1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

111

" ἐπένδυμα " αὐτὸ κέκληκεν. τὰ δὲ κατὰ τὸν Ἀβιμέλεχ καὶ τοὺς σικημίταις διδάσκει ἡμᾶς, ὡς ἡ πονηρὰ συμφωνία τοῖς 302 χρωμένοις ἐπάγει πανωλεθρίαν εἰς διχόνοιαν τελευτῶσα. κοινῇ γὰρ τοῦ Γεδεὼν ἀνελόντες τοὺς παῖδας ὑπ' ἀλλήλων διώλοντο. XVIII Τί ἐστιν· " ἔσπειρεν αὐτὴν ἅλας "; Τὴν ἀκαρπίαν τοῦτο δηλοῖ· οὐδὲν γὰρ ἐξ ἁλῶν φύεται. ἐπισημήνασθαι δὲ δεῖ, ὅτι μικρᾶς ἀνακωχῆς ἀπολαύοντες εὐθὺς τοῖς εἰδώλοις ἐλάτρευον· " προσέθεντο, γάρ φησιν, οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἔναντι Κυρίου, καὶ ἐλάτρευσαν τοῖς Βααλεὶμ καὶ τοῖς Ἀσταρὼθ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωὰβ καὶ τοῖς θεοῖς Ἀμμὼν καὶ τοῖς θεοῖς τῶν ἀλλοφύλων ". ἐπειδὴ δὲ ὀργισθεὶς ὁ Θεὸς ἐπέστησεν αὐτοῖς τὸν τῶν ἀμμανιτῶν βασιλέα, ἐβόησαν μὲν πρὸς τὸν σωτῆρα Θεὸν καὶ σφῶν αὐτῶν κατηγόρησαν, ὅτι τὸν εὐεργέτην κα ταλιπόντες, καὶ ἀληθινὸν Θεόν τε καὶ Κύριον, τοῖς ψευδωνύμοις ἐλάτρευ σαν· εἶτα διελέγξας αὐτῶν ὁ φιλάνθρωπος Κύριος τὴν ἀχάριστον γνώμην, πολλῆς γὰρ πολλάκις ἀπολαύσαντες κηδεμονίας, τὴν τῶν εἰδώλων προ ετίμησαν θεραπείαν· καὶ ἀπειλήσας ὡς οὐδεμιᾶς αὐτοὺς ἀξιώσει κηδε μονίας. " οὐ προσθήσω, γάρ φησιν, ἔτι σῶσαι ὑμᾶς, βαδίζετε καὶ βοᾶτε πρὸς τοὺς θεοὺς οὓς ἐξελέ ξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν ". ἐπειδὴ τοίνυν καὶ τὰς οἰκείας ὡμο λόγησαν παρανομίας καὶ μετέστησαν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν, καὶ ἐλάτρευσαν Κυρίῳ, τῆς παρ' αὐτοῦ βοηθείας ἀπήλαυσαν. XIX Τί ἐστιν· " εἴπατε δὴ σύνθημα "; 303 Οἱ τῆς Ἐφραῒμ φυλῆς ἐπεστράτευσαν τῷ Ἰεφθάε χαλεπαίνοντες ὅτι δὴ τῆς κατὰ τῶν ἀμμανιτῶν οὐκ ἐκοινώνησαν νίκης· εἶτα δυσπραγήσαντες ἔφυγον. ἀλλὰ λόχον τινὰ τῶν συστρατευομένων ἀποστείλας ὁ Ἰεφθάε διαβῆναι τὸν ποταμὸν αὐτοὺς διεκώλυσεν. ἔπειτα πειρωμένους ἐξαπα τῆσαι, καὶ λέγοντας ἐκ τῶν ἄλλων εἶναι φυλῶν, ἐκέλευσεν ἐπερωτᾶσθαί τινα λόγον, ὃς ἐπέφερε διὰ τῆς γλώττης τὸν ἔλεγχον. ὥσπερ γὰρ ὀσροη νοὶ καὶ σύροι καὶ εὐφρατήσιοι καὶ παλαιστῖνοι καὶ φοίνικες τῇ σύρων χρῶνται φωνῇ, πολλὴν δὲ ὅμως ἡ διάλεξις ἔχει διαφοράν, οὕτως ἑβραῖοι μὲν ἦσαν αἱ δυοκαίδεκα φυλαί, εἶχον δέ τινα ὡς εἰκὸς ἰδιώματα, ὥσπερ ἀμέλει καὶ αὕτη. ὡς γὰρ ὁ σύρος φησί, τῶν ἄλλων τὸν ἄσταχυν σεμβλὰ καλούντων, οἱ τοῦ Ἐφραῒμ ἔκ τινος συνηθείας σεμβελὼ ἔλεγον, τοῦτο γινώσκων ὁ Ἰεφθάε λέγειν ἐκέλευσε, καὶ διελεγχομένους ἀνῄρει· XX Τί δήποτε συνεχώρησεν ὁ δεσπότης Θεὸς τοῦ Ἰεφθάε σφαγῆναι τὴν θυγατέρα; Ἀνόητος ἄγαν ἡ τοῦ Ἰεφθάε ὑπόσχεσις. ἔδει γὰρ αὐτὸν συνιδεῖν, ὡς εἰκός, κύνα πρῶτον ἢ ὄνον συναντῆσαι, τὰ κατὰ τὸν νόμον ἀκάθαρτα. παιδεύων τοίνυν δι' ἐκείνου τοὺς ἄλλους ὁ δεσπότης Θεός, ὥστε μετὰ συνέσεώς τε καὶ γνώσεως ποιεῖσθαι τὰς ὑποσχέσεις, οὐκ ἐκώλυσε τὴν σφαγήν. ὅτι γὰρ τῶν τοιούτων θυμάτων κατηγορεῖ, μάρτυς ὁ μακάριος ∆αβὶδ βοῶν· " καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς θυγατέ ρας αὐτῶν τοῖς δαιμονίοις· καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυ σαν τοῖς γλυπτοῖς Χαναάν, καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι ", καὶ τὰ ἑξῆς. καὶ αὐτὸς δὲ ὁ δεσπότης Θεὸς δι' Ἰεζεκιὴλ τοῦ προφήτου φησί· " καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου, οὓς ἐγέννησάς μοι, καὶ προσήνεγκας αὐτοὺς τοῖς ἐρασταῖς σου· 304 τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου ". καὶ δεικνὺς τὴν τῆς ἀσεβείας ὑπερβολὴν προσέθηκεν· " ὃ οὐκ ἐνεθυμήθην, οὐδὲ ἀνέβη εἰς τὴν καρδίαν μου ". καὶ τοῦ Ἀβραὰμ δὲ γυμνᾶσαι τὸ φιλόθεον βουληθεὶς προσέταξε μὲν τὸν υἱὸν ἱερεῦσαι· δείξας δὲ τοῦ δικαίου τὴν γνώμην, ἐκώλυσε τὴν σφαγήν. δηλοῖ δὲ καὶ τὰ ἑξῆς τοῦ Ἰεφθάε τὸ ἀτελές. ὑποσχόμενος γὰρ πᾶν πρῶτον ὑπαντῶν εἰς θυσίαν προσοίσειν, εἶτα τὴν παῖδα τοῦτο δράσασαν θεασάμενος, καὶ τὴν ἐσθῆτα διέρρηξε καὶ πικρῶς ὠλοφύρατο καὶ θρηνῆσαι αὐτῇ συνε χώρησε πρότερον, εἶθ' οὕτω κατέθυσεν. ἀμείνων δὲ αὐτοῦ ἡ θυγάτηρ πολλῷ· " εἰ ἐν ἐμοί, γάρ φησιν, ἤνοιξας τὸ στόμα σου πρὸς Κύριον, ποίει μοι ὃν τρόπον ἐξῆλθεν ἐκ τοῦ στόματός σου, ἀνθ' ὧν ἐποίησέ σοι Κύριος ἐκδί κησιν ἐκ τῶν ἐχθρῶν σου, ἐκ τῶν υἱῶν Ἀμμών ". διδάσκων τοίνυν ὁ