1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

22

φυλαχθῆναι τὴν Σάρ ραν ἀλώβητον, ἐν δὲ τῷ κατὰ τὸν Ἀβιμέλεχ διηγήματι, σαφῶς τοῦτο δεδήλωκε; Ἔμελλεν ἡ Σάρρα τηνικαῦτα τίκτειν τὸν Ἰσαάκ· ἵνα τοίνυν μὴ ὕποπτον γένηται τὸ σπέρμα τοῦ Ἀβραὰμ σαφῶς ἐκεῖ δεδήλωκεν ἡ θεία γραφὴ ὅτι οὐχ ἥψατο αὐτῆς ὁ Ἀβιμέλεχ. καὶ ἐντεῦθεν μέντοι κἀκεῖθεν ἰστέον, ὡς καὶ τοὺς βαρβάρους ἡ φύσις ἐδίδαξεν, ὅτι πονηρὸν ἡ μοιχεία καὶ τιμω ρίας ἄξιον· καὶ γὰρ ὁ Φαραὼ τοῦτο δεδήλωκεν ἐπιμεμψάμενος τῷ Ἀβραάμ· καὶ ὁ Ἀβιμέλεχ πρὸς τὸν τῶν ὅλων ἔφη Θεόν· " Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀποκτενεῖς; οὐκ αὐτός μοι εἶπεν, ὅτι ἀδελφή μού ἐστι καὶ αὐτή μοι εἶπεν ἀδελφός μού ἐστιν"; ἐν καρδίᾳ καθαρᾷ καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο ". τέθεικε δὲ ὁ συγγραφεὺς καὶ τοῦ Θεοῦ τὴν ἀπόκρισιν· " εἶπε, γάρ φησιν, ὁ Θεὸς τῷ Ἀβιμέλεχ καθ' ὕπνον· κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, καὶ ἐφεισά 60 μην σου τοῦ μὴ ἅψασθαι αὐτῆς, τοῦ μὴ ἁμαρτεῖν εἰς ἐμέ· ἕνεκεν τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς. νῦν οὖν ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. εἰ δὲ μὴ ἀπο δίδως, γνῶθι ὅτι ἀποθανῇ σύ ". διδάσκει δὲ ἡμᾶς ὁ θεῖος λόγος, ὅτι τῆς δικαιοσύνης τοὺς ἐραστὰς πλημμελεῖν ἐξ ἀγνοίας μέλλοντας οὐκ ἐᾷ· δῆλον τοίνυν, ὡς καὶ τὸν Φαραὼ κεκώλυκεν ἁμαρτεῖν, ὡς ἀδελφὴν τοῦ Ἀβραὰμ νόμῳ γάμου τὴν Σάρραν εἰληφότα. ἐπειδὴ δὲ κρείττων ἦν, ὡς εἰκὸς ὁ Ἀβιμέλεχ τοῦ Φαραώ, ἐκεῖνον μὲν διὰ παιδείας τὴν παρανομίαν ἐδίδαξεν· τούτῳ δὲ καὶ τῆς αἰκίας καὶ τοῦ πλημμελή ματος οὐκ ἔδωκεν αὐτὸς τὴν συγχώρησιν, ἀλλὰ τὸν ἠδικημένον αἰτῆσαι ταύτην ἀνέμεινεν· ἐπιφανείας τε ἡμέρως ἠξίωσε καὶ λόγοις ἠπίοις ἐπέδειξε τὴν τετολμημένην παρανομίαν. LXV Ὁ Μελχισεδὲχ πόθεν κατῆγε τὸ γένος; Τοῦ θεσπεσίου λέγοντος Παύλου, " ἀπάτωρ, ἀμήτωρ, ἀγε νεαλόγητος ", τίς ἂν γνοίη τὸ ἀληθές; εἰκὸς δὲ αὐτὸν ἐκ τῶν ἐθ νῶν ἐκείνων εἶναι τῶν τὴν Παλαιστίνην οἰκούντων· ἐκείνων γὰρ καὶ βασι λεὺς καὶ ἱερεὺς ἐτύγχανεν ὤν, ἱερεὺς δὲ τοῦ τῶν ὅλων Θεοῦ· " ἦν, γάρ φησιν, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου ". ὅθεν αὐτῷ καὶ 61 Ἀβραὰμ ὁ πατριάρχης προσενήνοχε τὰς τῶν λαφύρων δεκάτας· καὶ δίκαιος ὢν καὶ τοῦ Θεοῦ φίλος, παρ' ἐκείνου τὴν εὐλογίαν καρποῦται. τῆς γὰρ δεσποτικῆς εἶχεν ἱερωσύνης τὸν τύπον· διὸ δὴ καὶ ἄρτους τῷ Ἀβραὰμ καὶ οἶνον ἀντέδωκεν, ὡς τοιαῦτα τυχὸν προσφέρειν εἰωθὼς τῷ τῶν ὅλων Θεῷ· ἔδει γὰρ κἂν τοῦτο δειχθῆναι τὸν τύπον. LXVI Πῶς Ἀβραὰμ πιστὸς ὀνομάζεται εἰρηκὼς τῷ Θεῷ, " κατὰ τί γνώσομαι τοῦτο ὅτι κληρονομήσω αὐτήν "; Τὸ " κατὰ τί γνώσομαι τοῦτο ", οὐκ ἀπιστοῦντός ἐστιν, ἀλλὰ μαθεῖν ποθοῦντος τῆς κληρονομίας τὸν τρόπον· ἐπειδὴ γὰρ ἑώρα πλήθη μυρία τὴν Παλαιστίνην οἰκοῦντα, μαθεῖν ἠβουλήθη τίνι τρόπῳ παραλήψεται τῆς γῆς ἐκείνης τὴν δεσποτείαν πολέμου νόμῳ δίχα πολέ μου ζώντων ἐκείνων, ἀναιρουμένων, ἐξελαυνομένων. τούτου χάριν μετὰ τὴν θυσίαν ὁ τῶν ὅλων ἔφη Θεός· " γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ· καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐ τοὺς καὶ ταπεινώσουσιν ἔτη τετρακόσια. τὸ δὲ ἔθνος ᾧ ἐὰν δουλεύσωσι κρινῶ ἐγώ. μετὰ δὲ ταῦ τα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς· σὺ δὲ ἀπελεύσει πρὸς τοὺς πατέρας σου ἐν εἰρή νῃ, τραφεὶς ἐν γήρει καλῷ. τετάρτῃ δὲ γενεᾷ 62 ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλή ρωνται αἱ ἁμαρτίαι τῶν ἀμορραίων ἕως τοῦ νῦν ". ἐκ τῆς θείας ἀποκρίσεως ἔστι γνῶναι τὸν τρόπον τῆς ἐρωτήσεως· ἐπειδὴ γὰρ εἶπε· " κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐ τήν ", ἐδιδάχθη ὅσον μὲν παροικήσουσι χρόνον καὶ ὅπως ταλαιπω ρήσουσιν, ὅσης τε ἀξιωθήσονται προμηθείας, τῶν μὲν πολεμήσειν ἐθελόν των αὐτοῖς κολασθησομένων, τούτων δὲ τὰ ἐκείνων καρπωσαμένων καὶ ὅτι τούτων αὐτὸς οὐδεμίαν πεῖραν λαβὼν ἐν εἰρήνῃ καταλύσει τὸν βίον. ἐδίδαξε δὲ καὶ τῆς ἀναβολῆς τὴν αἰτίαν, ἵνα μή τις τοπάσῃ διὰ τὸ πλῆθος τῶν ἐνοικούντων μὴ δυνηθῆναι τὸν δεσπότην Θεὸν τῆς γῆς αὐ τοῖς ἐκείνης παραδοῦναι τὴν δεσποτείαν· ἔφη δὲ οὕτως· " οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν ἀμορραίων ἕως τοῦ νῦν ". οὐδέπω,