1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

18

κέδρου, καὶ ἰσχυρὸς ἦν ὡς δρῦς ", καὶ περὶ τοῦ Γολιὰδ ὅτι " τεσσάρων πήχεων καὶ σπιθαμῆς τὸ μῆκος εἶχεν ", ἡγοῦμαι γεγενῆσθαι τινὰς παμμεγέθεις ἀνθρώπους. τοῦ Θεοῦ καὶ τοῦτο σοφῶς πρυτανεύσαντος, ἵνα 48 γνῶσιν ὡς οὐκ ἀσθενῶν ὁ δημιουργὸς τοσοῦτον τοῖς ἀνθρώποις ἀπέν ειμε μέτρον· ῥᾴδιον γὰρ ἦν αὐτῷ καὶ μείζους δημιουργῆσαι, ἀλλὰ τὸν τύφον ἐκκόπτων καὶ τὴν ἀλαζονείαν κωλύων, μέγιστα τοῖς ἀνθρώποις οὐκ ἔδωκε σώματα. εἰ γὰρ ἐν σμικροῖς σώμασιν οὐ κατ' ἀλλήλων, ἀλλὰ κατ' αὐτοῦ μεγαλαυχοῦσι τοῦ ποιητοῦ, τί οὐκ ἂν ἔδρασαν εἰ μεγίστων σωμάτων μετέλαχον; XLIX ∆ιὰ τί πολὺν χρόνον ἔζων οἱ παλαιοί; Ὥστε αὐξηθῆναι τὸ γένος τῷ πλείονι χρόνῳ· διὰ τοῦτο καὶ πολλαῖς συ νήπτοντο γυναιξίν. αὐτίκα γοῦν καὶ μετὰ τὸν κατακλυσμὸν μέχρι τῶν πατριαρχῶν μακρόβιοι ἦσαν· ἐπειδὴ δὲ τὴν οἰκουμένην ἐπλήρωσαν, ἠλαττώθη λοιπὸν ὁ τῶν ἐτῶν ἀριθμός. L Τί δήποτε τῷ κατακλυσμῷ τὰ τῶν ἀνθρώπων πλήθη διέφθειρεν; Ἐξαλεῖψαι τοῦ Κάϊν τὸ γένος ἠθέλησεν· ἀνεμίγη δὲ αὐτῷ καὶ τῶν εὐσε βῶν ἡ φύλη· διὸ καὶ τῆς τιμωρίας μετέσχηκεν. ἀρχὴν δέ τινα καινοῦ βίου ποιήσασθαι βουληθεὶς τὸν Νῶε καὶ τοὺς ἐκείνου παῖδας σὺν ταῖς γυναιξὶ διετήρησεν, εὐσεβῆ τε ὄντα καὶ δίκαιον, ἐκ τῆς τῶν εὐσεβῶν συγγενείας βλαστήσαντα καὶ τὴν τῆς παρανομίας ἐπιμιξίαν μισήσαντα. οὐ μήν, ὥς τινές φασιν, ὀργῇ τινι ταῦτα καὶ μεταμελείᾳ πεποίηκε· ταῦτα γάρ τοι ἀνθρώπινα πάθη· ἡ δὲ θεία φύσις ἐλευθέρα παθῶν. ἄλλως τε ἡ μεταμέ λεια τοῖς μετὰ τὴν πεῖραν μανθάνουσι τῶν πραγμάτων τὴν φύσιν κατάλ ληλος· ἀγνοοῦντες γὰρ τὸ ἐσόμενον, προβουλεύονται· εἶτα τῇ πείρᾳ μανθάνοντες, ὡς οὐκ ὀρθῶς ἐβουλεύσαντο, μεταμέλονται. ὁ δὲ Θεὸς οὕτως 49 ὁρᾷ τὰ μετὰ πολλὰς ἐσόμενα γενεάς, ὡς ἤδη γεγενημένα· ὡς προορῶν τοίνυν καὶ προγινώσκων, οὕτως ἅπαντα πρυτανεύει. τί δήποτε τοίνυν μεταμελεῖται, ἅπαντα πρὸς τὴν πρόγνωσιν τὴν οἰκείαν οἰκονομῶν; οὐκοῦν ἐπὶ Θεοῦ μεταμέλεια οἰκονομίας μεταβολή· " μεταμεμέλη