12
γεγένηται τῶν ποταμῶν· ἐξίασι μὲν γὰρ ἐκεῖθεν, ὥς φησιν ἡ θεία γραφή· εἶτα διά τινων ὑπογείων διϊόντες πόρων, ἑτέρας ἀρχὰς ἐνταῦθα λαμβάνουσι. τοῦτο δὲ οὐ μάτην οὕτως ᾠκονόμησεν ὁ τῶν ὅλων Θεός, ἀλλὰ τὴν περιττὴν τῶν ἀνθρώπων πολυπραγμοσύνην ἐκκόπτων· εἰ γὰρ δῆλος ἦν αὐτῶν ἅπας ὁ πόρος ἐπειράθησαν μὲν ἄν τινες παρὰ τὰς τούτων ὄχθας ὁδεύοντες, τὸ τοῦ παραδείσου κατοπτεῦσαι χωρίον· διημάρτανον δὲ τοῦ ποθουμένου, καὶ τῷ μήκει τῆς ὁδοιπορίας κοπτόμενοι, καὶ τῇ σπάνει τῶν ἀναγκαίων διαφθειρόμενοι· καὶ νῦν μὲν εἰς δυσχωρίας, νῦν δὲ εἰς ἐρημίας ἐμπίπτοντες, ἔστι δὲ ὅτε καὶ ἀπηνέσι καὶ βαρβάροις ἀνθρώποις περιπίπτοντες. καὶ τούτων τοίνυν προμηθού μενος ὁ φιλοικτίρμων Θεὸς ἀδήλους αὐτῶν τοὺς πόρους ἀπέφηνεν. XXX Τί δή ποτε ἀπὸ τῆς πλευρᾶς τοῦ Ἀδὰμ τὴν γυναῖκα διέπλασεν; Εἰς ὁμόνοιαν ἠβουλήθη τὰ γένη συναγαγεῖν ὁ τῆς φύσεως ποιητής· τούτου χάριν τὸν μὲν Ἀδὰμ ἀπὸ τῆς γῆς διέπλασεν, ἐκ δὲ τοῦ Ἀδὰμ τὴν γυναῖκα, ἵνα καὶ τὸ ταὐτὸν ἐπιδείξῃ τῆς φύσεως, καὶ φυσικήν τινα φιλοσ τοργίαν αὐτοῖς περὶ ἀλλήλους ἐμφύσῃ· εἰ γὰρ καὶ τούτων οὕτω γεγενη μένων, καὶ ἄνδρες γυναιξὶ διαμάχονται, καὶ γυναῖκες ἀνδράσιν, τί οὐκ ἂν ἔδρασαν εἰ ἑτέρωθέν ποθεν τὴν γυναῖκα διέπλασε; σοφῶς οὖν ἄρα καὶ διεῖλε καὶ πάλιν συνήρμοσεν· ὁ γὰρ γάμος εἰς ἓν συνάγει τὰ γένη· 33 " ἔσονται γάρ φησιν, οἱ δύο εἰς σάρκα μίαν ". καὶ ὅτι τοῦτο ἀληθές, μαρτυρεῖ τὸ γενόμενον· διὰ γὰρ τῆς γαμικῆς ὁμιλίας εἷς ἐξ ἀμφοῖν βλαστάνει καρπός, ἐκ μὲν τούτου σπειρόμενος, ἐκ δὲ ταύτης τρε φόμενος, τελεσιουργούμενος δὲ ὑπὸ τοῦ τῆς φύσεως δημιουργοῦ. { XXXI Εἰ φρόνιμος ὁ ὄφις καὶ ἐπαινούμενος, μόριον γὰρ ἡ φρόνησις ἀρετῆς; Πολλὰ τῶν ὀνομάτων ὁμωνύμως προφέρεται· καὶ γὰρ τὰ εἴδωλα τῶν ἐθνῶν θεοὺς ὠνομάκασι· τοῦτο δέ γε ἀκριβέστερον περὶ τοῦ ἐν ἐκείνῳ ἐνεργήσαντος εἴρηται δαίμονος. ἀμαθῶς δὲ οἱ ἀνόητοι καὶ τοὺς περὶ τοὺς μύθους ἐσχολακότας, σοφοὺς προσηγόρευσαν· οὕτω καὶ ἡ θεία λέγει γρα φή· " ἐξελέξατο ὁ Θεὸς τὰ μωρὰ τοῦ κόσμου, ἵνα καταισχύνῃ τοὺς