21
ἐν τῇ Ἀσσυρίᾳ φασί, καὶ διὰ τοῦτο ταῖς πλίν θοις ἀντὶ λίθων κεχρῆσθαι· λίθων δὲ δίχα πῶς ἂν γένοιτο ἄσβεστος; LX Ποία γλῶσσα ἀρχαιοτέρα; ∆ηλοῖ τὰ ὀνόματα· Ἀδὰμ γὰρ καὶ Κάϊν καὶ Ἄβελ καὶ Νῶε, τῆς Σύρωνἴδια γλώττης· ἀδαμθὰ γὰρ τὴν ἐρυθρὰν γῆν ἔθος τοῖς σύροις καλεῖν. Ἀδὰμ τοίνυν, ἢ ὁ γήϊνος ἢ ὁ χοϊκὸς ἑρμηνεύεται, καὶ Κάϊν κτήσις, τοῦτο δὲ ὑμνῶν ὁ Ἀδὰμ εἴρηκεν· " ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ ". καὶ Ἄβελ πένθος· πρῶτος γὰρ οὗτος ὤφθη νε κρός· καὶ πρῶτος τοῖς γεγεννηκόσι προὐξένησε πένθος· καὶ Νῶε ἀνά παυσις. 57 LXI Ἡ οὖν ἑβραία πόθεν ἤρξατο; Οἶμαι αὐτὴν ἱερὰν εἶναι φωνήν· ὥσπερ γὰρ ἐν τοῖς ἑλληνικοῖς ναοῖς ἴδιοί τινες ἦσαν χαρακτῆρες γραμμάτων οὓς ἱερατικοὺς προσηγόρευον, οὕτω διὰ τοῦ Μωϋσέως ὁ τῶν ὅλων Θεὸς ταύτην ἔδωκε τὴν γλῶτταν, διδακ τὴν οὖσαν, οὐ φυσικήν· τοιγάρτοι τῶν ἄλλων ἁπάντων κατὰ τὴν τῶν ἐθνῶν ἐν οἷς ἂν γεννηθῶσι φθεγγομένων φωνὴν καὶ τῶν μὲν ἐν Ἰταλίᾳ τικτομένων τῇ ἰταλῶν κεχρημένων, τῶν δὲ ἐν τῇ Ἑλλάδι τῇ ἑλλήνων, καὶ τῶν ἐν Περσίδι τῇ περσῶν, καὶ τῶν ἐν Αἰγύπτῳ τῇ αἰγυπτίων· τὰ ἑβραίων παιδία οὐ τῇ ἑβραίᾳ ἔστιν εὑρεῖν εὐθὺς κεχρημένα φωνῇ, ἀλλὰ τῇ ἐκείνων παρ' οἷς ἐγεννήθησαν· εἶτα μειράκια γενόμενα διδάσκεται τῶν γραμμάτων τοὺς χαρακτῆρας· μανθάνει δὲ διὰ τῶν γραμμάτων τὴν θείαν γραφήν, τῇ ἑβραΐδι γεγραμμένην φωνῇ. οἶμαι δὲ τοῦτο αἰνίττεσθαι καὶ τὸν μακάριον ∆αβὶδ ἐν τῷ ὀγδοηκοστῷ ψαλμῷ· " γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν ". LXII Ἀλλὰ τινές φασιν ἀπὸ τοῦ Ἕβερ ἑβραίαν κεκλῆσθαι τὴν γλῶσσαν· ἐκεῖνον γὰρ μόνον ἐν τῇ προτέρᾳ μεῖναι φωνῇ καὶ ἐκεῖθεν ἑβραίους ὀνομασ θῆναι Ἐγὼ δὲ οἶμαι ἑβραίους ὀνομασθῆναι ἐκ τοῦ τὸν πατριάρχην Ἀβραὰμ ἀπὸ τῆς χαλδαίων χώρας εἰς τὴν Παλαιστίνην ἐλθεῖν τὸν Εὐφράτην πο ταμὸν διαβάντα· ἑβρα γὰρ τῇ σύρων φωνῇ διάβασις ὀνομάζεται· οὕτω δὲ καὶ αὐτὸς ἐκαλεῖτο καὶ μάρτυς ἡ θεία γραφή· μετὰ γὰρ τὴν τοῦ Λὼτ 58 αἰχμαλωσίαν, ἐλθών τις, φησίν, " ἀπήγγειλεν Ἀβραὰμ τῷ περάτῃ "· τοῦτο δὲ παρὰ τῷ ἑβραίῳ κείμενον