1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

23

φησίν, ἄξια πανωλεθρίας δεδράκασιν· οὐ χρὴ δὲ πρὸ τῆς ἁμαρτίας ἐκ προγνώσεως ἐπενεχθῆναι τὴν τιμωρίαν· ὅτι δὲ εἶχον κατ' ἐκεῖνον τὸν καιρὸν εὐσεβεῖς, δῆλον ἐκ τοῦ Μελχισεδὲκ καὶ τοῦ Ἀβιμέλεχ καὶ τῶν τὴν Χεβρὼν οἰκούντων. καὶ γὰρ ἐκεῖνοι πολλῆς τὸν πατριάρχην θεραπείας ἠξίωσαν· καὶ ἔστιν ἀκοῦσαι αὐτῶν βοών των· " βασιλεὺς εἶ σὺ παρὰ Θεοῦ ἐν ἡμῖν. ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου ". LXVII ∆ιὰ τί δὲ τυθῆναι προσέταξε " δάμαλιν τριετίζουσαν καὶ κριὸν τριετίζοντα " καὶ τὰ ἑξῆς; 63 Αἰνίγματα ταῦτα ἦν τῶν τῷ γένει συμβησομένων· τοιγάρτοι μετὰ τὰς θυσίας ἐπήγαγε· " γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ" · καὶ προσέθη κε· " τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε ". διὰ τοῦτο τρία τῶν καθαρῶν τετραπόδων καὶ ἕκαστον τριετὲς τυθῆναι προσέταξε εἰς δήλωσιν τῶν τριῶν γενεῶν, αἳ παροικοῦσαι διατελέσου σιν· ἡ δὲ τρυγὼν τὴν γενεὰν ἐκείνην ἐνέφηνε, τὴν οἱονεὶ ἀποπτᾶσαν μὲν καὶ ἐξελθοῦσαν ἐξ Αἰγύπτου, ἐν δὲ τῇ ἐρήμῳ κατασκηνώσασαν· φιλέ ρημον γὰρ τόδε τὸ ὄρνεον. ἡ δέ γε περιστερὰ τὴν ἄλλην γενεὰν παρε δήλου, ἣ τὴν ἐπηγγελμένην ἀπελάμβανε γῆν· ἥμερον γὰρ τὸ ζῷον καὶ ταῖς οἰκίαις ἐμφιλοχωροῦν. διά τοι τοῦτο, τὰ μὲν οὐ διεῖλεν, ὡς τὴν τῆς δουλείας ἀπαλλαγὴν αἰνιττόμενα, τὰ δὲ τετράποδα διεῖλεν, ἐπειδὴ τὴν ἐν Αἰγύπτῳ κακουχίαν ἐσήμαινε. τὰ δέ γε ἐφιπτάμενα τοῖς διχοτομή μασιν ὄρνεα, ἅπερ ὁ πατριάρχης ἐκ τῶν ἱερείων ἐξήλαυνε, τὴν φονικὴν τῶν αἰγυπτίων προῃνίττετο γνώμην· ἣν ἄπρακτον ἀπέφηνεν ὁ δεσπότης Θεός, τὰς πρὸς τὸν Ἀβραὰμ ἐμπεδῶν ὑποσχέσεις· ὥσπερ γὰρ ἐν τῷ τύπῳ τοὺς σαρκοβόρους ὄρνεις ἐξήλαυνεν Ἀβραάμ, οὕτως ἡ τιμὴ τοῦ Ἀβραὰμ τοὺς αἰγυπτίους ἐκόλασε. τὸ δὲ περὶ ἡλίου δυσμὰς ὀφθῆναι τὸν καπνι ζόμενον κλίβανον καὶ τὰς τοῦ πυρὸς λαμπάδας, ἐδήλου μὲν καὶ τὸ δεχθῆ ναι τὰ θύματα· προεσήμαινε δὲ καὶ τὴν παρὰ τὸ τέλος τοῦ προρρηθέντος χρόνου ἐσομένην ἐπιφάνειαν τοῦ τῶν ὅλων Θεοῦ· διὰ πυρὸς γὰρ ἐπεφάνη καὶ Μωϋσῇ τῷ νομοθέτῃ καὶ μετὰ ταῦτα παντὶ τῷ λαῷ· ἐδίδασκε δὲ πρὸς τούτοις καὶ ὅτι ταῦτα ὕστερον νομοθετήσει τὰ ζῷα προσφέρεσθαι. τινὲς 64 δέ φασιν, ὅτι βεβαίαν δεῖξαι βουλόμενος τὴν ὑπόσχεσιν ὁ Θεός, κατὰ τὸ κρατοῦν ἔθος ἐποιήσατο τὰς συνθήκας· εἰώθασι γάρ, ὥς φασι, διχῆ τὰ ἱερεῖα διαιροῦντες, οὕτω ποιεῖσθαι τοὺς ὅρκους. ἐγὼ δὲ καὶ ταῦτα κἀκεῖνα τέθεικα, ἵνα τὸ δοκοῦν ἀληθέστερον οἱ ἐντυγχάνοντες δέξωνται. LXVIII Πολλοὶ τῶν ἀκολάστων ἀφορμὴν εἰς λαγνείαν λαμβάνουσι τὸν πατρι άρχην Ἀβραὰμ παλλακὴν ἐσχηκέναι Ἕκαστον τῶν πραττομένων ἐκ τοῦ σκοποῦ κρίνεται τῶν διαπραττομένων. οὕτω τοίνυν καὶ τὰ κατὰ τὴν Ἄγαρ σκοπήσωμεν. κἂν ἐπιθυμίᾳ δεδου λευκότα τὸν πατριάρχην ἴδωμεν, νεμεσητὸν τὸ πρᾶγμα καλέσωμεν· εἰ δὲ τῆς ὁμοζύγου τῆς φύσεως ἐπιδειξάσης τὸ πάθος, καὶ τὸν ποιητὴν ἄγονον δεδημιουργηκέναι τὴν μήτραν εἰρηκυίας, καὶ τῆς παιδοποιΐας δηλωσάσης τὸν πόθον, καὶ τούτου χάριν ἱκετευσάσης ὁμιλῆσαι τῇ Ἄγαρ, ἵνα αὐτῇ παιδίον ἐκεῖθεν ἐπινοήσῃ, τί ἐξήμαρτεν Ἀβραὰμ οὔτε τῆς φύ σεως οὔτε νόμου τινὸς ἐγγράφου τηνικαῦτα τὴν πολυγαμίαν κωλύοντος, τῆς δὲ ὁμοζύγου στερίφης μὲν οὔσης, λιπαρησάσης δὲ τὸν ἄνδρα τῇ παι δίσκῃ μιγῆναι, οὐχ ἵνα ἡδυπαθείᾳ δουλεύσῃ ἀλλ' ὅπως αὐτὸς μὲν φύσει, αὐτὴ δὲ θέσει, παίδων κληθῶσι γεννήτορες; ὅτι γὰρ κρείττων ἦν αἰσχρᾶς ἡδονῆς ὁ θεῖος ἐκεῖνος ἀνήρ, οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ ἑξῆς μαρτυ ρεῖ· ἐπειδὴ γὰρ ἐγκύμων ἡ Ἄγαρ γενομένη μεγαλαυχίας πρόφασιν ἔσχε τὴν κύησιν, καὶ κατὰ τῆς δεσποίνης ἐλύττησεν, ἐδυσχέραινε μὲν ἡ Σάρρα, καὶ τοῦ πατριάρχου κατεβόησεν οὐκ ὀρθῶς· ὁ δὲ μάλα ἠπίως τὴν παροι νίαν δεξάμενος, ἐξέδωκεν αὐτῇ τὴν παιδίσκην εἰς τιμωρίαν, οὐδὲ τεχ θῆναι προσμείνας τὸ κυοφορούμενον βρέφος· " ἰδού, γάρ φησιν, 65 ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου, χρῶ αὐτῇ ὡς ἐάν σοι ἀρεστὸν ᾖ ". LXIX Τί δήποτε περιτμηθῆναι αὐτὸν προσέταξεν ὁ Θεός; Προειπὼν τὴν παροικίαν, φυλακήν τινα μηχανᾶται τῇ εὐσεβείᾳ, ἵνα τοῖς δυσσεβέσιν ἀνθρώποις ἀναμιγέντες, μὴ διαφθείρωσι