1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

106

ὁ 288 Ἰακὼβ καὶ ὁ Λάβαν ποιησάμενοι τὰς συνθήκας, τὸν βουνὸν ἐκάλεσαν μάρτυρα τῶν συνθηκῶν. ὅσον μέντοι ὀνίνησιν ἄρχων εὐσεβὴς καὶ φιλό θεος, ἡ ἱστορία διδάσκει· " ἐλάτρευσε, γάρ φησιν, Ἰσραὴλ τῷ Κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐφείλκυσαν τὸν χρόνον καὶ ὅσοι εἶδον πάντα τὰ ἔργα Κυ ρίου, ὅσα ἐποίησε μετὰ τοῦ Ἰσραήλ ". μετὰ δὲ τὴν τούτων τελευτήν, ἀπέκλιναν εἰς ἀσέβειαν· τοῦτο γὰρ καὶ τῆς ἱστορίας τὸ τέλος ἐδίδαξεν. ἀλλ' ἔδοσαν δίκας τῆς ἀσεβείας· τῆς γὰρ θείας γυμνωθέν τες κηδεμονίας, ὑπεβλήθησαν τῷ τῆς δουλείας ζυγῷ, καὶ δεσπότην ἔσχον τὸν τῶν μωαβιτῶν βασιλέα. ἀλλ' ὁ φιλάνθρωπος Κύριος τῆς πρὸς τοὺς πατέρας μεμνημένος ἐπαγγελίας ὀκτωκαιδεκαετεῖ χρόνῳ περιώρισε τὴν δουλείαν.

