1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

15

τὴν προτέραν ἐπάνελθε φύσιν. ἀνθ' ὅτου δὲ σμικρὸν εἶναι δοκεῖ τὸ ἁμάρτημα; πάντων αὐτῷ τῶν φυτῶν ἐδεδώκει τὴν ἐξουσίαν, ἑνὸς δὲ μόνου τὴν ἐδωδὴν ἀπηγορεύ κει. ὁ δὲ τὰ ἄλλα πάντα καταλιπών, τοῦτον καὶ πρῶτον καὶ μόνον ἐτρύ γησε τὸν καρπόν· τοῦτο γὰρ αὐτῷ καὶ ὁ δεσπότης Θεὸς ἐμέμψατο· " τίς, γάρ φησιν, ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ 40 τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες "; δεδήλωκε δὲ τοῦτο καὶ ὁ διάβολος δι' ὧν ἔφη τῇ Εὔᾳ· " τί ὅτι εἶπεν ὁ Θεός, οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδεί σῳ "; εἰ δὲ εἶδεν ἐδηδοκότας, οὐκ ἂν ᾠήθη περὶ πάντων αὐτοὺς τῶν δένδρων εἰληφέναι τὴν ἐντολήν. οὐ σμικρὰ τοιγαροῦν ἡ παράβασις· πρώ του γὰρ μετέλαβον οὗ μόνου μὴ μετασχεῖν ἐκελεύσθησαν. XXXVIII Τίνος ἕνεκα τοῦ Θεοῦ εἰρηκότος, " ᾗ δ' ἂν ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ ξύλου θανάτῳ ἀποθανῇ ", οὐκ εὐθὺς ἀπέθανε τὴν ἐντολὴν παρα βάς; Ἐναντία αὕτη κατηγορία· πρὸ βραχέος γὰρ ἀπηνῆ τὸν Θεὸν ἀποκαλοῦν τες, νῦν αὐτοῦ φιλανθρωπίαν κατηγορεῖτε· ὑμνεῖν δὲ μᾶλλον ἐχρῆν, ἀλλ' οὐ κατηγορεῖν τῆς ἀγαθότητος τοῦ Θεοῦ. εἴωθε γὰρ μείζονα μὲν ἀπειλεῖν, ἐλάττους δὲ τῶν ἀπειλῶν τὰς τιμωρίας ἐπάγειν· καὶ τοῦτο πολλαχῇ ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ γραφῇ· ἐνταῦθα μέντοι τὸν τῆς θνητότητος ὅρον ὠνόμασε θάνατον· οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσεν " ᾗ δ' ἂν ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ ξύλου, θνητὸς ἔσῃ ". μετὰ γὰρ δὴ τὴν θείαν ἀπόφασιν, καθ' ἑκάστην, ὡς ἔπος εἰπεῖν, ἡμέραν τὸν θάνατον προσεδέχετο· οὕτως οἱ πεπιστευκότες τῷ δεσπότῃ Χριστῷ, καὶ σφαττό μενοι, ζῶσι προσμένοντες τὴν ἀνάστασιν καὶ τὴν τῶν οὐρανῶν βασι λείαν. " τῇ γὰρ ἐλπίδι ἐσώθημεν ". XXXIX Τοὺς χιτῶνας τοὺς δερματίνους τί νοητέον; Οἱ μὲν ἀλληγορηταὶ τὴν θνητὴν σάρκα φασὶ τὰ δέρματα· ἄλλοι δέ τινες 41 ἀπὸ φλοιῶν δένδρων τούτους κατεσκευᾶσθαι εἰρήκασιν. ἐγὼ δέ γε οὐδέ τερον τούτων προσίεμαι· τὸ μὲν γὰρ περίεργον, τὸ δὲ ἄγαν μυθῶδες. τῆς γὰρ θείας γραφῆς καὶ πρὸ τῆς ψυχῆς τὸ σῶμα διαπεπλᾶσθαι φησά σης, πῶς οὐ μυθῶδες τὸ λέγειν μετὰ τὴν παράβασιν τῆς ἐντολῆς σάρκα αὐτοὺς εἰληφέναι θνητήν; τὸ δέ γε πολυπραγμονεῖν, πόθεν τῷ Θεῷ δέρ ματα, καὶ διὰ τοῦτο καινὸν εἶδος περιβολαίων ἐπινοεῖν, περιττὸν εἶναί μοι δοκεῖ. χρὴ τοίνυν στέργειν τὰ γεγραμμένα καὶ εἰδέναι ὡς οὐδὲν ἄπορον τῷ τῶν ὅλων δημιουργῷ, καὶ θαυμάζειν αὐτοῦ τὴν ἄπειρον ἀγαθότητα, ὅτι καὶ παραβεβηκότων ἐπιμελεῖται, καὶ δεηθέντων περιβολαίων οὐ περι εῖδε γυμνούς. XL Τί ἐστι τὸ " ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν "; Ἐπειδὴ ὁ διάβολος εἶπεν " ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρὸν ", ἐδέξατο δὲ τοῦ θανάτου τὸν ὅρον τὴν ἐντολὴν παραβάς, εἰρωνικῶς τοῦτο εἴρηκεν ὁ τῶν ὅλων Θεός, δεικνὺς τῆς διαβολικῆς ἐπαγγελίας τὸ ψεῦδος· μεταλαβεῖν δὲ αὐτὸν τοῦ καρποῦ τοῦ ξύλου τῆς ζωῆς διεκώλυσεν, οὐ φθονῶν αὐτῷ τῆς ἀθανάτου ζωῆς, ἀλλὰ τῆς ἁμαρτίας ἐπέχων τὸν δρόμον· ἰατρεία τοίνυν ὁ θάνατος, οὐ τιμωρία· ἐπέχει γὰρ τῆς ἁμαρτίας τὴν ὁρμήν· " ὁ γὰρ ἀποθανών, φησί, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας ". καταντικρὺ δὲ αὐτὸν τοῦ παραδείσου διάγειν προσέταξεν, ἵνα τῆς ἀλύπου βιοτῆς εἰς μνήμην ἐρχόμενος, μισῇ τὴν ἁμαρτίαν ὡς πρόξενον τῆς ἐπιπόνου ζωῆς. 42 XLI Εἰ ἐλυπήθη ὁ Κάϊν μὴ δεχθέντων τῶν παρ' αὐτοῦ προσενεχθέντων, δῆλον ὅτι μετεμελήθη· τῶν γὰρ μεταμελουμένων ἡ λύπη. Ἠνίασεν αὐτὸν οὐχ ἡ αὐτοῦ πλημμέλεια, ἀλλ' ἡ τοῦ ἀδελφοῦ εὐπραξία· τοῦτο γὰρ καὶ ὁ Ἀκύλας ᾐνίξατο· ἔφη δὲ οὕτως· " καὶ ὀργίλον τῷ Κάϊν σφόδρα, καὶ ἔπεσε τὸ πρόσωπον αὐτοῦ. καὶ εἶπε Κύριος πρὸς Κάϊν εἰς τί ὀργίλον σοι "; XLII Ποῖον σημεῖον ἔθετο τῷ Κάϊν ὁ Θεός; Αὐτὸς ὁ τοῦ Θεοῦ ὅρος σημεῖον ἦν, κωλύων αὐτὸν ἀναιρεθῆναι· καὶ αὐτὸς δὲ τῶν μελῶν ὁ κλόνος ἐπίσημον αὐτὸν καὶ δῆλον εἰργάζετο. XLIII Τίνα ὁ Κάϊν ἔσχε γυναῖκα; ∆ῆλον ὅτι τὴν ἀδελφήν· οὐκ ἦν δὲ τοῦτο τηνικαῦτα κατηγορία, οὐδενὸς ἀπαγορεύοντος νόμου. ἄλλως τε οὐδὲ οἷόν τε ἦν ἄλλως αὐξηθῆναι τὸ γένος· ἠβουλήθη δὲ ὁ Θεὸς ἐξ ἑνὸς ἀνδρὸς καὶ μιᾶς γυναικὸς