1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

79

τοῦ θυσιαστηρίου βά σιν, τὸ δὲ στέαρ προσενεχθῆναι, τὰ δὲ κρέα αὐτοὺς λαμβάνειν, ὥσπερ δὴ τὸ στηθύνιον καὶ τὸν βραχίονα, ἀπὸ τῶν ἄλλων θυμάτων κομίζονται. " διαθήκην δὲ ἁλὸς " τὴν κοινωνίαν ἐκάλεσεν, ἐπειδὴ κατὰ τὸν θεῖον ἀπόστολον, " οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται ". τινὲς δέ φασιν ἐπειδὴ ταῖς θυσίαις ἐπιβάλλεσθαι τοὺς ἅλας προσέταξεν, εἶτα διδάσκει καὶ τοὺς ἱερέας καὶ τοὺς λευΐτας ὡς οὐ βούλεται αὐτοὺς κλῆρον λαβεῖν, ὡς τὰς ἄλλας φυλάς· ἀλλὰ παρὰ παντὸς κομίζεσθαι τοῦ λαοῦ τοὺς λευΐτας· καὶ τῶν ἀπὸ γῆς φυομένων τὰς δεκάτας, καὶ τῶν ἐκ ποιμνίων καὶ βουκολίων προσ γιγνομένων κερδῶν, καὶ τῶν ἐξ ἐμπορίας ἢ ἑτέρας τινὸς χρείας. τοὺς δὲ λευΐτας τῶν δεκατῶν τὰς δεκάτας προσφέρειν τοῖς ἱερεῦσι· καὶ τούτων μὲν ἐν παντὶ τόπῳ κελεύει μεταλαγχάνειν· τὰ δέ γε ἐκ τῶν θυσιῶν ἀφωρισ μένα αὐτοῖς ἔνδον ἐσθίειν ἐν τῷ ναῷ. καλεῖ δὲ καὶ τὰς δεκάτας μισθὸν εἰς τὴν τοῦ λαοῦ ὠφέλειαν. ὑμῶν, γάρ φησιν, γεωργούντων ἢ ἐμπορευομένων ἢ οἴκοι διαγόντων, οὗτοι ἀντὶ πάντων ὑμῶν τῇ ἐμῇ προσεδρεύουσι λει τουργίᾳ. τοῦτο γὰρ ἔφη, ὅτι " μισθὸς ὑμῶν οὗτός ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν, τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ". XXXV Πῶς νοητέον τὰ περὶ τῆς πυρρᾶς δαμάλεως διηγορευμένα; 215 Προσενεχθῆναι μὲν ταύτην ὑπὲρ τῆς τοῦ λαοῦ ἁμαρτίας νενομοθέτηκε· προτυποῖ δὲ τὸ σωτήριον πάθος, ὃ τοῦ κόσμου παντὸς ἦρε τὴν ἁμαρ τίαν. πυρρὰν δὲ προσκομισθῆναι κελεύει δάμαλιν, ἵνα προτυπώσῃ τὸ γήϊνον σῶμα· καὶ γὰρ τοῦ Ἀδὰμ ἡ προσηγορία τὴν ἐρυθρὰν αἰνίττεται γῆν ἐξ ἧς αὐτοῦ διεπλάσθη τὸ σῶμα. καὶ τὸ ἄμωμον δὲ τῆς δαμάλεως, τὸ ἀναμάρτητον προδηλοῖ τοῦ δεσπότου Χριστοῦ. καὶ τὸ ἄζυγα εἶναι τὴν δάμαλιν, τὴν τοῦ σωτῆρος ἡμῶν ἐλευθερίαν αἰνίττεται. ὁ γὰρ ζυγὸς τὴν δουλείαν δηλοῖ· ὁ δὲ Κύριος τὸ δίδραχμον ἀπαιτούμενος ἔφη, " ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί ". ἡ δὲ ἔξω τῆς παρεμβολῆς