σοφούς "· καὶ πάλιν· " ποῦ σοφός "; καὶ διὰ τοῦ προφήτου· " σοφοί εἰσι τοῦ κακοποιῆσαι ". τοιγάρτοι κἀνταῦθα φρόνιμον τὸν ὄφιν ὡς πανοῦργον ὠνόμασεν· οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσεν· " καὶ ὁ ὄφις ἦν πανοῦργος ἀπὸ παντὸς ζῴου τῆς χώρας οὗ ἐποίησεν Κύριος ὁ Θεός ". XXXII Ἄλογος ὢν ὁ ὄφις πῶς διελέχθη τῇ Εὔᾳ; Ὄργανον ἦν αὐτὸς τοῦ τῆς ἀληθείας ἐχθροῦ· καὶ τοῦτο δεδήλωκεν ὁ Κύριος ἐν τοῖς θείοις εὐαγγελίοις· εἰρηκὼς γὰρ τοῖς ἰουδαίοις " ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ ", ἐπήγαγεν " ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς". οὗτος 34 τοίνυν διὰ τοῦ ὄφεως διελέχθη τῇ Εὔᾳ· ἐπειδὴ γὰρ τῶν ἀλόγων ἁπάντων παρὰ τοῦ Θεοῦ τῶν ὅλων τὴν ἡγεμονίαν εἰλήφεισαν, δι' ἑνὸς αὐτῇ τῶν ὑπηκόων τὴν παγῖδα προσήνεγκε, πιθανωτέραν οὕτω τὴν ἀπάτην κα τασκευάζων. ὅτι δὲ καὶ αὐτὸν τὸν διὰ τοῦ ὄφεως ἐνεργήσαντα ὄφιν ἡ θεία προσαγορεύει γραφὴ μάρτυς Ἠσαΐας ὁ προφήτης βοῶν· " τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν αὐτοῦ τὴν ἁγίαν, τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν, τὸν σκολιὸν καὶ ἰσχυρόν, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν, τὸν φεύγοντα, τὸν ἐν τῇ θαλάσσῃ ". καὶ ὁ Κύριος δὲ τοῖς ἱεροῖς εἴρηκε μαθηταῖς· " ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπά νω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύ ναμιν τοῦ ἐχθροῦ . XXXIII Τί ἐστι " διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο; Ὅτι καὶ πρὸ τῆς βρώσεως οὐ μεμυκότας εἶχον τοὺς ὀφθαλμούς, δῆλον τοῖς προσέχειν ἐθέλουσι· πῶς γὰρ εἶδεν ἡ γύνη τὸ ξύλον, ὅτι καλὸν εἰς βρῶσιν καὶ ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆ σαι, εἰ μὴ ἀνεῳγότας εἶχον τοὺς ὀφθαλμούς; οὐκοῦν τὴν μετὰ τὴν ἁμαρ τίαν αἴσθησιν οὕτω κέκληκεν ἡ θεία γραφή· εὐθὺς γὰρ μετὰ τὴν ἁμαρτίαν κεντᾶται τὸ συνειδός. XXXIV Τί δήποτε τοῦ διαβόλου τὴν ἀπάτην προσενεγκόντος ὁ ὄφις κολάζεται; Κυρίως μὲν τὴν ἀρὰν τῷ ἐνεργήσαντι προσενήνοχεν ὁ Θεός· ὄφις γὰρ 35