εὗρον ἑβρει· τὸ δὲ ἑβρει ἐξελληνιζόμενον ἑβραῖος γίνεται. καὶ γὰρ ἐν ἐκείνῳ τῷ χωρίῳ, ἔνθα ἡ αἰγυπτία περὶ τοῦ Ἰωσὴφ ἔφη· " εἰσήγαγες ἡμῖν παῖδα ἑβραῖον ἐμπαίζειν ἡμῖν ", παρὰ τῷ ἑβραίῳ ἑβρει κεῖται. εἰ δὲ ἐκ τοῦ Ἕβερ ἑβραῖοι καλοῦνται, οὐ μόνους ἐχρῆν τούτους οὕτω προ σαγορεύεσθαι· πολλὰ γὰρ ἔθνη ἐκ τοῦ Ἕβερ κατάγει τὸ γένος· καὶ ἵνα τοὺς ἄλλους πάντας παρῶ, ἐκ τούτου εἰσὶν ἰσμαηλῖται καὶ οἱ ἀπὸ τῆς Χεττούρας καὶ ἰδουμαῖοι καὶ ἀμαληκῖται καὶ μωαβῖται καὶ ἀμμανῖται καὶ οἱ τὰς Κάρρας οἰκοῦντες· ἐκ τοῦ γὰρ Ναχὼρ καὶ τοῦ Λάβαν τὸ γένος κατάγουσιν. ἀλλ' οὐδεὶς τούτων τῇ ἑβραΐδι χρῆται φωνῇ. ἀλλὰ περὶ τούτου ζυγομαχεῖν περιττόν· οὐδὲν γὰρ τῷ λόγῳ τῆς εὐσεβείας λυμαίνε ται, κἄν τε τοῦτο, κἄν τε ἐκεῖνο δεξώμεθα. - LXIII Τινές φασι τῇ Σάρρᾳ μιγῆναι τὸν Φαραώ. Ποίας οὖν κηδεμονίας ἀπήλαυσεν Ἀβραὰμ παρὰ τοῦ τῶν ὅλων Θεοῦ, εἰ περιεῖδεν αὐτοῦ μοιχευομένην τὴν γαμετήν; τί δήποτε δὲ καὶ ἤτασεν ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς τὸν Φαραώ, καὶ ἅπαντα τὸν οἶκον αὐτοῦ εἰ μὴ κωλῦσαι τὴν παράνομον ἠβούλετο συναφήν; καὶ αὐτὸς δὲ ὁ Φαραὼ τὴν ἄγνοιαν εἰς ἀπολογίαν προβάλλεται· καὶ μέμφεται τῷ Ἀβραὰμ ἀδελ φὴν κεκληκότι τὴν γαμετήν· καὶ διδάσκει ὡς οὐχ ὑβρίσαι αὐτήν, ἀλλὰ γῆμαι βουλόμενος ἔλαβε. " τί τοῦτο, γάρ φησιν, ἐποίησάς μοι, ὅτι γυνή σού ἐστιν; ἵνα τί εἶπας ἀδελφή 59 μού ἐστι, καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ εἰς γυναῖκα; καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἐναντίον σου, λαβὼν ἀπότρεχε ". καὶ οὐ μόνον εἶπεν, ἀλλὰ καὶ ἔπραξε, καὶ παντοδαπῆς κηδεμονίας ἠξίωσεν· " ἐνετείλατο, γάρ φησι, Φαραὼ ἀν δράσι περὶ τοῦ Ἀβραὰμ συμπροπέμψαι αὐτόν, καὶ τὴν γυναῖκα αὐτοῦ καὶ πάντα ὅσα ἦν αὐτῷ ". δῆλον τοίνυν, ὡς εὐθὺς ἁρπασθείσης τῆς Σάρρας ἐπέδησε τῇ νόσῳ τὸν Φαραὼ τῶν ὅλων ὁ πρύτανις· ἡ δὲ νόσος τὴν ὄρεξιν ἤμβλυνεν, καὶ τῶν δικτύων εἴσω τὴν θήραν ἔχων ὁ θηρευτής, οὐκ ἀπήλαυσε τῆς ἄγρας· ἡ γὰρ νόσος ἐκώλυσε. LXIV Καὶ τίνος ἕνεκεν ἐνταῦθα μὲν ἐσίγησεν ἡ γραφὴ τὸ