σφαγὴ τῆς δαμάλεως, τὸ ἔξω τῆς πύλης γενόμενον τοῦ σωτῆρος πάθος. ταῦτα δὲ σαφέστερον διδάσκει ὁ θεῖος ἀπόστολος ἐν τῇ πρὸς ἑβραίους ἐπιστολῇ. πᾶσαν δὲ τὴν δάμαλιν σὺν τῷ δέρματι καὶ τοῖς ἄλλοις κατακαυθῆναι προσέταξεν· ἐπειδὴ πάντα καθαρὰ τοῦ δεσπότου Χριστοῦ. τὸ δὲ ξύλον τὸ κέδρινον τοῦ σταυροῦ σύμβολον ἦν. ὥσπερ γὰρ τοῦτο ἄσηπτον, οὕ τως ἐκεῖνο ζωοποιόν. τὸ δὲ κόκκινον, τοῦ δεσποτικοῦ αἵματος. τὸ δέ γε ὕσσωπον, ὅτι ἡ ζωτικὴ θερμότης διέλυσε τοῦ θανάτου τὴν ψυχρότητα. τὸν μέντοι κατακαίοντα τὴν δάμαλιν ἀκάθαρτον μέχρις ἑσπέρας φησὶν εἶναι, εἰς τύπον τῶν τὸν δεσπότην ἐσταυρωκότων Χριστόν. ταύτῃ δὲ τῇ σποδῷ μεθ' ὕδατος χρωμένους ἐκέλευσε περιρραίνεσθαι τοὺς τῷ τεθ νηκότι πελάζοντας, ἢ ὀστῶν ἁπτομένους, ἢ ἄλλῳ τινὶ τοιούτῳ μολυνο μένους. " καὶ ἄνθρωπος, φησίν, ὃς ἐὰν μὴ ἀφαγνισθῇ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραν τίσθη ἐπ' αὐτόν ". οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη, " ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ". XXXVI ∆ιὰ τί ἀκάθαρτον εἶναι λέγει μέχρις ἑσπέρας καὶ τὸν περιρραίνοντα καὶ τὸν περιρραινόμενον; 216 Ἐπειδὴ κατὰ τὸν νόμον ἀκάθαρτος ἦν ὁ ἁπτόμενος ὀστέου νεκροῦ. οὐκοῦν ἡ κάθαρσις τῇ ἀληθείᾳ συμβαίνει· διὰ Χριστοῦ γὰρ ἡ κάθαρσις· τὸ δὲ ἀκάθαρτον εἶναι τῷ νόμῳ· ὁ δὲ νόμος προετύπου τὴν χάριν. καὶ οὗτοι δὲ ἀκάθαρτοι ἦσαν μέχρις ἑσπέρας, τουτέστι μέχρι τοῦ τέλους τοῦ νόμου. ὄρθρῳ γὰρ ἔοικεν ἡ δεσποτικὴ παρουσία. " τοῖς γὰρ ἐν σκότῳ καὶ σκιᾷ θανάτου καθημένοις φῶς ἀνέτειλεν ", ᾗ φησιν ὁ προφήτης Ἠσαΐας, καὶ ἀλλαχοῦ δὲ αὐτὸς εἴρηκεν ὁ Θεός· " τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ ". καὶ πάλιν· " ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ ". XXXVII Τί δήποτε ὠργίσθη τῷ Μωϋσῇ καὶ τῷ Ἀαρὼν ὁ δεσπότης Θεός, ἡνίκα τὸ ὕδωρ ἐκ τῆς πέτρας ἐξήγαγον; Ἀθυμοῦσιν αὐτοῖς διὰ τὴν τῆς ἀδελφῆς τελευτὴν ἐπέκειντο, διὰ τὴν τοῦ ὕδατος στασιάζοντες σπάνιν. δυσχεραίνοντες οὖν τὴν πολλὴν αὐτῶν ἀκρασίαν, ἀμφιβόλοις