1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

11

βασιλείαν ἀπὸ καταβολῆς κόσμου " XXV Τινὲς ἐν οὐρανῷ φασι τὸν παράδεισον εἶναι. Τῆς θείας λεγούσης γραφῆς " ἐξανέτειλεν ἔτι ὁ Θεὸς ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν ", τολμηρὸν ἄγαν τὸ τοῖς οἰκείοις ἀκολουθεῖν λογισμοῖς καταλιπόντας τὴν διδασκαλίαν τοῦ πνεύματος. XXVI " Τὸ ξύλον τῆς ζωῆς καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ ", νοητὰ χρὴ λέγειν ἢ αἰσθητά; Ἐκ τῆς γῆς βεβλαστηκέναι καὶ ταῦτα εἶπεν ἡ θεία γραφή· οὐ τοίνυν ἑτέραν τινὰ φύσιν ἔχει παρὰ τὰ ἄλλα φυτά. ὥσπερ γὰρ τὸ τοῦ σταυροῦ ξύλον ξύλον ἐστὶ καὶ σωτήριον ὀνομάζεται, διὰ τὴν ἐκ τῆς περὶ αὐτὸ πίστεως σωτηρίαν προσγινομένην, οὕτω καὶ ταῦτα φυτὰ μέν ἐστιν ἐκ τῆς γῆς 30 βεβλαστηκότα· διὰ δὲ τὸν θεῖον ὅρον θάτερον αὐτῶν " ξύλον ζωῆς " ὠνομάσθη· τὸ δὲ ἕτερον, διὰ τὸ περὶ αὐτὸ γενέσθαι τῆς ἁμαρ τίας τὴν αἴσθησιν, ξύλον ἐκλήθη " γνωστὸν καλοῦ καὶ πο νηροῦ ". καὶ περὶ τοῦτο μὲν ὁ ἀγὼν τῷ Ἀδὰμ προετέθη· τὸ δὲ τῆς ζωῆς οἷόν τι ἔπαθλον προὔκειτο τετηρηκότι τὴν ἐντολήν. οὕτω καὶ οἱ πατριάρχαι, καὶ χωρίοις καὶ φρέασι τὰς ἐπωνυμίας ἐπέθηκαν· καὶ τὸ μὲν ἐκάλεσαν " φρέαρ ὁράσεως ", οὐκ ἐπειδὴ ὁρατικὴν δύναμιν ἐχαρίζετο, ἀλλ' ἐπειδὴ ὤφθη παρ' αὐτῷ τῶν ὅλων ὁ Κύριος· καὶ " φρέαρ εὐ ρυχωρίας ", ἐπειδὴ περὶ τῶν ἄλλων φρεάτων πολλάκις οἱ ἀπὸ γε ράρων διαμαχεσάμενοι, οὐκ ἠνώχλησαν τοῖς τοῦτο κατεσκευακόσι τὸ φρέαρ· οὕτω " φρέαρ ὅρκου ", διὰ τὸ παρ' αὐτῷ γεγενῆσθαι τοὺς ὅρκους· οὕτως ἡ Λουζὰ " Βαιθὴλ " ὠνομάσθη, τουτέστιν " οἶκος Θεοῦ ", ἐπειδὴ ὤφθη τῷ Ἰακὼβ ἐν ἐκείνῳ γε τῷ χωρίῳ τῶν ὅλων ὁ ποιητής· καὶ " βουνὸς μάρτυς· " οὐκ ἐπειδὴ ἔμψυχος ἦν ὁ βουνός, ἀλλ' ὅτι ἐν ἐκείνῳ τῷ χωρίῳ πρὸς ἀλλήλους ἐπεποίηντο τὰς συνθήκας· οὕτως ὕδωρ ζῶν καλεῖται τὸ βάπτισμα, οὐκ ἐπειδὴ φύσιν ἑτέραν ἔχει τὸ τοῦ βαπτίσματος ὕδωρ, ἀλλ' ὅτι δι' ἐκείνου τοῦ ὕδατος ἡ θεία χάρις τὴν αἰώνιον δωρεῖται ζωήν. οὕτω " ξύλον ζωῆς " διὰ τὸν θεῖον ὅρον ἐκλήθη, καὶ " ξύλον γνώσεως ", διὰ τὴν περὶ τοῦτο γεγενημένην αἴσθησιν τῆς ἁμαρτίας· οὐδέπω γὰρ πεῖραν εἰληφότες τῆς ἁμαρτίας, εἶτα τοῦ ἀπειρημένου μετειληχότες καρποῦ, ὡς παραβεβηκό τες τὴν ἐντολήν, τὰς τοῦ συνειδότος ἀκίδας ἐδέξαντο. 