μαι, φησίν, ὅτι κέχρικα τὸν Σαοὺλ εἰς βασιλέα ", ἀντὶ τοῦ ἐδοκίμασα μὲν παῦσαι τοῦτον, ἕτερον δὲ χειροτονῆσαι. οὕτω κἀνταῦθα, " ἐνεθυμήθην ὅτι ἐποίησα τὸν ἄνθρωπον ", ἐδοκίμασα διολέσαι τῶν ἀνθρώπων τὸ γένος· ἀλλὰ φιλάνθρωπος ὢν σπέρμα τὸν Νῶε τῇ φύσει τετήρηκεν. ἐπειδὴ δὲ καὶ τῶν ἀλόγων τὰ γένη τῆς τῶν ἀνθρώπων ἕνεκα δεδημιούργηται χρείας, καὶ ταῦτα τοῖς ἀν θρώποις συνδιεφθάρη, πλὴν τῶν ἐν τῇ κιβωτῷ σὺν τῷ Νῶε διασωθέν των. ἐκέλευσε γὰρ ὁ δεσπότης Θεὸς ἀνὰ δύο μὲν ἐξ ἑκάστου γένους τῶν δοκούντων ἀκαθάρτων διασωθῆναι, ἀνὰ ἑπτὰ δὲ τῶν καθαρῶν· ἐπειδὴ γὰρ ἤμελλε συγχωρεῖν τοῖς ἀνθρώποις μεταλαμβάνειν κρεῶν, ἤμελλον δὲ καὶ θυσίας αὐτῷ προσφέρειν τῆς εὐσεβείας οἱ τρόφιμοι, πλείονα τὰ καθαρὰ φυλαχθῆναι προσέταξε· τὰς μὲν τρεῖς συζυγίας εἰς τὴν αὔξησιν τοῦ γένους τὸ δὲ ἓν τὸ περιττὸν εἰς θυσίαν. εὐθὺς γὰρ ὁ Νῶε, μετὰ τὴν παῦλαν τῆς τιμωρίας, θυσίαν τῷ Θεῷ χαριστήριον προσενήνοχεν· " ἀπὸ πάντων, φησί, τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν ", ὡς εἶναι δῆλον, ὅτι τούτουγε χάριν ἀνὰ ἑπτὰ προσέταξεν ἐξ ἑκάστου γένους τῶν καθαρῶν εἰς τὴν κιβωτὸν εἰσαχθῆναι, ἵνα τὸ ἓν ζῷον ἐξ ἑκάστου γένους ὁ Νῶε προσφέρων μὴ διαφθείρῃ τὰς συζυγίας. 50 LI Τί ἤσθιεν ἐν τῇ κιβωτῷ τὰ θηρία; ∆ῆλον ὅτι χιλόν τε καὶ σπέρματα· ἔφη γὰρ πρὸς αὐτὸν ὁ Θεός· " σὺ δὲ λήψῃ σεαυτῷ ἀπὸ πάντων τῶν βρωμάτων ὧν ἔδεσθε, καὶ συνάξεις πρὸς ἑαυτὸν καὶ ἔσται σοὶ καὶ ἐκείνοις φαγεῖν ". ἐξ ἀρχῆς δὲ ὁ Θεὸς οὐ κρέον φαγεῖν ἐνο μοθέτησε τοῖς ἀνθρώποις· " ἰδού, γὰρ ἔφη, δέδωκα ὑμῖν πάν τα χόρτον σπόριμον σπεῖρον σπέρμα ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπόριμον ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρ πετῷ ἕρποντι ἐπὶ τῆς γῆς ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν "· ὡς εἶναι δῆλον, ὅτι καὶ οἱ ἄνθρωποι καὶ τὰ ζῷα κρεωφαγίας ἀπείχοντο, τροφὴν δὲ εἶχον τοὺς ἀπὸ γῆς φυομένους καρπούς. τὸ δὲ " σπεῖρον σπέρμα ", " σπερμαῖνον σπέρμα " ὁ Ἀκύλας