1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

4

τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας ". οὕτως ταῦτα εἰπὼν τὴν τοῦ ποιητοῦ θαυμάζει μεγαλουρ γίαν, καί φησιν· " ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας ". ὅτι μὲν οὖν ἀναγκαῖον τὸ σκότος ἀκριβῶς μεμαθήκαμεν· ὅτι δὲ οὐκ οὐσία τίς ἐστιν, ἀλλὰ πρᾶγ μα συμβεβηκός, καταμαθεῖν εὐπετές· οὐρανοῦ γὰρ καὶ γῆς ἐστιν ἀπο σκίασμα· διά τοι τοῦτο φροῦδον γίνεται τοῦ φωτὸς ἀνίσχοντος. τὸ δὲ φῶς οὐσία ἐστὶ καὶ ὑφέστηκε, καὶ δυόμενον ἀνίσχει, καὶ ἀπιὸν ἐπαν έρχεται· ὥσπερ γὰρ τὸ σῶμα τὸ ἡμέτερον οὐσία τίς ἐστιν, ἡ δὲ διὰ τούτου ἀποτελουμένη σκιὰ συμβεβηκός ἐστιν, οὐκ οὐσία, οὕτως ὁ οὐρανὸς καὶ ἡ γῆ, τὰ μέγιστα σώματα, οὐσίαι εἰσὶ διάφοροι· ἡ δὲ ἐκ τούτων ἀποτε λουμένη σκιά, τοῦ φωτὸς οὐ παρόντος, ὀνομάζεται σκότος· εἰσελθὸν δὲ τὸ φῶς ἀφανίζει τὸ σκότος. τοῦτο δὲ γνοίη τις ἂν καὶ ἑτέρωθεν· οἶκος γὰρ οὐκ ἔχων φωταγωγοὺς σκότους ἐστὶν ἀνάπλεως. εἰσκομισθείσης δὲ λαμπάδος φωτίζεται, οὐ τοῦ σκότους ἄλλοσε μεταβαίνοντος· οὐ γὰρ ὑφέστηκεν, ἀνυπόστατον δὲ χρῆμά ἐστιν, ἀλλὰ πάμπαν διολλυμένου τῇ τοῦ φωτὸς παρουσίᾳ. σκιὰ γάρ ἐστι διὰ τῆς ὀροφῆς καὶ τοῦ ἐδάφους καὶ 12 τῶν τοίχων συνισταμένη, εἶτα ταῖς τοῦ φωτὸς διαλυομένη μαρμαρυγαῖς. τοῦτο καθ' ἑκάστην ἡμέραν ὁρῶμεν ἐπιτελούμενον· ὑποχωροῦντος γὰρ τοῦ φωτός, οὐρανοῦ καὶ γῆς ἡ σκιὰ τὸ σκότος ἀποτελεῖ· ἀνίσχοντος δὲ πάλιν διαλύεται τοῦτο. οὐ τοίνυν ἀγένητος οὐσία τὸ σκότος, οὔτε μὴν γενητή τις ὑπόστασις, ἀλλ' ἐκ τῶν γενητῶν συνισταμένη χρῆσις ἀναγ καία καὶ τοῦ Θεοῦ τὴν σοφίαν κηρύττουσα. αὐτίκα γοῦν ὁ προφήτης τὸν τῶν ὅλων Θεὸν καὶ ἐντεῦθεν ὑμνεῖ· " ὁ ποιήσας, γάρ φησι, φῶς καὶ κατασκευάσας σκότος ". ἁρμοδίως δὲ ἄγαν ἑκάτερα τέθεικεν· τὸ μὲν ποιήσας ἐπὶ τοῦ φωτός, τὸ δὲ κατασκευάσας ἐπὶ τοῦ σκό τους· συμβεβηκὸς γάρ ἐστι, συνιστάμενον καὶ διαλυόμενον. καὶ οἱ τρισμα κάριοι δὲ παῖδες πᾶσαν τὴν κτίσιν εἰς ὑμνῳδίαν καλέσαντες, τῇ ἡμέρᾳ τὴν νύκτα συνέζευξαν, καὶ φωτὶ τὸ σκότος συνήρμοσαν· ἐπειδὴ ταῖς τού των διαδοχαῖς καὶ ὁ χρόνος μετρεῖται, καὶ ὁ τῶν ἀνθρώπων συνίσταται βίος. VIII Ποῖον πνεῦμα " ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος "; Τισὶ δοκεῖ τὸ πανάγιον πνεῦμα ζωογονοῦν τῶν ὑδάτων τὴν φύσιν καὶ προδιαγράφον τὴν τοῦ βαπτίσματος χάριν· ἀληθέστερον μέντοι ἐκεῖνον οἶμαι τὸν λόγον, ὅτι πνεῦμα ἐνταῦθα τὸν ἀέρα καλεῖ. εἰπὼν γάρ, ὅτι τὸν οὐρανὸν καὶ τὴν γῆν ἐποίησε καὶ τῶν ὑδάτων διὰ τῆς ἀβύσσου μνησ θείς, ἀναγκαίως καὶ τοῦ ἀέρος ἐμνήσθη, ἐκ τῆς τοῦ ὕδατος ἐπιφανείας μέχρι τοῦ οὐρανοῦ διήκοντος· ἀέρος γὰρ φύσις τὸ τοῖς κάτω κειμένοις ἐπιφέρεσθαι σώμασι. μάλα δὲ ἁρμοδίως τὸ " ἐπεφέρετο " καὶ οὐκ ἐπέ κειτο εἴρηκε· τὸ γὰρ " ἐπεφέρετο " τὴν κινητικὴν τοῦ ἀέρος οὐσίαν παρεδήλου. εἰ δέ τις τοῦτον οὐ προσίεται τὸν λόγον ἐπειδὴ γέγραπται· " πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος ", 13 ἀκουσάτω τοῦ μακαρίου ∆αβὶδ λέγοντος περὶ τοῦ Θεοῦ τῶν ὅλων· " πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ῥυήσεται ὕδατα ". ὅτι δὲ τὸν ἄνεμον οὕτως ἐκάλεσε, δῆλόν ἐστι κἂν μὴ λέγω· Εὔρου γὰρ ἢ Νότου πνέοντος, τὸ πεπηγὸς ὕδωρ διαλύεσθαι πέφυκεν. IX Τίνι λέγει ὁ Θεός· " γενηθήτω φῶς " καί, " γενηθήτω στε ρέωμα "; Οὐκ ἄλλῳ τινὶ κελεύει δημιουργεῖν, ἀλλὰ τὰ μὴ ὄντα καλεῖ· ἐνταῦθα δὲ πρόσταγμα τὸ βούλημα· " πάντα, γάρ φησιν, ὅσα ἠθέλησεν ὁ Θεὸς ἐποίησεν ". εἰ δὲ καὶ φωνῇ τινι δημιουργῶν ἐχρήσατο, δῆλον ὡς οὐ τῶν ἀψύχων ἕνεκα στοιχείων, ἀλλὰ τῶν ἀοράτων χάριν δυνάμεων· ἵνα γνῶσιν ὡς αὐτοῦ κελεύοντος τὰ μὴ ὄντα συνίσταται. X ∆ιὰ τί τέθεικεν ὁ συγγραφεὺς τό· " εἶδεν ὁ Θεὸς ὅτι καλόν "; Ἵνα πείσῃ τοὺς ἀχαρίστους μὴ ψέγειν ἅπερ ἡ θεία ψῆφος ὀνομάζει καλά. XI Εἷς οὐρανὸς ἢ δύο εἰσίν; Τῆς θείας διδασκούσης γραφῆς, ὡς "ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν", εἶτα μετὰ τὴν τοῦ φωτὸς δημιουργίαν ἐν τῇ δευτέρᾳ λε γούσης ἡμέρᾳ τὸ στερέωμα γεγενῆσθαι, πολλὴν ἡ ἐρώτησις τῶν πυν θανομένων ἐμφαίνει τὴν ἄνοιαν. ἔδει γὰρ καὶ ἐκ τοῦ καιροῦ καὶ μέντοι καὶ ἐκ τοῦ τρόπου τῆς δημιουργίας τὸ