1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

3

κηδεμονίαν ὑπουργοῦσι τῷ τῶν ὅλων Θεῷ, μάρ τυς ὁ θεῖος ἀπόστολος βοῶν· " οὐχὶ πάντες εἰσὶ λειτουρ γικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν "; οὐκοῦν εὔδηλον, ὡς ἡμεῖς μὲν τῆς ἐκείνων ἐπικουρίας δεόμεθα· ὁ δὲ Θεὸς ἥκιστα μέν τινος ἐνδεής, ἄβυσσος δὲ ὢν ἀγαθότητος, ἠβουλήθη καὶ τοῖς μηδαμῆ μηδαμῶς οὖσι μεταδοῦναι τοῦ εἶναι. ἀλλὰ γὰρ οἱ προϋπάρχειν οὐρανοῦ καὶ γῆς τοὺς ἀγγέλους ἰσχυριζόμενοι, ὡς ἰσχυρὸν ἡμῖν καὶ ἄμαχον προβάλλον ται ἐκεῖνο τὸ παρὰ τοῦ Θεοῦ τῶν ὅλων πρὸς τὸν Ἰὼβ εἰρημένον· " ὅτε ἐποίουν ἄστρα, ᾔνεσαν με πάντες ἄγγελοί μου ". καὶ οὐ συνορῶσιν, ὡς τῇ τετάρτῃ ἡμέρᾳ σὺν τῷ ἡλίῳ καὶ τῇ σελήνῃ τὰ 9 ἄστρα παρήγαγεν ὁ τῶν ὅλων Θεός. εἰκὸς δὲ τοὺς ἀγγέλους σὺν οὐρανῷ δημιουργηθῆναι καὶ γῇ, ἵνα καὶ τὸ φῶς ὁρῶντες ἐξ οὐδενὸς ὑποκειμένου δημιουργούμενον, καὶ τὸ στερέωμα ἐν μέσῳ τοῦ ὕδατος συμπηγνύμενον, καὶ τὴν ὑγρὰν οὐσίαν χωριζομένην τῆς γῆς, καὶ τὴν γῆν ἅμα τῷ θείῳ λόγῳ παντοδαπῶς διακοσμουμένην βλαστήμασι καὶ τ' ἄλλα πάντα πρὸς τὸ θεῖον γινόμενα βούλημα, γνῶσι δι' ὧν ὁρῶσιν, ὡς καὶ αὐτοὶ κτιστὴν ἔχουσι τὴν φύσιν παρ' αὐτοῦ τὸ εἶναι δεξάμενοι. καὶ γὰρ ὁ θεῖος ἀπόστο λος τῷ κόσμῳ αὐτοὺς συζεύγνυσι λέγων " θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις ". ἐγὼ δὲ τοῦτο οὐκ ἀποφαινόμενος λέγω· τολμηρὸν γὰρ ἀποφαντικῶς οἶμαι λέγειν, περὶ ὧν ἡ θεία διαρρήδην οὐ λέγει γραφή· ἀλλ' ὅπερ τοῖς εὐσεβέσι λογισ μοῖς ἁρμόττειν ὑπέλαβον, εἴρηκα. ἐκεῖνο μέντοι ἀναγκαῖον εἰδέναι, ὡς ἅπαντα τὰ ὄντα, πλὴν τῆς ἁγίας τριάδος, κτιστὴν ἔχει τὴν φύσιν. συνο μολογουμένου δὲ τούτου, τῷ τῆς εὐσεβείας οὐ λυμαίνεται λόγῳ, τὸ πρὸ οὐρανοῦ καὶ γῆς γεγενῆσθαι λέγειν τῶν ἀγγέλων τοὺς δήμους. τὸ δὲ λογομαχεῖν " εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων ", ἀπαγορεύει διαρρήδην ὁ θεῖος ἀπόστολος. V Εἰ ἦν ἡ γῆ, πῶς ἐγένετο; λέγει γὰρ ὁ συγγραφεύς· " ἡ δὲ γῆ ἦν " Ἠλίθιον καὶ ἄγαν ἀνόητον τὸ ἐρώτημα· ὁ γὰρ εἰπών· " ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν ", οὐκ ἀΐδιον ἔφη τὴν γῆν, ἀλλὰ μετὰ τὸν οὐρανόν, ἢ σὺν τῷ οὐρανῷ δεξαμένην τὸ εἶναι. ἄλλως τε οὐδὲ ἀπολύτως εἶπεν ὁ συγγραφεύς· " ἡ δὲ γῆ ἦν ", ἀλλὰ τὸ ἑξῆς συναρμόσας, " ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκα 10 τασκεύαστος ", τοῦτ' ἔστιν, ἐγένετο μὲν ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ· ἔτι δὲ ἀόρατος ἦν ἐπικειμένου τοῦ ὕδατος, καὶ ἀκατασκεύαστος, μηδέπω κοσμηθεῖσα τῇ βλάστῃ, μηδὲ ἀνθήσασα λειμῶνας καὶ ἄλση καὶ λήϊα. VI Οὐκ ἐδίδαξεν ἡμᾶς ὁ Μωϋσῆς ὅτι καὶ τὰ ὕδατα ἐδημιούργησεν ὁ Θεός; Καὶ μὴν εἰρηκώς· " ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύασ τος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου ", ἔδειξε μετὰ τῆς γῆς δημιουργηθεῖσαν τῶν ὑδάτων τὴν φύσιν. καὶ περὶ τοῦ σαββάτου δὲ νομοθετῶν ὁ τῶν ὅλων Θεός, οὕτως ἔφη· " ἓξ ἡμέρας ἐργᾷ, τῇ δὲ ἑβδόμῃ σάββατον, ἀνάπαυσις Κυρίῳ τῷ Θεῷ σου. ἐν γὰρ ἓξ ἡμέραις ἐποίησε Κύριος ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς ". ὡς εἶναι δῆλον ὅτι πᾶν ὁτιοῦν ἐν τούτοις ὄν, ἢ ὁρατὸν ἢ ἀόρατον ἢ αἰσθητὸν ἢ νοητόν, πλὴν τῆς θείας οὐσίας, κτιστὴν ἔχει τὴν φύσιν. καὶ ὁ θειότατος δὲ ∆αβὶδ εἰρηκώς· " μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν ", ἐπήγαγε· " τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. VII Εἰ τὸ φῶς ὁ Θεὸς ἐδημιούργησε, πῶς αὐτὸς τὸ σκότος ἐποίησεν; ἐναντία γὰρ ταῦτα ἀλλήλοις Ἐναντία μὲν ἀλλήλοις, ἀλλ' ἀναγκαῖα τοῖς ἀνθρώποις ἀμφότερα. τὸ μὲν γὰρ πρὸς ἐργασίαν τε καὶ φιλοπονίαν συνεργεῖ τοῖς ἀνθρώποις, καὶ ὑπο 11 δείκνυσι τὰ ὁρώμενα καὶ τὸν τούτων ποιητὴν ὑμνεῖσθαι παρασκευάζει. τὸ δὲ διαναπαύει καὶ νεουργεῖ τοὺς ἀνθρώπους καὶ τὸν ἐκ τῆς ἐργασίας ἐγγινόμενον διαλύει πόνον, καὶ τοὺς ἀνθρώπους μὲν οἴκαδε συναγείρει, τοῖς δέ γε θηρίοις ἄδειαν παρέχει νομῆς· καὶ τοῦτο σαφῶς ἡμᾶς ὁ θεῖος διδάσκει ∆αβίδ· " ἔθου , γάρ φησι, σκότος καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ ἀγροῦ. σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζη τῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν καὶ εἰς