1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

90

δίδαξον αὐτὰ τὸν ἱερέα, ἢ τὸν κατ' ἐκεῖνον τὸν καιρὸν τὴν δημαγωγίαν πεπιστευμένον, καὶ τὸ κελευόμενον πλήρωσον. εἰ δή τις τύφῳ χρώμενος τοῖς ὑπὸ τοῦ ἀρχιερέως, ἢ τοῦ κριτοῦ λεγομένοις ἀντείποι, θανάτῳ ζη μιούσθω, καὶ γινέσθω τοῖς ἄλλοις ὠφελείας ἀρχέτυπον. XVIII Τί δήποτε κελεύει τὸν ἄρχοντα ἵππους μὴ πληθύνειν; Βούλεται αὐτοὺς τῷ Θεῷ μόνῳ θαρρεῖν. διά τοι τοῦτο καὶ ∆αβὶδ ὁ μα 245 κάριος ἐβόα· " οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύ ναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται ". XIX ∆ιὰ τί τὴν αἰχμάλωτον θρηνεῖν τοὺς οἰκείους κελεύει ῥητὸν ἡμερῶν ἀριθ μὸν εἶθ' οὕτω συναφθῆναι τῷ ταύτην ἀνδραποδίσαντι; Οὐ βούλεται ἀναμιγῆναι θρῆνον εὐφροσύνῃ, οὐδὲ μειδιάματι δάκρυον. τούτου χάριν προσέταξε καιρὸν αὐτὴν τοῦ πένθους λαβεῖν τριάκοντα ἡμέρας, εἶθ' οὕτω τοῦ πένθους ἀπαλλαγεῖσαν, μεταλαχεῖν τῆς γαμικῆς ὁμιλίας. πρὸς δὲ τούτῳ καὶ τὴν ἐπιθυμίαν τὴν ἐκείνου κολάζει, κελεύων μὴ τῆς ἡδονῆς τὸ πάθος, ἀλλὰ τὸν λογισμὸν τῆς κοινωνίας ἡγήσασθαι. ἐὰν δὲ μετὰ τὴν κοινωνίαν παραιτήσαιτο τὸν γάμον, ἀπολυθῆναι προσ έταξε, μισθὸν τῆς κοινωνίας τὴν ἐλευθερίαν λαβοῦσαν. XX ∆ιὰ τί κοινὴν εἶναι βούλεται τὴν τῶν γονέων κατηγορίαν κατὰ παιδὸς γιγνομένην; Ἐπειδὴ μαρτυρεῖ τῇ τῆς κατηγορίας ἀληθείᾳ τῶν κατηγορούντων ἡ συμ φωνία. συμβαίνει γὰρ πολλάκις, μάτην τοῦ πατρὸς κατηγοροῦντος, ἀν τειπεῖν τὴν μητέρα, ἢ τῆς μητρὸς αἰτιωμένης, ἀντειπεῖν τὸν πατέρα. τὰ αὐτὰ μέντοι ἀμφοτέρων κατηγορούντων, δῆλον ἔσται τῆς κατηγορίας τὸ ἀληθές. οὗ δὴ χάριν ἀναιρεῖσθαι κελεύει τὸν οὕτω κατηγορούμενον. XXI Τί δήποτε τὸν νεοττοὺς ὀρνίθων εὑρηκότα, τούτους μὲν κελεύει λαβεῖν, τοὺς δὲ γεγεννηκότας ἀφεῖναι; 246 Φιλανθρωπίαν παιδεύει. εἰ γὰρ τοὺς τεκόντας λάβοι, καὶ καταλίποι τοὺς νεοττούς, ἀπολοῦνται πάντως, οὐκ ὄντος τοῦ τρέφοντος. εἰ δὲ καὶ τούτους κἀκείνους θηρεύσοι, διαφθαρήσεται δηλονότι τῶν ὀρνίθων τὸ γένος, εἰ πάντες τὰ ὅμοια δράσαιεν. XXII Τίνος χάριν στεφάνην τῷ δώματι γενέσθαι παρεκελεύσατο; Ἐδίδαξε τὰ ἑξῆς. ἔφη γάρ, " καὶ οὐ ποιήσεις φόνον ἐν τῇ οἰκίᾳ σου, ἐὰν πέσῃ ὁ πέσων ἀπ' αὐτοῦ ". λόγῳ γὰρ ἡμᾶς τιμήσας, βούλεται τούτῳ εἰς δέον κεχρῆσθαι, καὶ πάντων προ μηθεῖσθαι, καὶ μὴ ἀνοήτως πάντων παραχωρεῖν τῷ Θεῷ· ἀλλὰ τὰ παρ' ἑαυτῶν συνεισφέροντας ἀναμένειν τὴν ἐκεῖθεν βοήθειαν. οὕτω σπείρον τες οὐ θαρροῦμεν τῇ γῇ, ἀλλὰ τὴν θείαν φιλανθρωπίαν προσμένομεν· καὶ χρώμενοι ἰατροῖς, ἴσμεν ὅτι τοῦ Θεοῦ τὸ διὰ τούτων ἰάσασθαι. τοσαῦτα γὰρ ἡ τέχνη δύναται, ὅσαπερ ὁ ταύτην δεδωκὼς βούλεται. XXIII Τί ἐστιν, " οὐ κατασπερεῖς τὸν ἀμπελῶνά σου διά φορον, ἵνα μὴ ἁγιασθῇ τὸ γένημα, καὶ τὸ σπέρ μα, ὃ ἂν σπείρῃς μετὰ τοῦ γενήματος τοῦ ἀμπε λῶνός σου ". Καὶ τὴν ἀπληστίαν ἐκκόπτει, καὶ αὐτῶν προμηθεῖται τῶν γεωργούντων. πλείονα γὰρ ἡ γῆ σπέρματα δεχομένη, ἐξιτήλους δίδωσι τοὺς καρπούς. κελεύει τοίνυν μήτε ἀναμεμιγμένα σπέρματα καταβάλλειν, μήτε μὴν τὰς ἀμπέλους σπείρειν. εἶτα τῷ παραβαίνοντι δίδωσιν ἐπιτίμιον, τὴν τοῦ κέρδους κολάζων ἐπιθυμίαν. ἐκέλευσε γὰρ αὐτῷ τὰ τοιαῦτα προσφέρεσ θαι. τοῦτο γὰρ εἶπεν· " ἵνα μὴ ἁγιασθῇ τὸ γένημα ". 247 XXIV ∆ιὰ τί τῷ μοιχῷ παραπλησίως κολάζεσθαι κελεύει τὸν φθείροντα τὴν ἄλλῳ μεμνηστευμένην; Ἐπειδὴ τὰ τῆς μνηστείας αὐτοὺς συνήρμοσεν σύμβολα· ὅθεν καὶ γυναῖκα αὐτὴν προσηγόρευσεν. " ἐταπείνωσε, γάρ φησι, τὴν γυναῖ κα τοῦ πλησίον ". οὕτω καὶ ἡ ἁγία παρθένος γυνὴ τοῦ Ἰωσὴφ ἐχρημάτισεν. " μὴ φοβηθῇς, γάρ φησι, παραλαβεῖν Μα ριὰμ τὴν γυναῖκά σου ". XXV ∆ιὰ τί τὸν θλαδίαν καὶ τὸν ἐκτομίαν εἰσελθεῖν εἰς ἐκκλησίαν ἀπαγορεύει; Τὸ ἄγονον τῆς ψυχῆς διὰ τούτων αἰνίττεται. ἀλλοτρία γὰρ Θεοῦ ἡ τῶν ἀγαθῶν ἀκαρπία. ἄλλως δὲ οὐ μόνον ἐπὶ τῶν ἀνθρώπων, ἀλλὰ καὶ ἐπὶ τῶν κτηνῶν ἀπαγορεύει τὰ τοιαῦτα ποιεῖν· εἰς γὰρ τὴν τοῦ γένους αὔ ξησιν τὰ γεννητικὰ δεδημιούργεται μόρια. ὥσπερ δὲ τὴν ἀκαρπίαν ἀπα γορεύει, οὕτως καὶ τὸν πονηρὸν ἐκβάλλει καρπόν. " οὐκ