕστερον ἄρδην ἀπώλοντο, πλὴν ὀλί γων τινῶν ἄγαν εὐαριθμήτων, οὓς οἱ νενικηκότες οἰκτίραντες δοῦναι μὲν αὐτοῖς γυναῖκας διὰ τὸν ὅρκον ὑπείδοντο, ἑτέρως δὲ αὐτοῖς τὸν γά μον ἐμηχανήσαντο. εἰδέναι δὲ χρὴ ὥς τινες εἰς τὸν θεσπέσιον Παῦλον τήνδε τὴν πρόρρησιν εἵλκυσαν· λύκου γὰρ δίκην ἐλυμαίνετο τὴν ἐκκλη σίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος· ὕστερον δὲ τὴν πνευματικὴν τρο 99 φὴν τῇ οἰκουμένῃ διέδωκε. ταῦτα τοῦ Ἰακὼβ εἰρηκότος, καὶ τὴν οἰκείαν τελευτὴν μεμηνυκότος, ὁ συγγραφεὺς ἔφη· " καὶ ἐξάρας τοὺς πόδας ἐπὶ τὴν κλίνην ἐξέλιπε καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ "· διὰ δὲ τούτων τῶν λόγων ᾐνίξατο τὴν ἐλπίδα τῆς ἀναστάσεως· εἰ γὰρ παντάπασι διεφθείροντο καὶ μὴ εἰς ἕτερον μετέβαινον βίον, οὐκ ἂν εἶπε, " προσετέθη πρὸς τὸν