1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

10

ἀκαρεῖ γὰρ περινοστεῖ καὶ τὰ ἑῷα καὶ τὰ ἑσπέρια καὶ τὰ βόρεια καὶ τὰ νότια, καὶ τὰ ἐπουράνια καὶ τὰ ὑποχθόνια· ἀλλ' οὐ τῇ οὐσίᾳ, μόνῃ δὲ τῇ τοῦ λογισμοῦ φαντασίᾳ. ὁ δέ γε Θεὸς καὶ τῇ οὐσίᾳ καὶ τῇ σοφίᾳ καὶ τῇ δυνάμει τὸ ἀπερίγραφον ἔχει· εὕροι δ' ἄν τις καὶ ἑτέραν μίμησιν ἀκριβεστέραν ἐν τῇ τοῦ ἀνθρώπου πάλιν ψυχῇ· ἔχει γὰρ αὐτὴ καὶ τὸ λογικὸν καὶ τὸ ζωτικὸν ἐν ἑαυτῇ· καὶ γεννᾷ μὲν ὁ νοῦς τὸν λόγον, συμπρό εισι δὲ τῷ λόγῳ πνεῦμα, οὐ γεννώμενον καθάπερ ὁ λόγος, συμπαρομαρ τοῦν δὲ ἀεὶ τῷ λόγῳ, καὶ συμπροϊὸν γεννωμένῳ. ἀλλὰ ταῦτα ὡς εἰκόνι 27 πρόσεστι τῷ ἀνθρώπῳ, οὗ δὴ χάριν καὶ ἀνυπόστατος ὁ λόγος ἐστὶ καὶ τὸ πνεῦμα. ἐπὶ δὲ τῆς ἁγίας τριάδος τρεῖς νοοῦμεν τὰς ὑποστάσεις, καὶ ἀσυγχύτως ἡνωμένας καὶ καθ' ἑαυτὰς ὑφεστώσας. γεγέννηται μὲν γὰρ πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρὸς ὁ Θεὸς λόγος· ἀχώριστος δέ ἐστι τοῦ γεννήσαντος καὶ ἐκπορεύεται ἐκ τοῦ Θεοῦ καὶ πατρὸς τὸ πανάγιον πνεῦμα· νοεῖται δὲ καὶ ἐν ἰδίᾳ ὑποστάσει· " πάντα, γάρ φησι, ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται "· ἀλλὰ περὶ τούτου μηκύνειν τὸν λόγον οὐ δεῖ· μυρίας γὰρ ἔστιν εὑρεῖν ἀποδείξεις τούτου παρὰ τῇ θείᾳ γραφῇ. XXI Τί δή ποτε διαφερόντως τὴν ἑβδόμην ἡμέραν εὐλόγησεν ὁ Θεός; Ἑκάστη τῶν ἄλλων ἡμερῶν ἰδίαν τινὰ δημιουργίαν ἐδέξατο· ἐπειδὴ τοίνυν μέχρι ταύτης σύμπασαν τὴν κτίσιν ἐδημιούργησε, δέδωκεν ἀντὶ δημιουρ γίας τῇ ἑβδόμη ἡμέρᾳ τὴν εὐλογίαν, ἵνα μὴ μόνη παρὰ τὰς ἄλλας ἀγέρασ τος διαμείνῃ. τὸ μέντοι " ἡγίασεν αὐτήν ", ἀντὶ τοῦ " ἀφώ ρισεν " τέθεικε· πολλαχοῦ γὰρ οὕτω τοῦτο νοούμενον ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ γραφῇ· καὶ γὰρ περὶ τῶν μήδων φησίν, " ἡγιασμένοι εἰσὶ καὶ ἐγὼ ἄγω αὐτούς ", τουτέστιν, εἰς τοῦτο ἀφωρισ μένοι. ἄλλως τε καὶ ἰουδαίοις ταῦτα συγγράφων, ἀναγκαίως τὸ " ἡγίασεν αὐτὴν " τέθεικεν, ἵνα πλεῖον σέβας ἀπονείμωσι τῷ σαβ βάτῳ· τοῦτο γὰρ καὶ νομοθετῶν ἔφη, ὅτι " ἐν ἓξ ἡμέραις ἐποίη σε Κύριος ὁ Θεός σου τὸν οὐρανὸν καὶ τὴν γῆν· τῇ δὲ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσεν ἀπὸ πάντων 28 τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν καὶ ἡγίασεν αὐτήν ". XXII Τί ἐστι " πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς "; Ἐν κεφαλαίῳ πάλιν ὁ συγγραφεὺς τὰ περὶ τῆς κτίσεως διηγήσατο καὶ ἐδίδαξεν ὅτι μὴ ὄντα τὰ στοιχεῖα παρήγαγεν ὁ Θεός, καὶ ὅτι ταῦτα ἀπ' ἀλλήλων διεχώρισε, καὶ ὅτι ἕκαστον τούτων διεκόσμησεν ὡς ἠθέλησε, καὶ ὅτι μήτε τοῦ ἀνθρώπου γεωργοῦντος τὴν γῆν, μήτε τῶν νεφῶν τὸν ὑετὸν ὠδινόντων, βεβλάστηκεν ὡς ὁ δημιουργήσας ἠθέλησεν, ἀρδείαν ἔχουσα τὴν μετὰ τὸν χωρισμὸν τῶν ὑδάτων ἐναπομείνασαν αὐτῇ νοτίδα τε καὶ ἰκμάδα· οὕτω γὰρ καὶ Ἀκύλας ἡρμήνευσε " καὶ ἐπιβλυσμὸς ἀνέβη ἐκ τῆς γῆς καὶ ἐπότισε πᾶν τὸ πρόσωπον τῆς χθονός ". XXIII Εἰ ἐκ τοῦ θείου ἐμφυσήματος γέγονεν ἡ ψυχή, ἐκ τῆς οὐσίας ἄρα τοῦ Θεοῦ ἐστιν ἡ ψυχή; Ἀσεβείας ἐσχάτης καὶ βλασφημίας ἡ τοιαύτη ἔννοια· τῆς γὰρ δημιουργίας τὴν εὐκολίαν ἔδειξε διὰ τοῦτο ἡ θεία γραφή. πρὸς δὲ τούτῳ καὶ τῆς ψυχῆς τὴν φύσιν αἰνίττεται, ὅτι πνεῦμά ἐστιν κτιστόν, ἀόρατόν τε καὶ νοερόν, τῆς τῶν σωμάτων ἀπηλλαγμένον παχύτητος· κἀκεῖνο δὲ χρὴ συνιδεῖν, ὅτι δεῖ πρότερον νοῆσαι πνεύμονα, καὶ τοὺς ἀποθλίβοντας τοῦτον μῦς, καὶ συστέλλοντας καὶ τὴν συμπεφυκυῖαν ἀρτηρίαν τῷ πνεύμονι, καὶ ὑπερῴαν καὶ στόμα εἶθ' οὕτως δέξασθαι τὸ ἐμφύσημα. εἰ δὲ τὸ θεῖον ἀσώ ματον, θεοπρεπῶς ἄρα καὶ τὸ ἐμφύσημα νοητέον. 29 XXIV Τί δήποτε τὸν παράδεισον ἐφύτευσεν ὁ Θεὸς μέλλων εὐθὺς τὸν Ἀδὰμ διὰ τὴν ἁμαρτίαν ἐξορίζειν ἐκεῖθεν. Πρῶτον οὐκ ἀνέχεται ἐκ προγνώσεως κατακρῖναι ὁ δεσπότης Θεός· διὸ καὶ τὴν παράβασιν προορῶν, τῶν ἀγαθῶν αὐτῷ μεταδέδωκεν. ἔπειτα καὶ γνῶναι αὐτὸν τὰς θείας δωρεὰς ἠβουλήθη, ἵνα τούτων στερηθεὶς μισήσῃ τὴν ἁμαρτίαν, ὡς τοσούτων αὐτὸν γυμνώσασαν ἀγαθῶν. πρὸς δὲ τούτοις, ἔδει τὸν δίκαιον ἀγωνοθέτην τοῖς τῆς ἀρετῆς ἀθληταῖς προθεῖναι τῆς νίκης τὰ ἆθλα· οὗ δὴ χάριν καὶ περὶ τῆς τῶν οὐρανῶν βασιλείας ἔφη· " δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρο νομήσατε τὴν ἡτοιμασμένην ὑμῖν