1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

78

ἡττώμενος τῶν παθῶν, εἶτα στένων καὶ ὀδυρόμενος, ἔχει τινὰ γοῦν σμικρὰν συγγνώμην· ὁ δὲ τὰ πονηρὰ ἀσπαζόμενος, καὶ τῶν θείων καταφρονῶν ἐντολῶν, πάσης ἀπολογίας ἐστέρηται. XXX ∆ιὰ τί τὸν ἐν τῷ σαββάτῳ συλλέξαντα ξύλα καταλευσθῆναι προσέταξεν; Ὡς πρῶτον τοῦτον παραβεβηκότα τὸν νόμον, ἵνα μὴ γένηται παρανομίας ἀρχέτυπον· ἡ γὰρ τούτου τιμωρία δέος ἐνέθηκεν ἅπασιν. XXXI Τί δήποτε προσέταξεν αὐτοῖς ὁ Θεὸς τοῖς κρασπέδοις τῶν ἱματίων κλῶσ μα ὑακίνθινον ἐπιθεῖναι; Τὸ ὑακίνθινον κλῶσμα τοῦ οὐρανοῦ μιμεῖται τὴν χρόαν. ἀνεμίμνησκε τοίνυν αὐτοὺς τοῦ νομοθέτου, ὃς πληροῖ μὲν τὰ πάντα, οἰκεῖν δὲ δοκεῖ τὸν οὐρανόν. " ὁ οὐρανός, γάρ φησι, τοῦ οὐρανοῦ τῷ Κυ ρίῳ ". καί, " ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς ". τοῦτο δὲ καὶ ὁ νόμος διδάσκει· " ὄψεσθε, γάρ φησι, τὰ κράσπεδα καὶ ἀναμνησθήσεσθε πᾶσας τὰς ἐν τολὰς Κυρίου ποιῆσαι αὐτάς, καὶ οὐ διαστρα φήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν καὶ τῶν ὀφ θαλμῶν ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν ". 212 XXXII Τὸ μέντοι Κορὲ στασιάσαι κατὰ τοῦ νομοθέτου ἔχει τινὰ λόγον· ἐκ γὰρ τῆς λευϊτικῆς ὑπῆρχε φυλῆς· ∆αθὰν δὲ καὶ Ἀβειρών, καὶ Ἐλιάβ, ἐκ τοῦ Ῥουβὴν τὸ γένος κατάγοντες, ποίαν ἔχουσι τῆς στάσεως ἀφορμήν; Πρωτότοκος ἦν ὁ Ῥουβήν· καὶ ᾠήθησαν πρωτοτόκοις τὴν ἱερωσύνην ἁρμόττειν· καὶ οὐκ ἐσκόπησαν, ὡς ὁ πρόγονος αὐτῶν τῶν πρωτοτοκίων διὰ τὴν παρανομίαν ἐξέπεσεν. XXXIII Τί ἐστι, " μὴ πρόσχῃς εἰς τὴν θυσίαν αὐτῶν "; Ἀγὼν περὶ τῆς ἱερωσύνης ἐγίνετο· καὶ ἔμελλον καὶ οὗτοι κἀκεῖνοι προσ φέρειν θυμίαμα, κριτῇ δέ, ἐχρῶντο τῷ δεσπότῃ Θεῷ. ἀθυμήσας τοίνυν ὁ προφήτης διὰ τοὺς τῆς στάσεως ἀρχηγούς, ἱκέτευε τὸν κριτήν, μὴ δέξα σθαι τὸ παρανόμως ὑπὸ τῶν στασιαστῶν προσφερόμενον, καὶ εἰς μαρτυ ρίαν αὐτὸν τῆς οἰκείας ἐπιεικείας καλεῖ· " μὴ πρόσχῃς, γάρ φησιν, εἰς θυσίαν αὐτῶν· οὐκ ἐπιθύμημα οὐδενὸς αὐτῶν εἴληφα, οὐδὲ ἐκάκωσα οὐδένα αὐτῶν ". ἔργῳ δὲ τὴν μαρτυρίαν ἐβεβαίωσεν ὁ κριτής. " ἀποσχίσθητε, γάρ φησιν, ἐκ μέσου τῆς συναγωγῆς ταύτης καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ ". δεδήλωκε δὲ πάλιν ὁ πανεύφημος Μωϋσῆς τὴν οἰκείαν πραότητα. προκυλινδούμενος γὰρ τοῦ κριτοῦ ἐβόα· " ὁ Θεὸς τῶν πνευμάτων, καὶ πάσης σαρκός, εἰ ἄν 213 θρωπος εἷς ἥμαρτεν, ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἡ ὀργὴ Κυρίου "; δεξάμενος δὲ ὁ φιλάνθρωπος Κύριος τὴν τοῦ θεράποντος ἱκετείαν, τῶν μὲν στασιαστῶν ἀποκριθῆναι κελεύει τοὺς ἄλ λους· χῆναι δὲ νεύσας τῇ γῇ, αὐτάνδρους τὰς σκηνὰς ὑποβρυχίους ἀπέ φηνε· καὶ οἱ διὰ μέσης θαλάσσης ὁδεύσαντες, ἐν τῇ γῇ κατεπόθησαν. ῥᾴ διον γὰρ τῷ ποιητῇ καὶ ξηρὰν ὁδὸν ἐν τῇ θαλάττῃ δημιουργεῖν, καὶ τῇ γῇ πάλιν εἰς τιμωρίαν ἀντὶ θαλάσσης κεχρῆσθαι. τοῖς μὲν γὰρ αἰγυπτίοις τὸν δι' ὕδατος ἐπήγαγεν ὄλεθρον, τὸν δὲ ∆αθὰν καὶ Ἀβειρὼν καὶ τοὺς ἄλλους, τοῖς τῆς γῆς συνεκάλυψε κύμασι. τούτους μὲν οὖν ζῶντας τῷ ᾅδῃ παρέπεμψε, τοῦ δὲ Κορὲ τὴν συναγωγὴν πυρὶ κατηνάλωσεν. XXXIV ∆ιὰ τί προσέταξεν ὁ Θεὸς τὰ τῶν στασιαστῶν πυρεῖα τῷ θυσιαστηρίῳ γενέσθαι περίθεμα; Εἰς ἔλεγχον τῶν κατὰ τῆς ἱερωσύνης θρασυνομένων, καὶ βεβαίωσιν τῶν ἱερουργεῖν προστεταγμένων. τοῦτο γὰρ ἐπήγαγε· " μνημόσυνον τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἂν μὴ προσέλθῃ μηδεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ἀα ρών, ἐπιθεῖναι θυμίαμα ἔναντι Κυρίου ". τούτου χάριν καὶ τὴν βλαστήσασαν ῥάβδον ἐντεθῆναι προσέταξεν τῇ κιβωτῷ· καὶ πάλιν ἐνομοθέτησε, τοὺς μὲν ἱερέας ἱερουργεῖν, τοὺς δὲ λευΐτας ὑπουρ γεῖν, μήτε τῷ θυσιαστηρίῳ, μήτε τοῖς ἱεροῖς πελάζοντας σκεύεσιν. εἶτα διδάσκει καὶ τίνα χρὴ τοὺς ἱερέας λαμβάνειν. τὰς γὰρ αὐτῷ προσφερο μένας ἀπαρχὰς οἴνου καὶ σίτου, καὶ ἐλαίου καὶ ἄρτων, αὐτοὺς ἐσθίειν ἐκέλευσε. καὶ μέντοι καὶ τὰ ἀναθήματα, καὶ τὰ πρωτότοκα αὐτοὺς πάλιν λαμβάνειν διηγόρευσε· τῶν μὲν ἀκαθάρτων κτηνῶν ὁρίσας τὰ λύτρα. 214 " ἡ λύτρωσις γὰρ αὐτοῦ, φησίν, ἀπὸ μηνιαίου· ἡ συντίμησις πέντε σίκλων, κατὰ τὸν σίκλον τὸν ἅγιον, εἴκοσι ὀβολοί εἰσι ". τῶν δὲ καθαρῶν πρωτοτόκων ζῴων, τὸ μὲν αἷμα ἐκχεθῆναι προσέταξε παρὰ τὴν