31 XXVII Οὐκοῦν εἶχον τὴν γνῶσιν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ πρὸ τῆς τοῦ ἀπει ρημένου καρποῦ μεταλήψεως; Καὶ πῶς οἱόν τε ἦν τοὺς λόγῳ τετιμημένους καὶ κατ' εἰκόνα θείαν γεγε νημένους, οὐκ ἔχειν διάκρισιν ἀγαθοῦ καὶ κακοῦ; πῶς δ' ἂν αὐτοῖς ἐτε θείκει νόμον τῆς δικαιοσύνης ἡ ἄβυσσος, ταύτην οὐκ ἔχουσιν ἐν τῇ φύσει τὴν γνῶσιν, μηδὲ γινώσκουσιν ὡς ἀγαθὸν μὲν τὸ φυλάξαι τὴν ἐντολήν, ὀλέθριον δὲ τὸ παραβῆναι; εἶχον οὖν ἄρα τὴν γνῶσιν· τὴν δὲ πεῖραν προσέλαβον ὕστερον. XXVIII Πῶς οὖν μετὰ τὴν βρῶσιν ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, πρὸ γὰρ τῆς βρώ σεως ταύτην οὐκ εἶχον τὴν αἴσθησιν; Οὐδὲ τὰ κομιδῇ νέα παιδία ἐρυθριᾶν πέφυκε τῆς ἐσθῆτος γεγυμνωμένα· κατὰ βραχὺ δὲ τοῦ σώματος αὐξανομένου, καὶ τοῦ νοῦ λοιπὸν ἀρχομένου τὴν οἰκείαν φύσιν ἐπιδεικνύναι, οὐκέτι λοιπὸν φορητὴ τοῖς μειρακίοις ἡ γύμνωσις, ἀλλ' ἐρυθριῶσι καὶ περιβάλλονται, κἄν τις ἀφέληται τὴν ἐσθῆτα, ταῖς χερσὶ τὰ παιδογόνα καλύπτουσι μόρια· πολλῶν δὲ καὶ τὸ ἔθος ἀφαιρεῖται ταύτην τὴν αἰσχύνην· καὶ γὰρ οἱ ναῦται γυμνοὶ πλέον τες, καὶ οἱ λουόμενοι γυμνοὶ ὑπ' ἀλλήλων ὁρώμενοι, ταύτην ἐνταῦθα τὴν αἰσχύνην οὐκ ἔχουσιν· ἐὰν δέ τις ἔξω τῶν βαλανείων γυμνὸς ᾖ, λίαν ἐρυθριᾷ. οὕτω καὶ οἱ περὶ τὸν Ἀδὰμ εὐθὺς μὲν διαπλασθέντες, οἷα δὴ νήπιοι καὶ εὐθυγενεῖς καὶ τῆς ἁμαρτίας ἀμύητοι οὐκ ᾐσχύνοντο δίχα 32 περιβολαίων διάγοντες· μετὰ δὲ τὴν πεῖραν, τοῖς φύλλοις ἔνια τοῦ σώμα τος συνεκάλυψαν μόρια. XXIX Πῶς ἐκ τοῦ παραδείσου φησὶν ὁ Μωϋσῆς τὸν Τιγρήτα ἐξιέναι καὶ τὸν Εὐφράτην, οὓς φασί τινες ἐκ τῶν ὀρῶν ἀναβλύζειν τῆς Ἀρμενίας; Ἔστιν ἰδεῖν καὶ ἄλλους ποταμοὺς ἑτέρωθεν μὲν ἐξιόντας ἔπειτα δὲ εἰς τὴν γῆν διά τινων καταδύσεων χωροῦντας, καὶ πάλιν ἄνωθεν ἀναβλύζοντας· τοῦτο καὶ ἐπὶ τούτων