289 QUAESTIONES IN JUDICES I ∆ιὰ τί Κριταὶ τὸ βιβλίον ὠνόμασται; Ὥσπερ τῶν Βασιλειῶν ἡ βίβλος πολλὰ μὲν ἔχει καὶ διάφορα διηγήματα, ὠνομάσθη δὲ Βασιλεῖαι ἐπειδὴ τὰ τῷ λαῷ συμβεβηκότα κατὰ τὸν τῶν βασιλέων καιρὸν ἱστορεῖ, οὕτω καὶ τὸ προκείμενον βιβλίον προσηγορεύθη Κριτῶν, ἐπειδὴ τὰ κατὰ τὸν τῆς δημαγωγίας καιρὸν γεγενημένα δι δάσκει. τὴν μέντοι τῆσδε τῆς ἱστορίας ἀρχὴν ἀνακεφαλαίωσιν οἶμαι εἶναι τῶν ὑπὸ Ἰησοῦ τοῦ Ναυῆ κατορθωμένων. μέμνηται γὰρ καὶ τοῦ Ἀδωνιβεζὲκ καὶ τοῦ κατ' αὐτὸν πολέμου, καὶ ἥττης αὐτοῦ καὶ τῆς ἀναιρέσεως. μέμνηται δὲ καὶ τῆς Χεβρών, ὡς ἀπονεμηθείσης τῷ Χαλέβ, καὶ τῆς τῶν τριῶν γιγάντων ἀναιρέσεως, τοῦ Ἐσσὶ καὶ τοῦ Ἀχιμὰν καὶ τοῦ Θολόμ, οὓς τοῦ Ἐνὰκ ἀπογόνους ὠνόμασεν. εἰκὸς δὲ τότε μὲν προρρηθῆναι τὴν τούτων ἀναίρεσιν, ὕστερον δὲ λαβεῖν τὴν πρόρρησιν τέλος. II Εἰ κάτ' ἐκεῖνον τὸν καιρὸν ἀνάστατος Ἰερουσαλὴμ ἐγεγόνει, πῶς ὕστερον αὐτὴν βασιλεύων ὁ ∆αβὶδ εἷλε πολιορκίᾳ; Πολλὰς ἔσχε μεταβολὰς ὁ λαός, ὡς ἡ τῶν Κριτῶν ἱστορία διδάσκει. ποτὲ μὲν γὰρ ἐνίκων, ποτὲ δὲ ἡττῶντο· καὶ πότε μὲν ἦρχον τῶν ἀλλοφύλων, 290 ποτὲ δὲ ἐδούλευον. δῆλον τοίνυν, ὡς ἐμπρησθεῖσαν τὴν Ἰερουσαλὴμ πάλιν ἀνῳκοδόμησαν οἱ ἰεβουσαῖοι, τῆς τοῦ λαοῦ δυσκληρίας ἐπιλαβό μενοι. καὶ ταύτην δὲ ὕστερον οἶμαι συγγραφῆναι τὴν βίβλον, τεκμηρίῳ χρώμενος τῷ τήνδε τὴν πόλιν Ἰερουσαλὴμ ὀνομάζειν τὴν ἱστορίαν· ὕστε ρον γὰρ ταύτην ἔσχε τὴν προσηγορίαν Ἰεβοῦς ὠνομασμένη. III Τί ἐστι, " δός μοι λύτρωσιν ὕδατος, καὶ λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν "; Οἱ περὶ τὸν Σύμμαχον " ἀρδείαν ὕδατος "· καὶ ἀντὶ τοῦ " ταπεινῶν ", " πεδινῶν " ἡρμήνευσαν. ὑπεβλήθη δὲ παρὰ τοῦ Γοθονιὴλ τοῦ ἀνδρὸς αὐτῆς Ἀσχὰν αἰτῆσαι ἀγρόν· ᾔτησε τοίνυν ἀρδείαν ὕδατος· καὶ ἔλαβεν ὥσπερ ᾔτησεν οὐ μόνον πεδιάδα γῆν, ἀλλὰ καὶ ὄρειον. τὸ μὲν γὰρ " κατὰ τὴν καρδίαν αὐτῆς ", τὸ καταθύμιον σημαίνει. μετέωρα δὲ τὰ ὄρεια κέκληκε, ταπεινὰ δὲ τὰ ὕπτια. IV Πῶς ἐνταῦθα τοῦ νομοθέτου τὸν κηδεστὴν Ἰωβὰβ ὠνόμασεν, Ἰοθὼρ καὶῬαγουὴλ ἐν ἐκείναις ταῖς ἱστορίαις ὠνομασμένον; Καὶ ἤδη ἔφην, ὡς ὁ Ἰωβὰβ ἐκείνου ἦν υἱός· πενθερὸν δὲ αὐτὸν κέκληκεν, ὡς τῆς γαμετῆς ἀδελφόν. καὶ γὰρ νῦν πολλοὶ τοὺς τοιούτους πενθερίδας καλοῦσι. τοῦ Ἰωβὰβ τοίνυν οἱ παῖδες ἔγγονοι τοῦ Ἰοθώρ εἰσιν. V " Πόλιν φοινίκων " ποίαν καλεῖ; Τὴν Ἰεριχώ. νομίζω δὲ οὕτως αὐτὴν προσαγορεύεσθαι διὰ τὸν τῶν φοινίκων καρπόν. καὶ γὰρ ἐν τῇ πρὸ ταύτης βίβλῳ, εὐθὺς τοῦ λαοῦ δια βάντος τὸν Ἰορδάνην, ὁ συγγραφεὺς ἔφη ὅτι· " ἔφαγον ἀπὸ τοῦ 291 καρποῦ τῆς γῆς ἄζυμα, καὶ ὅτι ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐξέλιπε τὸ μάννα, μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἀπὸ τοῦ σίτου τῆς γῆς. καὶ οὐκ ἔτι ὑπῆρχε τοῖς υἱοῖς Ἰσραὴλ μάννα· ἐκαρπώσαντο γὰρ τὴν γῆν τῶν φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ". καὶ ἡ δευτέρα δὲ τῶν Παραλειπομένων περὶ ὧν ᾐχμαλώτευσαν ἐκ τῆς Ἰούδα φυλῆς αἱ δέκα φυλαὶ διηγουμένη οὕτως ἔφη· " καὶ κατέστησαν αὐ τοὺς εἰς Ἰεριχὼ τὴν πόλιν τῶν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν ". VI Πῶς νοητέον, " καὶ ἦν Κύριος μετὰ