1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

14

συγγνώμης τιμωρίαι, ὥστε τοὺς ἄλλους ὁρῶντας τὴν κόλασιν μὴ τολμᾶν τὴν παράβασιν. τοῦτο καὶ ἐπὶ τῆς τοῦ σαββάτου νομοθεσίας ἐγένετο· τὸν γὰρ ἐν σαββάτῳ τὰ ξύλα συλλέξαι τετολμηκότα, καὶ πρῶτον τὸν περὶ τούτου παραβεβηκότα νόμον, ἅπας κατέλευσεν ὁ λαός· τοῦ Θεοῦ τοῦτο προστεταχότος, ἵνα αὐτουργοὶ τῆς τιμωρίας γενόμενοι φρίττωσι τὴν παρανομίαν, ὡς τὴν τιμωρίαν ἐπάγουσαν. χρόνῳ δὲ ὕστερον, πολλῶν τὸν περὶ τοῦ σαββάτου παραβεβηκότων νόμον, μακροθύμως ὁ νομοθέτης ἤνεγκε τὴν παράβασιν· οὕτω τὸν Κάϊν πρῶτον πεφονευκότα ταῖς ἀνηκέσ τοις ὑπέβαλε τιμωρίαις, ἵνα τοὺς ἐπ' ἐκείνου καὶ μετ' ἐκεῖνον γεγενημέ νους δεδίξηται τὰ παραπλήσια μὴ τολμᾶν. πολλῶν δὲ ὕστερον ἀνδρο φόνων γεγενημένων, οὐ παραυτίκα τὰς τιμωρίας ἐπήγαγεν· ἔδει τοίνυν καὶ τὸν Ἀδὰμ πρῶτον δεξαμένον νόμον καὶ νόμον κουφότατον· τῶν παν τοδαπῶν γὰρ αὐτῷ καρπῶν ἐδεδώκει τὴν ἀφθονίαν, ἑνὸς δὲ μόνου τὴν ἐδωδὴν ἀπηγορεύκει δοῦναι δίκην τοῦ πλημμελήματος εἰς ὠφέλειαν τοῦ γένους. εἰ δὲ δυσόργητος ὤν, ὡς ὁ δυσώνυμος ἔφη Μαρκίων, διὰ βρῶσιν ὀλίγην τὴν τοῦ θανάτου τιμωρίαν ἐπήνεγκε, πῶς ἁπάντων ἀνθρώπων 38 εἰς ἀσέβειαν καὶ παρανομίαν ἐσχάτην ἐξωκειλάντων, οὐ πανωλεθρίαν ἐπήνεγκεν, ἀλλὰ τὸν υἱὸν ἔδωκεν καὶ τὴν διὰ σταυροῦ καὶ πάθους ἐδωρή σατο σωτηρίαν; καὶ ταῦτα λέγω πρὸς τοὺς οἰομένους ὀργῇ τινι ταῦτα δεδρακέναι τὸν τῶν ὅλων Θεὸν καὶ ἀγνοοῦντας τὸ τῆς οἰκονομίας μυστή ριον· δῆλον γὰρ οἶμαι τοῖς τὰ θεῖα πεπαιδευμένοις ὡς οὐδὲν ἐκ μεταμελείας ποιεῖν εἴωθε ὁ τῶν ὅλων Θεός· τοῦτο γὰρ δὴ τὸ πάθος ἴδιον τῶν τρεπτὴν ἐχόντων τὴν φύσιν, καὶ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρεσκομένων, καὶ τὸ μέλλον ἔσεσθαι παντάπασιν ἀγνοούντων. ὁ δὲ τῶν ὅλων Θεὸς ἄτρεπτον μὲν ἔχει τὴν φύσιν· οἶδε δὲ ὡς ἤδη γεγενημένα τὰ μήπω γεγε νημένα· αὐτίκα γοῦν καὶ τὰ κατὰ τὸν Ἀδὰμ προορῶν καὶ προγινώσκων ὡς θνητὸς γενήσεται τὴν ἐντολὴν παραβάς, τοιαύτην αὐτοῦ καὶ τὴν φύσιν προκατεσκεύασεν· εἰς ἄρρεν γὰρ καὶ θῆλυ τοῦ σώματος ἐσχημάτισε τὴν διάπλασιν· τῶν δὲ θνητῶν, καὶ παιδοποιΐας δεομένων εἰς τὴν τοῦ γένους διαμονήν, ἡ τοιαύτη τῶν σωμάτων κατασκευή· ἡ γὰρ ἀθάνατος φύσις οὐ δεῖται τοῦ θήλεος· τούτου χάριν ὁ ποιητὴς ὁμοῦ τὸν τῶν ἀσω μάτων παρήγαγεν ἀριθμόν· τῶν δὲ θνητῶν ζῴων ἀνὰ δύο καθ' ἕκαστον ἐδημιούργησε γένος, ἄρσεν καὶ θῆλυ· καὶ τῆς αὐξήσεως αὐτοῖς τὴν εὐλο γίαν ἐπήνεγκεν· " αὐξάνεσθε, γάρ φησιν, καὶ πληθύνεσ θε "· οὕτω καὶ τὸν ἄνθρωπον διέπλασεν ἄρσεν καὶ θῆλυ καὶ τὴν αὐτὴν αὐτοῖς ἔδωκεν εὐλογίαν, " αὐξάνεσθε καὶ πληθύ νεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς ". ταῦτα τοίνυν προορῶν ὁ τῶν ὅλων Θεός, οὐ μόνον αὐτοὺς οὕτω διέπλασεν, ἀλλὰ καὶ τὸν ἐπὶ τῆς βρώσεως αὐτοῖς δέδωκε νόμον· " ἰδού, γάρ φησι, δέδωκα ὑμῖν πάντα χόρτον σπό ριμον σπεῖρον σπέρμα ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς καὶ πᾶν ξύλον ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρ 39 ματος σπόριμον, ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετει νοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς· καὶ πάντα χόρτον χλωρὸν ὑμῖν δέδωκα εἰς βρῶσιν ". ταῦτα γὰρ πρὸ τῆς ἐντολῆς πρὸς τὸν Ἀδὰμ ὁ τῶν ὅλων ἔφη Θεός· θνητῶν δὲ ἡ βρῶσις, ἀθάνατος γὰρ φύσις οὐ δεῖται τροφῆς. καὶ τοῦτο διδάσκων ὁ Κύριος ἔφη, ὅτι " μετὰ τὴν ἀνάστασιν οὔτε γαμοῦ σιν οὔτε γαμίσκονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς ". οὐ τοίνυν ὀργῆς ἡ τιμωρία, ἀλλ' οἰκονομία σοφίας μεγίστης· ἵνα γὰρ μισῇ τὴν ἁμαρτίαν τῶν ἀνθρώπων τὸ γένος, ὡς αἰτίαν θανάτου γεγενημένην, μετὰ τὴν παράβασιν τῆς ἐντολῆς ἐπι φέρει τοῦ θανάτου τὴν ψῆφον ὁ πάνσοφος. τούτῳ μὲν τὸ περὶ τὴν ἁμαρ τίαν μηχανώμενος μῖσος, προευτρεπίζων δὲ τῷ γένει τῆς σωτηρίας τὸ φάρμακον, τὸ διὰ τῆς τοῦ μονογενοῦς ἐνανθρωπήσεως, τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν ἀθανασίαν πραγματευσάμενον. τί δὲ ἀπηνὲς ἡ ἀπό φασις ἔχει, " γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ "; ἀπὸ γῆς σε, φησίν, ἔπλασα, καὶ εἰς ἀμείνω πολλῷ μετεσκεύασα φύσιν· ἐπειδὴ δὲ φυλάξαι μου τὴν ἐντολὴν οὐκ ἐθέλησας, πρὸς