1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

7

δουλείαν ὁμολογοῦντα, καὶ τῷ Νῶε πάλιν εἰς τὴν κιβωτὸν εἰσιόντι, δίκην προβάτων καὶ λέων ἠκο λούθει καὶ πάρδαλις καὶ τῶν ἑρπετῶν τὰ πικρότατα· καὶ τῷ ∆ανιὴλ πα ρεστήκεισαν οἱ λέοντες, ὀρεγόμενοι μὲν τροφῆς, πελάσαι δὲ μὴ τολμῶντες. τοὺς γὰρ θεοειδεῖς τῆς θείας εἰκόνος ἑώρων ἐν αὐτῷ χαρακτῆρας, οὕτως ἔχις τῇ τοῦ ἀποστόλου χειρὶ τοὺς ὀδόντας ἐμβαλοῦσα, καὶ τῆς ἁμαρτίας τὸ χαῦνον καὶ χαλαρὸν οὐχ εὑροῦσα, ἀπεπήδησε παραυτίκα καὶ κατὰ τῆς πυρᾶς ἥλατο, ὥσπερ δίκας ἑαυτὴν εἰσπραττομένη, ὅτι τῷ μηδα μόθεν προσήκοντι προσέβαλε σώματι. ἡμεῖς δὲ τὰ θηρία δεδοίκαμεν, ἐπει δὴ τῆς ἀρετῆς τὴν πολιτείαν οὐκ ἔχομεν· καὶ οὕτω δὲ ῥαθυμούντων κηδό μενος ὁ Θεός, τοὺς ἐρημοτέρους ἐκείνοις ἀπεκλήρωσε τόπους, καὶ τὸν τῆς νυκτὸς αὐτοῖς καιρὸν ἀπένειμεν εἰς διατροφήν· " ἐν αὐτῇ , γάρ φησι, διελεύσεται πάντα τὰ θηρία τοῦ δρυμοῦ ". τοῖς 20 ἑρπετοῖς δέ, τοὺς ἐν τῇ γῇ δέδωκε χηραμούς, ὅπως ἐν ἐκείνοις κρυπτόμενα μὴ λυμαίνωσι τῶν ἀνθρώπων τὸ γένος· ἵνα δὲ μὴ παντάπασιν ἀλώβητοι διαμένοντες καταφρονῶμεν αὐτῶν, ὡς βλάπτειν ἥκιστα δυναμένων· ἔστιν ὅτε συγχωρεῖ δύο τινὰς ἢ τρεῖς ἐκ πολλῶν μυριάδων ὁ σοφῶς τὰ καθ' ἡμᾶς πρυτανεύων, ἢ ὑπὸ σκορπίων κεντεῖσθαι ἢ ὑπὸ ὄφεων δάκνεσθαι· ἵν' ἡμεῖς ὡς δεδιότες μή τι παραπλήσιον πάθοιμεν, εἰς ἐπικουρίαν καλῶμεν τὸν πεποιηκότα Θεόν, καὶ ὑπὸ τῆς παναλκοῦς ἐκείνης προμηθείας φρου ρεῖσθαι παρακαλῶμεν. ἄλλως τε οὐδὲ ἐν τοῖς ἄλλοις ἡμῖν ἄχρηστα τὰ θηρία· πολλὰ γὰρ καὶ ἐκ τούτων ἀλεξίκακα ἰατρῶν παῖδες κατασκευάζουσι φάρμακα· μηδεὶς τοίνυν αὐτὸ καθ' ἑαυτὸ τὸ θηρίον ἐξετάζων ἐπιμεμφέσθω τῷ ποιητῇ, ἀλλὰ τὴν χρείαν ἐπιζητείτω. ἐπεὶ καὶ τὸ σῶμα τὸ ἀνθρώπινον πολλὴν ἔχει καὶ ὥραν καὶ ἁρμονίαν καὶ τῶν μωρίων τὴν χρείαν· ἀλλ' ἔχει καὶ κόρυζαν καὶ πτύελον καὶ δυσώδη κόπρον ἐκκρινομένην· ἀλλ' οὐδεὶς εὖ φρονῶν, ἀπὸ τούτων διαβάλλει τὸ ζῷον· δίχα γὰρ τούτων βιῶναι τῶν ἀδυνάτων, διὰ γὰρ τούτων ἀρδευόμενον τέθηλεν. χρῄζει γὰρ καὶ φλέγματος καὶ αἵματος καὶ χολῆς ἑκατέρας· ἀλλ' ὥσπερ διὰ τούτων συνέ στηκεν, οὕτως καὶ διὰ τούτων διόλλυται· ἑνὸς γὰρ τῶν εἰρημένων ἢ πλεο νασμὸς ἢ ἔνδεια διαλύει τὸ ζῷον. οὕτω πάλιν εἴ τις μίαν τῶν δακτύλων ἐκτέμῃ σκυταλίδα, ὄψεται παντελῶς αὐτὴν ἄχρηστον, ἀλλὰ συνημμένη πλείστην παρέχει τῷ σώματι χρείαν. οὕτω τοίνυν καὶ ἡμᾶς προσήκει ποιεῖν, μὴ αὐτὸ καθ' ἑαυτὸ ἕκαστον μέρος ἐξετάζει τῆς κτίσεως, ἀλλὰ ζητεῖν εἰ τῷ παντὶ χρήσιμον. ἐπεὶ καὶ τὸ πῦρ καυστικόν ἐστι· καὶ οὐ μόνον σώματα διαφθείρει, ἀλλὰ καὶ οἴκους ἐμπίπρησι καὶ πλοῖα καὶ λήϊα· ἀλλ' ὅμως ἕν ἐστι τῶν τεσσάρων στοιχείων δι' ὧν τὰ πάντα συνήρμοσται καὶ δίχα τούτου τὴν θνητὴν φύσιν διαβιῶναι τῶν ἀδυνάτων. καὶ ὕδωρ ὡσαύτως ἐπικλύζει τὴν γῆν, οἰκίας καταλύει, παμπόλλους τῶν ναυτιλ λομένων διόλλυσι· λυμαίνεται δὲ καὶ τοὺς ἀκαίρως καὶ ἀμέτρως πίνειν 21 ἀνεχομένους, ἀλλ' οὐδεὶς μὴ κομιδῇ παραπαίων ὀλέθριον τὸ ὕδωρ ὠνό μασε. τοῦτο γὰρ καὶ τὴν γῆν ἄρδει καὶ τὰ φυτὰ τρέφει καὶ τὰ ἄλογα ζῷα καὶ τῶν ἀνθρώπων τὴν φύσιν· οὕτω τοίνυν καὶ τῶν ἄλλων ἕκαστον ἐξε τάζομεν, μὴ αὐτὸ καθ' ἑαυτὸ βασανίζοντες, εἴ τε λυμαντικόν ἐστιν εἴ τε ὠφέλιμον· ἀλλ' εἰ τῷ κοινῷ συντελεῖ τινα χρείαν· καὶ θηρία γὰρ αἰδεῖται μὲν τὸν ἄνθρωπον διὰ τὴν ἐξ ἀρχῆς δοθεῖσαν αὐτῷ κατ' αὐτῶν ἐξουσίαν, ὡς παραβεβηκότος δὲ τὸν θεῖον νόμον, ἔστιν ὅτε καταφρονεῖ· καὶ γὰρ οἱ πονηροὶ δοῦλοι διαπτύειν εἰώθασι τοὺς ἰθύνειν αὐτοὺς παρὰ τῶν δεσ ποτῶν κεκελευσμένους, ὅταν ἴδωσι διὰ πλημμελήματα παρρησίας ἐστερη μένους. XIX Τίνι ὁ Θεὸς εἴρηκε " ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν "; Τινὲς μὲν τῶν δυσωνύμων αἱρετικῶν πρὸς τοὺς ἀγγέλους αὐτὸν εἰρηκέναι, καὶ τοὺς πονηροὺς δαίμονας ἔφασαν, οὐ συνιέντες οἱ ἐμβρόντητοι τὸ " κατ' εἰκόνα ἡμετέραν " Θεοῦ δὲ καὶ ἀγγέλων καὶ δαιμόνων οὔτε ἡ οὐσία οὔτε εἰκὼν ἡ αὐτή· ὁ μὲν γὰρ ἀΐδιον ἔχει τὴν φύσιν, οἱ δὲ αὐτὸν ἔχουσι ποιητὴν καὶ δημιουργὸν παρ' αὐτοῦ δεδεγμένοι τὸ εἶναι, οἱ δὲ δαίμονες καὶ εἰς πονηρίαν ἑκόντες ἐτράπησαν. ἀνοίας τοίνυν ἐσχάτης, τὸ μίαν ὑπολαβεῖν εἰκόνα τῶν